Humanitext Reader

荷马 · 奥德赛 §14.70-14.134

欧迈奥斯痛陈求婚者的挥霍与哀悼主人

第 96 段,共 173 段 · 希腊语

内容简介

欧迈奥斯热情地款待了奥德修斯,并详细讲述了求婚者们对其主人庞大家产的肆意挥霍。奥德修斯隐瞒身份打听主人的消息,但欧迈奥斯对流浪者的谎言保持警惕,并坚信主人已经离世。

§14.70καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς §14.71Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
因为那个人也是为了阿伽门农的名誉,前往盛产骏马的伊利奥斯,以便与特洛伊人交战。
§14.72ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, §14.73βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων.
他这样说着,迅速用腰带束紧外套,便走朝那些关着一栏栏猪只的猪圈。
§14.74ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, §14.75εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν.
他从那里挑了两头抓出来,将两头都宰杀了,退了毛,切成块,穿在铁叉上。
§14.76ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ §14.77θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν·
烤好后,他将全部热腾腾的肉连同铁叉一起,送到奥德修斯面前;他又撒上白大麦粉。
§14.78ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, §14.79αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα· §14.80ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, §14.81χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν,
接着在常春藤木碗中,调和了甜如蜜的葡萄酒,自己坐在对面,劝客人吃,并开口说道: “请吃吧,外乡人,这是仆人们现有的东西,子猪的肉;至于那些肥硕的猪,求婚者们正吃着,他们心中既不敬畏神明的报应,也毫无怜悯。
§14.82οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν. §14.83οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, §14.84ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων.
然而,幸福的神明并不喜爱邪恶的行径,而是尊重正义和人们的正直行径。
§14.85καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης §14.86ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ, §14.87πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι, §14.88καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει.
即使是那些敌对而无道的恶人,当他们侵入他人的土地,且宙斯赐予他们战利品,他们在装满船只后,起航返回家园时,他们的心中也会落下对神明报应的强烈恐惧。
§14.89οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν, §14.90κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως §14.91μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι §14.92κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ.
可这些人却好似知道些什么,或是听到了神明的什么声音,得知了那个人惨痛的死讯,因此他们不愿正当地求婚,也不愿返回各自的家园,而是安然地、肆无忌惮地吞食着财产,毫不吝惜。
§14.93ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, §14.94οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω· §14.95οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες.
因为每逢宙斯所赐予的黑夜与白昼交替,他们从不只宰杀一头牺牲,甚至也不只两头;而且他们大肆汲取并挥霍着他的葡萄酒。
§14.96ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση §14.97ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης §14.98οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν §14.99ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω.
确实,他拥有的家产是极其庞大的;在英雄豪杰中,谁也没有这么多,无论是在黑色的黑土大陆,还是在伊萨卡本身;即便是二十个男子合起来,也没有这么多的财富;我可以为你数一数。
§14.100δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν, §14.101τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν §14.102βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες.
在大陆上有十二群牛,同样多的羊群,同样多的猪群,以及同样多放牧在宽阔处的山羊群,由外邦人以及他自己的牧人们在那里放牧。
§14.103ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα §14.104ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται.
而在这里,一共有十一群放牧在宽阔处的山羊群在边境牧放,并由忠诚的男子们看管着。
§14.105τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ, §14.106ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος.
这些男子中的每一个人,每天都会为他们送去一头山羊,那是在肥育的山羊中,显得最优秀的一头。
§14.107αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε, §14.108καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω.
至于我,我则看管并守护着这些猪,并且精挑细选,把其中最好的一头猪送去给他们。
§14.109ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον §14.110ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν.
” 他这样说着,而奥德修斯则默不作声、狼吞虎咽地吃着肉、喝着葡萄酒,在心中为求婚者们谋划着灾祸。
§14.111αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, §14.112καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν, §14.113οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ, §14.114καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §14.115ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν, §14.116ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις;
在他吃完晚饭、用食物填饱肚子后,猪倌倒满了他自己平时喝酒的杯子,注满了酒,递给奥德修斯;他接了过来,心中很是高兴,便开口对他说道,吐出了羽翼之言: “朋友啊,是谁用他自己的财产买下了你,正如你所说的,他竟是如此极其富有、如此强大?
§14.117φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς.
你还说他是为了阿伽门农的名誉而丧命。
§14.118εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα.
告诉我,也许我会在什么地方认出这样一个人。
§14.119Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, §14.120εἴ κέ μιν ἀγγείλαιμι ἰδών·
因为宙斯以及其他不朽的神明想必知道这一点,我若见过他,是否可以带去消息。
ἐπὶ πολλὰ δʼ ἀλήθην.
毕竟我曾四处漂泊。
§14.121τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν· §14.122ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν §14.123ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν, §14.124ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται §14.125ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι.
” 猪倌,人类的领袖,随后回答他说: “老人家,任何流浪到此的人,无论他带来什么消息,都无法说服他的妻子和亲爱的儿子,相反,那些需要得到照料的流浪汉总是说谎,不愿讲真话。
§14.126ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται, §14.127ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει·
凡是四处漂泊而来到伊萨卡国度的人,都会去到我的女主人那里,说些欺骗人的话。
§14.128ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ, §14.129καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει, §14.130ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται.
而她则会热情接待,友好款待,并细细询问每一件事,她哀悼时,眼泪便会从眼睑上落下来,这正是当丈夫死在异乡时妻子的常情。
§14.131αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο. §14.132εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη.
老人家,如果你有人赐予你一件外套和一件长衫作衣服,你也会很快编造出一套说辞。
§14.133τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ §14.134ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν·
至于他,想必迅疾的狗和猛禽早就已经从骨头上撕扯掉了他的皮肉,他的生命早已离去。

词汇与语法注释

  1. §14.85καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι... — 主格名词 δυσμενέες καὶ ἀνάρσιοι(第85行)构成一个悬垂主格(破格句法),由第88行中的与格代词 τοῖς 重新承接。其结构可理解为“即使是敌对和无道的人……在他们的心中”。
  2. §14.112ᾧ περ ἔπινεν — 关系代名词 ᾧ(ᾧ περ)指代先行词 σκύφον(第112行),在句中充当工具与格,意为“他(欧迈奥斯)自己平时用以饮酒的那个杯子”。
  3. §14.115τίς γάρ σε πρίατο — 这里的小词 γάρ 用于在听完对方(欧迈奥斯)的发言后,引入一个表示强烈关注或惊讶的新问题,相当于“那么究竟是谁……”。
  4. §14.120εἴ κέ μιν ἀγγείλαιμι ἰδών — 连词 εἴ κε (εἰ ἄν) 搭配希求法动词 ἀγγείλαιμι 构成一个表示潜在可能性的条件从句,其主句被省略,带有“如果我碰巧见过他,或许就能带回消息”的语气。分词 ἰδών 具有时间或条件含义(“如果看见的话”)。

引用这一段

荷马, 奥德赛 §14.70-14.134. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:14.70-14.134

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。