Humanitext Reader

ホメロス · オデュッセイア §14.336-14.401

イタケ到着の経緯とエウマイオスへの誓約の提案

100 / 173 箇所 · ギリシア語

要旨

船乗りたちの企みから脱出してイタケに逃れた身の上話を終えたオデュッセウスに対し、エウマイオスは主人の帰還に関する話は信じられないと述べ、神への敬畏から彼を歓待していることを伝える。それに対しオデュッセウスは、主人の帰還を巡る誓約を提案する。

§14.336ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ §14.337ἐνδυκέως·
そこで王は、私をアカストス王のもとへ送るよう彼らに命じた、懇切に。
τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ §14.338ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
しかし彼らの心には、私に関する悪しき企てが気に入った、私がさらに苦難の極みに至るようにと。
§14.339ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, §14.340αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
だが、海を行く船が陸から遠く離れて航行したとき、たちまち彼らは私に奴隷の境遇を企てた。
§14.341ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν, §14.342ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα,
彼らは私からマントとチュニックの衣服を剥ぎ取り、代わりに他のむさ苦しいボロ布とチュニックを着せた、破れたものを。
§14.343ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
それはお前自身も目の前に見ている通りだ。
§14.344ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
夕方に彼らは、夕日の美しいイタケの耕作地に到着した。
§14.345ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ §14.346ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
そこで彼らは私を、よく整った甲板の船の中に、よくよじれたロープでしっかりと縛り付けた。
§14.347ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
彼ら自身は上陸し、急いで海の波打ち際で夕食をとった。
§14.348αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ §14.349ῥηϊδίως·
しかし私にとっては、神々ご自身がその縄目を容易に解いてくださった。
κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, §14.350ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ §14.351στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι §14.352νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
私は頭にボロ布をすっぽりとかぶり、滑らかな舵柄を伝って下り、胸を海に近づけ、それから両手で漕ぐようにして泳ぎ、極めて素早く彼らの手の届かない外へと逃れた。
§14.353ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, §14.354κείμην πεπτηώς.
そこで陸に上がり、花咲き乱れる森の茂みがある場所に、身を縮めて横たわっていた。
οἱ δὲ μεγάλα στενάχοντες §14.355φοίτων·
彼らは大いに嘆きながら歩き回った。
ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι §14.356μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον §14.357νηὸς ἔπι γλαφυρῆς·
しかし、それ以上捜索を続けることは得策とは思えなかったので、彼らは再び引き返し、くり抜いた船へと乗り込んだ。
ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ §14.358ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες §14.359ἀνδρὸς ἐπισταμένου·
私を神々自身が容易に隠してくださり、私を導いて、知慮ある男の住まいに近づけてくださった。
ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
というのも、なおも私には生きる運命があったからだ。
§14.360τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·
彼に答えて、豚飼いエウマイオス、お前はこう言った。
§14.361ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας §14.362ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
エウマイオス:「ああ、気の毒な客人よ、本当にお前は私の心をひどく揺さぶった、お前がどれほど苦しみ、どれほど彷徨ったか、それらをつぶさに語ることで。
§14.363ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις §14.364εἰπὼν ἀμφʼ Ὀδυσῆϊ·
しかし、それらのうちオデュッセウスに関する話は、真実とは思えない。 お前がそれを語っても私は信じないだろう。
τί σε χρὴ τοῖον ἐόντα §14.365μαψιδίως ψεύδεσθαι;
お前のような身の上の者が、なぜ無益に嘘をつく必要があるのか。
ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς §14.366νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι
私自身、我が主人の帰還についてはよく知っている。 主人はすべての神々に完全にひどく嫌われていたのだ。
§14.367πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν §14.368ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
神々は彼をトロイア人の間で滅ぼすこともせず、あるいは戦争を成し遂げた後に、愛する者たちの手の中で死なせもしなかったのだから。
§14.369τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, §14.370ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
そうであったなら、全アカイア人が彼のために墓を築き、彼の息子のためにものちに大いなる名声を勝ち得ただろうに。
§14.371νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
だが今や、ハルピュイアたちが彼を名もなく連れ去ってしまった。
§14.372αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε
しかし私は豚どものそばに退いており、町へも行くことはない。
§14.373ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια §14.374ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
思慮深いペネロペが、どこからか知らせが届いたときに、来るようにと促すのでなければ。
§14.375ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν, §14.376ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος, §14.377ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
そこにいる人々は、傍らに座って一々尋ねるのだ、久しく去ってしまった主人のために悲しむ者たちも、また、代価を払わずに財産を食いつぶして喜んでいる者たちも。
§14.378ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι, §14.379ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ,
しかし、私にとっては、尋ねたり問うたりすることは好ましくない、あのアイトリアの男が言葉で私を騙して以来は。
§14.380ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς, §14.381ἦλθεν ἐμὰ πρὸς δώματʼ·
彼は人を殺し、多くの土地を彷徨い歩いた末に、我が家へやって来た。
ἐγὼ δέ μιν ἀμφαγάπαζον.
私は彼を温かくもてなした。
§14.382φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι §14.383νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι·
彼は、クレタ人の地でイドメネウスのところでオデュッセウスを見たと言った、嵐に壊された船を修理しているのを。
§14.384καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, §14.385πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
そして、夏か秋には帰ってくるだろうと言った、多くの財宝を携え、神のような戦友たちを伴って。
§14.386καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων, §14.387μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε·
そしてお前も、苦難の多い老人よ、神がお前を私のところへ導いてくれたのだから、嘘によって私を喜ばせようとしたり、懐柔しようとしたりするな。
§14.388οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω, §14.389ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
私はそのために、お前を敬ったり、親切にしたりするのではないからだ、そうではなく、もてなしの神ゼウスを恐れ、お前自身を憐れむからだ。
§14.390τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
」彼に答えて、知謀に長けたオデュッセウスは言った。
§14.391ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, §14.392οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
オデュッセウス:「本当に、お前の胸の中の心は疑い深いものだ、誓いを立ててさえ、お前を引き込むことも説得することもできないとは。
§14.393ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ·
だが、さあ、今こそ約束を結ぼう。
αὐτὰρ ὄπισθε §14.394μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
のちにオリンポスに住まう神々が、我ら双方の証人となろう。
§14.395εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα, §14.396ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι §14.397Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ·
もしもお前の主人がこの家に戻ってきたなら、私にマントとチュニックの衣服を着せて、私が心から望むドゥリキオンへ行くために送り出してくれ。
§14.398εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω, §14.399δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης, §14.400ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
しかし、もしもお前の主人が私の言うように戻ってこないなら、下僕たちを差し向けて、私を高い岩から投げ落とすがよい、他の物乞いも、人を欺くことを避けるようになるために。
§14.401τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
」彼に答えて、気高き豚飼いはこう言った。

