Humanitext Reader

荷马 · 奥德赛 §14.336-14.401

逃抵伊萨卡与对尤迈奥斯的立誓提议

第 100 段,共 173 段 · 希腊语

内容简介

奥德修斯讲完他如何逃脱狡诈船员并抵达伊萨卡的故事后,尤迈奥斯表示不相信关于主人归来的话,并称自己款待他是出于对宙斯的敬畏和同情。奥德修斯随即提议就主人的归来订立一个神圣契约。

§14.336ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ §14.337ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ §14.338ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην.
在那里,他命令他们把我送往阿卡斯托斯国王那里,恳切地;但在他们的心中,关于我的一个邪恶阴谋却令他们满意,好让我依然落入极度的痛苦灾难之中。
§14.339ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, §14.340αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο.
但当远洋的船只航行到远离陆地的地方时,他们便立刻开始为我谋划奴役的命运。
§14.341ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν, §14.342ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα, §14.343ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι·
他们剥去了我身上的斗篷和外衣作为衣物,却把另一件破烂的破布和外衣披在我身上,那是撕裂的,你亲眼也能看到它们。
§14.344ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο.
黄昏时分,他们到达了阳光充足的伊萨卡的耕地。
§14.345ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ §14.346ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες
在那里,他们把我紧紧地绑在甲板整齐的船舱内,用一根拧得很紧的绳索。
§14.347ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο.
他们自己则走下船去,急急忙忙地在海滩上吃起了晚餐。
§14.348αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ §14.349ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, §14.350ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ §14.351στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι §14.352νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων.
但对于我,神明们亲自解开了我的绳索,轻易地;我用破布把头蒙上,顺着光滑的舵柄爬下,让我的胸膛贴近了海面,接着我用双手像划桨一样游泳,极快地,我就脱离了他们,到了他们视野之外。
§14.353ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, §14.354κείμην πεπτηώς.
在那里我登上了岸,在一处开满鲜花的茂密树林里,我蜷缩着躺下。
οἱ δὲ μεγάλα στενάχοντες §14.355φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι §14.356μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον §14.357νηὸς ἔπι γλαφυρῆς·
他们大声叹息着四处搜寻;但由于对他们而言,继续搜寻似乎已不再划算,于是他们再次折返,登上了他们那空心的船只。
ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ §14.358ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες §14.359ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι.
而神明们亲自把我隐蔽起来,轻易地,并将我带到了一个聪明人的住处,让我得以接近他;因为我的命运仍是要活下去。
§14.360τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· §14.361ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας §14.362ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης.
你,猪倌尤迈奥斯,回答他并说道:尤迈奥斯:“啊,可怜的客人,你真的深深地打动了我的心,讲述着这每一件事情,关于你遭受了多少痛苦,流浪了多少地方。
§14.363ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις §14.364εἰπὼν ἀμφʼ Ὀδυσῆϊ·
但这些事情,我认为并不符合事实,你无法说服我,通过谈论奥德修斯。
τί σε χρὴ τοῖον ἐόντα §14.365μαψιδίως ψεύδεσθαι;
你这样一个身份的人,何必白白地撒谎呢?
ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς §14.366νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι §14.367πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν §14.368ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε.
我自己也深知我主人的归途,他已经完全被所有的神明所痛恨,因为神明们既没有让他在特洛伊人中间毁灭,也没有在他结束战争后,死在亲友们的怀抱里。
§14.369τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, §14.370ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω
如果是那样,全体阿开亚人必定会为他修筑坟墓,此后也定会给他的儿子赢得巨大的名望。
§14.371νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο.
但如今,哈耳庇厄们已经无声无息地将他劫走。
§14.372αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε §14.373ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια §14.374ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ.
而我只能远离人群,与猪群作伴;我不会去往城里,除非聪慧的潘妮洛佩催促我去,当有消息从某处传来的时候。
§14.375ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν, §14.376ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος, §14.377ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες·
但留在那里的那些人却坐在那里,一件事一件事地盘问,无论是那些为长期离去的主人感到忧伤的人,还是那些因白白吃喝财产而感到高兴的人。
§14.378ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι, §14.379ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, §14.380ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς, §14.381ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον.
但对我而言,探问和盘查并不是一件乐事,自从那个埃托利亚人用话语欺骗了我之后,他杀了一个人,在流浪了许多土地之后,来到了我的住所;我温情地款待了他。
§14.382φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι §14.383νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι· §14.384καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, §14.385πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι.
他声称在克里特人的土地上,在伊多梅纽斯那里见到了奥德修斯,正在修理他的那些被暴风雨击碎的船只;并且说他将要在夏天或者秋天回来,带着许多财物,与他那些如神般的同伴们一起。
§14.386καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων, §14.387μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε· §14.388οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω, §14.389ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων.
而你,备受折磨的老人,既然神明把你带到了我这里,请既不要用谎言来取悦我,也不要以此来迷惑我;因为我绝不会因此而敬重你或款待你,而只是因为敬畏客神宙斯,并且怜悯你本人。
§14.390τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §14.391ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, §14.392οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω.
” 足智多谋的奥德修斯回答他并说道:奥德修斯:“你胸中的那颗心确实非常不愿相信人,以至于我即使起誓也无法打动你,无法说服你。
§14.393ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε §14.394μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν.
但是,来吧,现在我们来订立一个契约;此后居于奥林匹斯的神明将作为我们双方的见证人。
§14.395εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα, §14.396ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι §14.397Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ· §14.398εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω, §14.399δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης, §14.400ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν.
如果你的主人确实回到了这座宅邸,你就给我披上斗篷和外衣,把我送往杜利基翁去,那是我心中所向往的地方;但如果你的主人没有像我所说的那样回来,你就指使你的仆人们把我从高耸的岩石上推下去,好让其他的乞丐也引以为戒,不敢再行欺骗。
§14.401τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός·
” 高贵的猪倌回答他并说道:

词汇与语法注释

  1. 14.338γενοίμην — 连词 ὄφra 引导目的从句,由于主句动词为过去时(ἥνδανε),因此目的从句中使用了希求法动词 γενοίμην。
  2. 14.343ὅρηαι — 动词 ὁράω 的第二人称单数现在直说法语态中动/被动形式。这是荷马史诗中的方言形式,相当于雅典方言中的 ὁρᾷ。
  3. 14.352ἔα — 动词 εἰμί(是、在)的第一人称单数未完成过去时直说法语态形式 ἔα,与副词 θύρηθε(在户外、在外)连用,表示“我已处于他们无法企及的外界”。
  4. 14.364τί σε χρὴ τοῖον ἐόντα / μαψιδίως ψεύδεσθαι — 无人称动词 χρή 与宾格主语(σε)及不定式(ψεύδεσθαι)连用。疑问代词的中性宾格 τί 在此作副词,表示“为什么”;而 τοῖον ἐόντα 作宾格主语 σε 的述语性同位语(意为“既然你是如此处境之人”)。
  5. 14.369τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν — 语气词 κ源(相当于 ἄν)与直说法语态过去时(ἐποίησαν)连用,构成过去相反虚拟条件句的结句,表示“若是那样,他们本会为他修筑坟墓”。
  6. 14.373εἰ μή πού τι περίφρων Πηνελόπεια / ἐλθέμεν ὀτρύνῃσιν — 条件连词 εἰ 与第三人称单数虚拟式 ὀτρύνῃσιν(ὀτρύνῃ 的荷马方言形式)连用,引导一个表示未来可能性或一般性假设的否定条件从句(“除非……”),承接主句的否定表述。

引用这一段

荷马, 奥德赛 §14.336-14.401. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:14.336-14.401

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。