Humanitext Reader

ホメロス · オデュッセイア §11.496-11.568

ネオプトレモスの武勇の報告とアイアースの沈黙

80 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスはアキレウスにその息子ネオプトレモスのトロイア戦争木馬作戦での勇猛な活躍と無傷での帰還を語り、アキレウスを喜ばせる。その後、かつてアキレウスの武具をめぐって争い自害したアイアースの亡霊に語りかけるが、アイアースは沈黙したまま立ち去る。

§11.496ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε, §11.497οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
それとも、彼らは彼をギリシアやプティアの地で軽んじているのだろうか、老いのために彼の手足が衰えているからという理由で。
§11.498οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο, §11.499τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ §11.500πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
太陽の光の下で私が、彼を助ける者としていられたなら、かつて広いトロイアにおいて、アルゲイオス人を守りながら、最も優れた軍勢を討ち取った、そのような者としていられたなら。
§11.501εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
もしそのような者として、わずかの間だけでも父の家へ帰ることができたなら!
§11.502τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, §11.503οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
そうすれば私は、誰であれ、父を暴力で虐げ、その名誉から遠ざけている者たちに、私の力と、手出しさせぬ両腕を恐れさせてやるものを。
§11.504ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
彼はこのように語り、私は彼に答えて語りかけた。
§11.505ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
「優れたペレウスについては、私は何も聞いていません。
§11.506αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο §11.507πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
しかし、あなたの愛する子ネオプトレモスについては、あなたの命じる通りに、すべての真実を語りましょう。
§11.508αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης §11.509ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς.
私自身が彼を、中をくり抜いた均整の取れた船に乗せて、スカイロスから、脛甲の美しいアカイア人たちのもとへと連れて行ったのですから。
§11.510ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, §11.511αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων·
私たちがトロイアの町の周りで策を巡らせていたとき、彼はいつも最初に発言し、言葉を誤りませんでした。
§11.512Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
神のようなネストルと私だけが、彼に勝っていたのです。
§11.513αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, §11.514οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, §11.515ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων,
また、私たちがトロイア人の平野で青銅の武器をもって戦ったとき、彼は決して男たちの群れや群衆の中に留まらず、遥か前へと駆け出し、自らの勇猛さに任せて誰にも譲りませんでした。
§11.516πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
そして、恐ろしい戦いの中で多くの男たちを討ち取りました。
§11.517πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, §11.518ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν,
彼がアルゲイオス人を助けて討ち取ったほどの多くの人々を、私はすべて語り、名指すことはできません。
§11.519ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, §11.520ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §11.521Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
しかし、彼が青銅の武器で討ち取った、テレポスの子である英雄エウリュピュロスのこと、そして彼の周りで多くのケテイオス人の仲間たちが、女への贈り物のために殺されたことは語りましょう。
§11.522κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
私は彼を、神のようなメムノンの次に最も美しい者として見ました。
§11.523αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, §11.524Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, §11.525ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, §11.526ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες §11.527δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· §11.528κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν §11.529οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν §11.530δάκρυ ὀμορξάμενον·
また、エペイオスが作った木馬に、アルゲイオス人のうち最も優れた者たちが乗り込んだとき(私には、密な伏兵を開き、また閉じることのすべてが任されていました)、他のダナオス人の指導者や支配者たちは涙を拭い、各自の手足は震えていましたが、彼のことは、私は一度もこの目で、その美しい肌が青ざめるのを見ることも、頬から涙を拭うのを見ることもありませんでした。
ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν §11.531ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην §11.532καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
彼はむしろ、木馬から外へ出してくれと何度も懇願し、剣の柄や、青銅の重い槍を握りしめ、トロイア人たちへの災いを心に描いていました。
§11.533ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, §11.534μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν §11.535ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ §11.536οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ
しかし、私たちがプリアモスの険しい町を徹底的に略奪したとき、彼は取り分と優れた褒賞を手にして船に乗り込みました、無傷で、鋭い青銅で射られることもなく、白兵戦で傷を負うこともありませんでした。
§11.537γίγνεται ἐν πολέμῳ·
戦争においてはそのようなことが多く起こるものですが。
ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
アレスは敵味方入り乱れて狂い荒れるものですから。
§11.538ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο §11.539φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, §11.540γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
」私がこのように言うと、俊足のアイアコスの子孫の亡霊は、アスポデロスの野原を大股で歩き去っていきました、その子が傑出した存在であると私が語ったことに、喜びを抱きながら。
§11.541αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων §11.542ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη.
他の亡くなった死者たちの亡霊は悲しみながら立っており、それぞれが自らの憂いを尋ねていました。
§11.543οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
テラモンの子アイアースの亡霊だけが、離れたところに立っていました。
§11.544νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, §11.545τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ §11.546τεύχεσιν ἀμφʼ Ἀχιλῆος·
アキレウスの武具をめぐり、船の傍らで裁判を争って、私が勝利したその勝利のゆえに怒りを抱いて。
ἔθηκε δὲ πότνια μήτηρ. §11.547παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
尊い母がそれを景品として置かれ、トロイア人の子供たちとパラス・アテナが裁決を下したのです。
§11.548ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
そのような名誉ある争いで私が勝たなければよかったものを。
§11.549τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν,
そのような優れた人物を、それらの武具のゆえに大地が包み込んでしまったのだから。
§11.550Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο
アイアースを。
§11.551τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
彼は、姿においても行いにおいても、優れたペレウスの子に次いで、他のダナオス人の中で最も秀でていたのに。
§11.552τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν·
私は彼に優しい言葉で語りかけました。
§11.553Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες §11.554οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων §11.555οὐλομένων;
「アイアースよ、優れたテラモンの子よ、お前は死んでもなお、あの忌まわしい武具のゆえの、私への怒りを忘れるつもりはないのか。
τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, §11.556τοῖος γάρ σφιν πύργος ἀπώλεο·
神々があれをアルゲイオス人への災いとされたのだ、お前のような防壁が失われたのだから。
σεῖο δʼ Ἀχαιοὶ §11.557ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο §11.558ἀχνύμεθα φθιμένοιο διαμπερές·
アカイア人はお前が死んだことを、ペレウスの子アキレウスの死と同じように、絶えず等しく嘆き悲しんでいる。
οὐδέ τις ἄλλος §11.559αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων §11.560ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
他に誰も原因ではなく、ゼウスが槍執るダナオス人の軍勢を恐ろしく憎まれ、お前にその運命を課されたのだ。
§11.561ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς §11.562ἡμέτερον·
さあ、こちらへ来ておくれ、王よ、私たちの言葉と語りかけを聞くために。
δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
お前の怒りと高慢な心を和らげておくれ。
§11.563ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας §11.564ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
」私がこのように言うと、彼は何も答えず、他の亡くなった死者たちの亡霊とともにエレボスへと去っていきました。
§11.565ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· §11.566ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι §11.567τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
そこでなお、怒りながらも彼が私に語りかけるか、あるいは私が彼に語りかけたかもしれなかったが、私の胸の中の心が、他の亡くなった者たちの亡霊を見たいと望んだのだ。
§11.568ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
そこで私は、ゼウスの輝かしい子ミノスを見た……