語釈・文法注

  1. 14.338γενοίμην — 目的を表す接続詞 ὄφρα(〜となるように)に導かれ、主節の動詞が過去(ἥνδανε)であるために、目的節の中で希求法現在(γενοίμην)が用いられている。
  2. 14.343ὅρηαι — 動詞 ὁράω(見る)の2人称単数現在直説法中動態。ホメロス特有の方言形であり、アッティカ方言における通常の ὁρᾷ に相当する。
  3. 14.352ἔα — 存在動詞 εἰμί(ある、いる)の未完了過去1人称単数形。通常の ἦν または ἦ に代わる詩的・ホメロス的形態であり、ここでは副詞 θύρηθε(〜の外に)を伴って「私は(彼らの)外にいた、逃れていた」という意味を表す。
  4. 14.364τί σε χρὴ τοῖον ἐόντα / μαψιδίως ψεύδεσθαι — 非人称動詞 χρή(〜すべきである、〜する必要がある)の構文。対格の主語(σε)と不定詞(ψεύδεσθαι)を支配し、疑問代名詞の対格 τί が副詞的に「なぜ」という意味で用いられている。また τοῖον ἐόντα は対格主語 σε の述語的同格(「そのような者であるのに」)。
  5. 14.369τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν — 小辞 κεν(ἄν)と直説法過去(ἐποίησαν)の組み合わせによる、過去の事実に反する仮定を表す反実仮想の帰結節(「そうであったなら、彼らは彼のために墓を築いただろうに」)。
  6. 14.373εἰ μή πού τι περίφρων Πηνελόπεια / ἐλθέμεν ὀτρύνῃσιν — 条件小辞 εἰ と、接続法3人称単数のホメロス形 ὀτρύνῃσιν(通常の ὀτρύνῃ)による条件節。否定の除外条件(「〜するのでなければ」)を表し、主節の否定表現(οὐδέ... ἔρχομαι)に繋がる。

この箇所を引用する

ホメロス, オデュッセイア §14.336-14.401. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:14.336-14.401

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。