Humanitext Reader

ホメロス · オデュッセイア §13.224-13.295

変装したアテネとの対面と偽りの身の上話

92 / 173 箇所 · ギリシア語

要旨

アテネは若い羊飼いの姿でオデュッセウスの前に現れ、ここが彼の祖国イタケであることを告げる。オデュッセウスは狂喜するが、正体を隠してクレーテー出身の亡命者という偽りの身の上話を語り、アテネは彼の知略を微笑んで称える。

§13.224δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην· §13.225ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
肩に二重の仕立ての良いマントをまとい、輝く足の下にはサンダルを履き、手には槍を持っていた。
§13.226τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε, §13.227καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
オデュッセウスは彼女を見て喜び、彼女の方へ進み出て、声をかけて翼ある言葉を語りかけた。
§13.228ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ,
「友よ、この地で最初にあなたに出会ったので、歓迎します。
§13.229χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
どうか悪意をもって私に立ち向かわないでください。
§13.230ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ·
むしろ、これらを救い、私を救ってください。
σοὶ γὰρ ἐγώ γε §13.231εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
私はあなたに対して神に対するように祈り、あなたの愛する膝にすがるのですから。
§13.232καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ·
そして、私にこのことを真実として語ってください、私がよく知ることができるように。
§13.233τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
ここはどのような土地、どのような民の国で、どのような人々が住んでいるのですか。
§13.234ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ §13.235κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο; §13.236τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
ここは晴れやかな島々の一つなのですか、それとも、肥沃な本土から海に傾きそそり立つ海岸なのですか」彼に対して、輝く目の女神アテネが再び語りかけた。
§13.237νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, §13.238εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι.
「異邦の人よ、お前は愚か者か、あるいは遠くからやって来たのだ、もしこの土地について尋ねるのなら。
οὐδέ τι λίην §13.239οὕτω νώνυμός ἐστιν·
この地は決してそれほど無名ではない。
ἴσασι δέ μιν μάλα πολλοί, §13.240ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, §13.241ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
実に多くの者がこれを知っている、東と太陽の昇る方に住むすべての者も、そして西の薄暗い闇の方に住むすべての者も。
§13.242ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, §13.243οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
確かにここは険しく、馬を走らせるのには適さないが、極端に貧しくもなく、さりとて広くもない。
§13.244ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος §13.245γίγνεται·
ここには計り知れないほどの穀物があり、またワインも造られる。
αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση·
常に雨が降り、豊かな露が降りる。
§13.246αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη §13.247παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
山羊を飼うのにも牛を飼うのにも適し、あらゆる種類の森があり、一年中枯れない水場がある。
§13.248τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, §13.249τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης. §13.250ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
それゆえ、異邦の人よ、イタケの名はトロイアにまで達しているのだ、アカイアの地から遠く離れていると人々が言うそのトロイアにまでも」彼女はそのように言った。
§13.251χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε
耐え忍ぶ気高いオデュッセウスは喜び、祖国の地であることを喜んだ。
§13.252Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
ゼウスの娘、アイギスを持つ神の娘、パラス・アテネが彼にそう語ったので。
§13.253καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして彼は声をかけ、翼ある言葉を語りかけた。
§13.254οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον, §13.255αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν·
しかし、彼は真実を語らず、逆に言葉を差し替え、胸の内に常に極めて抜け目のない考えを巡らせながら(語った)。
§13.256πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, §13.257τηλοῦ ὑπὲρ πόντου·
「私は広いクレーテーにおいてもイタケについて聞いていました、海の彼方、遠く離れた地で。
νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς §13.258χρήμασι σὺν τοίσδεσσι·
そして今や私自身もこれらの財宝を携えてやって来ました。
λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα §13.259φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
しかし、子供たちにこれと同等の多くの財宝を残して、私は逃亡しているのです。 イドメネウスの愛する息子、足の速いオルシロコスを私が殺したからです。
§13.260Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ §13.261ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
彼は広いクレーテーにおいて、働く男たちをその俊足で打ち負かしていました。