語釈・文法注

  1. §11.501εἰ τοιόσδʼ ἔλθοιμι — 接続詞 εἰ と希求法 ἔλθοιμι の組み合わせ。ここでは現在の実現不可能な願望(「もし私がそのような者として帰れるならば!」)を表す。次行の τῷ κέ ... στύξαιμι を帰結節とする条件文の条件節と捉えることも可能。
  2. §11.521γυναίων εἵνεκα δώρων — 「女への贈り物のために」。神話上、エウリュピュロスの母アステュオケがプリアモスから黄金のブドウの木を贈られ、その見返りとして息子をトロイアの戦場へ送ったというエピソードを指す。
  3. §11.548ὡς δὴ μὴ ὄφελον νικᾶν — 強い願望を表す ὡς と、過去の実現しなかった事実に対する後悔・願望を示す ὄφελον(ὀφείλω のアオリスト)に不定詞 νικᾶν が続く構文。「私は勝たなければよかったのに」という意味になる。
  4. §11.565ἔνθα χʼ ὅμως προσέφη ... ἤ κεν ἐγὼ τόν — 小辞 κε (ἄν) と直説法過去(προσέφη、および後者の節で省略された動詞)の組み合わせによる、過去の事実に対立する反実仮想の構文。「(実際はそうならなかったが)そこで彼は私に語りかけたかもしれないし、あるいは私が彼に語りかけただろうに」というニュアンス。

この箇所を引用する

ホメロス, オデュッセイア §11.496-11.568. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.496-11.568

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。