§13.224δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην· §13.225ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα.
肩上披着一件折成双层的精美斗篷;她那明亮的脚下穿着凉鞋,手中握着长矛。
§13.226τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε, §13.227καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §13.228ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, §13.229χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, §13.230ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε §13.231εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω.
奥德修斯看见她便十分高兴,迎上前去,对她开口,说出羽翼般的话语: “朋友,既然在这个地方我最先遇到了你,我向你致意,请你不要心怀恶意地对待我,求你保全这些财宝,保全我;因为向你我如同向神明一样祈求,并拥抱你亲切的双膝。
§13.232καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· §13.233τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν;
请如实地告诉我,好让我能清楚地知晓:这是什么土地? 什么国家? 这里居住着什么样的人?
这莫非是某座明丽的岛屿,或者是某处从肥沃的大陆向海洋倾斜而出的海岸?
§13.236τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· §13.237νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, §13.238εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι.
” 对他的话,闪眸女神雅典娜再次回答道: “外乡人,你真是愚蠢,或者是从极远的地方来的,如果连这片土地你都要询问。
οὐδέ τι λίην §13.239οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί, §13.240ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, §13.241ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
因为此地绝非如此默默无闻;相反,有非常多的人知道它,既包括所有居住在黎明与太阳升起之方向的人,也包括所有在后方、面向迷雾沉沉之幽暗方向居住的人。
§13.242ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, §13.243οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται.
诚然,这里崎岖不平,不适宜驱马奔驰,但它也并不十分贫瘠,虽然算不得辽阔。
§13.244ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος §13.245γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση· §13.246αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη §13.247παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
因为这里生长着无穷无尽的谷物,而且也产美酒;常年有雨水滋润,有丰盈的甘露;这里极适宜放牧山羊与牛群;还有各种各样的林木,更有源源不断的饮水处。
§13.248τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, §13.249τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.
因此,外乡人,伊塔卡的名字甚至已经传到了特洛伊,人们说特洛伊离阿开亚人的土地非常遥远。
§13.250ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, §13.251χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε §13.252Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο·
” 她这样说,历尽艰辛的高贵奥德修斯心中欢喜,为身处祖国的土地而高兴,正如帕拉斯·雅典娜—— 手持埃吉斯之盾的宙斯之女——所告诉他的那样。
§13.253καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §13.254οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον, §13.255αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· §13.256πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, §13.257τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς §13.258χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα §13.259φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, §13.260Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ §13.261ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, §13.262οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης §13.263Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ, §13.264ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, §13.265οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον §13.266δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων.
于是,他对她开口,说出羽翼般的话语;但他并未说出真话,反而收回了话语,在胸中始终盘算着极其精明的算计: “在辽阔的克里特岛,我就听闻过伊塔卡的名字,那是跨越遥远大海的地方;如今我自己也来到了这里,带上了这些财宝;但我留给孩子们同等数量的财宝,而自己正在逃亡,因为我杀死了伊多墨纽斯亲爱的儿子捷足的奥尔西洛科斯,他在辽阔的克里特,曾用疾驰的双脚战胜那些勤劳谋生的男子,因为他想夺走我所有的特洛伊战利品,那是我为此在心中受尽痛苦,穿梭于战士的沙场与苦难的波涛中才得来的,因为在特洛伊人的土地上我没有巴结逢迎他的父亲,而是率领着我自己的其他同伴。
§13.267τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ §13.268ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· §13.269νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας §13.270ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας.
当他走下来时,我用青铜的长矛击中了他;从乡间(走下来),我与一名同伴在路旁埋伏,当时极其昏暗的夜色笼罩着天空,没有一个凡人注意到我们,我不知不觉地夺走了他的性命。
§13.271αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, §13.272αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς §13.273ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα· §13.274τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι §13.275ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί.
当我用锋利的青铜杀死了他之后,我立刻奔向一艘船只,向高贵的腓尼基人哀求,并给了他们令人满意的战利品作为报酬;我请求他们把我送到皮洛斯,并让我上岸,或者是送到神圣的伊利斯,那是埃培奥斯人统治的地方。
§13.276ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο §13.277πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι.
但确实,狂风的力量将他们从那里推开,尽管他们非常不情愿,他们也并非想要欺骗我。
§13.278κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
我们从那里漂泊,在夜间到达了此地。
§13.279σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν §13.280δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι, §13.281ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
我们费力地将船划进港口,完全没有心思顾及晚餐,尽管我们非常渴望吃上一顿,而是直接下了船,我们所有人都躺了下来。
§13.282ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, §13.283οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες §13.284κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
在那里,甘甜的睡意袭向疲惫的我,而他们从那艘中空的船中搬出我的财宝,把它们放在我躺着的沙滩旁边。
他们登船离去,前往人口稠密的西多尼亚;而我被留了下来,心中满是悲伤。
§13.287ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, §13.288χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ §13.289καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ·
” 他这样说,闪眸女神雅典娜微笑了,用手抚摩着他;她的体态变成了一个女子的模样,既美丽又高挑,且精通精美的手艺。