(ゼウスは)私の戦友たちに無残な敗走の念を投げ込み、誰もあえて立ち向かってとどまろうとはしなかった。
περὶ γὰρ κακὰ πάντοθεν ἔστη.
災いが四方から取り囲んだからである。
§14.271ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, §14.272τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ.
そこで彼らは、私たちの多くを鋭い青銅で殺し、他の者たちを生きたまま連行した、強制的に働かせるために。
§14.273αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα §14.274ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν §14.275αὐτοῦ ἐν Αἰγύπτῳ·
しかし、私自身には、ゼウスが心の中に次のような考えを起こさせた―― ――私はそこで死んで、運命に従うべきであったのに、あのエジプトの地で。
ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο— §14.276αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα §14.277καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός·
というのも、なおも私には苦難が待ち受けていたのだから―― すぐに私は、頭からよくできた兜を外し、両肩から盾を外し、槍を手から投げ捨てた。
そして私は、王の戦車の馬の前に進み出て、その膝にすがって口づけした。
ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, §14.280ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα.
王は私を救い、憐れんでくれ、自分の戦車に乗せて、涙を流す私を家へと連れて行った。
§14.281ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, §14.282ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην— §14.283ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν §14.284ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα.
実に、非常に多くの者がトネリコの槍を構えて私に襲いかかり、殺そうとした――彼らは本当にひどく怒っていたからだ―― しかし王は彼らを退け、ゼウスの怒りを恐れた、悪しき行いを最も強く憤る、もてなしの神ゼウスの怒りを。
そこで私は七年の間とどまり、多くの財産をエジプトの男たちから集めた。
δίδοσαν γὰρ ἅπαντες.
誰もが私に与えてくれたからだ。
§14.287ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, §14.288δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς,
だが、巡り来る八年目がやって来たとき、まさにその時、欺きに長けたフェニキアの男がやって来た。
§14.289τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει·
人々に多くの災いをもたらしてきた、強欲な悪党であった。
§14.290ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα §14.291Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο.
彼はその悪知恵で私を説得して連れ去り、ついには彼の館と財産があるフェニキアに到着した。
§14.292ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν.
そこで私は彼のもとに丸一年間とどまった。
§14.293ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο §14.294ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, §14.295ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο §14.296ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, §14.297κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο.
だが、月日がついに満ち、年が再び巡って季節が巡ってきたとき、彼は私を海を行く船に乗せてリビアへと向かわせた、嘘の計画を企て、私に彼とともに荷物を運ばせるふりをして、現地で私を売り払い、莫大な代金を得るために。
§14.298τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ.
私は疑念を抱きながらも、やむを得ず船に乗って彼に従った。
船は強く吹く心地よい北風に乗って走った、クレタの沖合の真ん中を。
Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον.
しかしゼウスは彼らに破滅を企てておられた。
§14.301ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη §14.302φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, §14.303δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων §14.304νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
しかし、まさに私たちがクレタを離れ、もはや他の土地は見えず、ただ空と海ばかりとなった時、まさにその時、クロノスの子ゼウスは暗い雲をくり抜いた船の上に立ち込めさせ、海はその下で暗闇に包まれた。
§14.305Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν·
そしてゼウスは同時に雷鳴を轟かせ、船に落雷を浴びせた。
船はゼウスの雷撃を受けて激しく揺れ、硫黄の臭いで満ちた。
πέσον δʼ ἐκ νηὸς ἅπαντες.
そして全員が船から投げ出された。
彼らは海ガラスのように、黒い船の周りで波に漂わされた。
θεὸς δʼ ἀποαίνυτο νόστον.
神は彼らの帰郷の望みを奪い去った。
§14.310αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, §14.311ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο §14.312ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι.
しかし、私自身には、心に苦しみを感じていた私に、ゼウスは青黒い舳先の船の、巨大なマストを私の手の中に授けてくださった、私がなおも破滅を免れるように。
§14.313τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν.
私はそれにしがみつき、命を奪う風に流された。
§14.314ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ §14.315γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον.
九日間漂流し、十日目の暗い夜に、押し寄せる巨大な波が私をテスプロトス人の土地へと近づけた。
そこで、テスプロトス人の王ペイドンが、英雄的な親切さで、何の代価もなしに私を保護してくれた。
τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν §14.318αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον,
というのも、彼の愛する息子が寒さと疲労に打ちのめされていた私を見つけて、家へと連れて行ってくれたのだ。
§14.319χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός·
手を取って立たせ、父親の館に到着するまで。
§14.320ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν.
そして、彼は私にマントとチュニックの衣類を着せてくれた。
§14.321ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην·
そこで私はオデュッセウスの知らせを聞いた。
κεῖνος γὰρ ἔφασκε §14.322ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν,
というのも、王は言っていたのだ、彼を客人として歓待し、愛する祖国へ向かう彼を温かくもてなしたと。
§14.323καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς, §14.324χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον.
そして、オデュッセウスが蓄えたすべての財宝を私に見せてくれた、青銅や黄金、そして苦心して鍛えられた鉄を。
§14.325καί νύ ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι·
実にそれは、十代ののちに及ぶまで他の者を養い続けることができるほどであった。
§14.326τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
それほど多くの王の財宝が館に眠っていたのだ。
そして、彼(オデュッセウス)はドードーナへ行ったと王は言った、神の梢高いオークの木から、ゼウスの神託を聞くために。
いかにして彼がイタケの豊かな土地へと帰還すべきかを、すでに久しく離れているのに、公然とか、あるいは密かに帰るべきかを。
§14.331ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, §14.332νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, §14.333οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
そして王は、自らの館で酒を注ぎながら、私自身に対して誓った、すでに船は海に下ろされ、戦友たちも準備が整っていると、彼を愛する祖国へと送り届ける者たちが。
§14.334ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε·
だが王は、その前に私を送り出した。
τύχησε γὰρ ἐρχομένη νηῦς §14.335ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
たまたま出発する船があったからだ、テスプロトスの男たちの、小麦の豊かなドゥリキオン行きの船が。