§13.262οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης §13.263Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ, §13.264ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
というのも、彼は私から、トロイアで私が心に苦痛を受け、戦士たちの戦いや恐ろしい波を突き進むことによって手に入れた、すべての略奪品を奪い取ろうとしたからです。
§13.265οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον §13.266δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
それは、私がトロイアの民の間で、彼の父親にへつらって仕えることをせず、むしろ自分自身の他の戦友たちを率いていたからです。
§13.267τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ §13.268ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· §13.269νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας §13.270ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
彼が下りて来るところを、私は青銅の槍で討ち取りました、田舎から(戻る彼を)、道端に一人の戦友と待ち伏せし、非常に深い闇夜が天を覆っており、人間の誰も私たちに気づかず、私は誰にも知られずに彼の命を奪い去ったのです。
§13.271αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, §13.272αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς §13.273ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα·
鋭い青銅で彼を殺したあと、私はすぐに船に赴き、誇り高いポイニクス人たちに懇願し、彼らに十分な略奪品を与えました。
§13.274τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι §13.275ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
そして彼らに、私をピュロスへと送り届けて上陸させてくれるよう頼みました、あるいはエペイオス人が支配する、気高いエリスへと。
§13.276ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο §13.277πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
しかし確かに、風の力が彼らをそこから追い払い、彼らは非常に不本意であり、私を騙そうとしたわけではありませんでした。
§13.278κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
そこから彷徨って、私たちは夜にここに到着しました。
§13.279σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν §13.280δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι,
私たちは骨折って港へと船を漕ぎ入れ、夕食のことも全く念頭にありませんでした、激しくそれを欲してはいたものの。
§13.281ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
ただ船から上がって、私たちは皆そのまま横たわりました。
§13.282ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, §13.283οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες §13.284κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
そこで、疲れた私には甘い眠りが訪れましたが、彼らは中空の船から私の財宝を取り出し、まさに私が砂浜に横たわっているその場所に置きました。
§13.285οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες §13.286ᾤχοντʼ·
そして彼らは、よく人の住むシドンへと船を乗せ、去って行きました。
αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ. §13.287ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
しかし私は、心に悲しみを抱いて取り残されたのです」彼はそのように言った。
§13.288χειρί τέ μιν κατέρεξε·
輝く目の女神アテネは微笑み、手で彼を撫でた。
δέμας δʼ ἤϊκτο γυναικὶ §13.289καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
彼女の姿は、美しく、背が高く、見事な技を知る女性の姿に変わっていた。
§13.290καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
そして彼女は声をかけ、翼ある言葉を語りかけた。
§13.291κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι §13.292ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε.
「お前を策略において出し抜く者は、たとえ神が出会ったとしても、よほど抜け目がなく、狡猾な者であろう。
§13.293σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες, §13.294οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων §13.295μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν.
不屈の男、知略に富む者、嘘の達人よ、お前は自分の土地に帰ってきたときでさえ、お前にとって生まれつき馴染み深い、欺瞞や不実な言葉をやめるつもりはなかったのだな」

語釈・文法注

  1. §13.224ἔχουσʼ — 若者の姿(222行)をしているアテネを記述しているが、分詞 ἔχουσα(縮約形 ἔχουσʼ)は文法的主語である女性名詞 Ἀθήνη(221行)に一致している。
  2. §13.235κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο — κεῖθʼ は三人称単数現在直説法中動態 κεῖται の縮約。属格の ἐριβώλακος ἠπείροιο は分離の属格であり、本土から海に向かって張り出している様子を記述している。
  3. §13.254πάλιν δʼ ὅ γε λάζετο μῦθον — πάλιν(逆に、再び)と λάζετο(掴んだ、受け止めた)の組み合わせで、「言葉を逆の方向に引き戻した」、すなわち真実を語る代わりに偽りの物語を組み立てたことを意味する慣用表現。
  4. §13.295πεδόθεν — 名詞 πέδον(地面、底)に起源・起点を表す接尾辞 -θεν が付いた副詞で、「地面の底から」、転じて「根底から」「生まれつき」を意味する。

この箇所を引用する

ホメロス, オデュッセイア §13.224-13.295. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:13.224-13.295

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。