§11.496ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε, §11.497οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
还是他们在希腊和普提亚轻视他,因为衰老束缚了他的双手和双脚?
§11.498οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο, §11.499τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ §11.500πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν·
若我在阳光之下,能做他的帮手,就如昔日我在辽阔的特洛伊,为保护阿耳戈斯人而斩杀其最优秀的军队那般。
§11.501εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ·
若我能以那样的姿态,哪怕只是一时回到父亲的府邸!
§11.502τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, §11.503οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς.
那我必将用我的力量和不可战胜的双手,让任何人胆战心惊,那些虐待他、剥夺他尊荣的人。
§11.504ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §11.505ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, §11.506αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο §11.507πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις·
他这样说,而我回答并对他说: “关于无瑕的佩琉斯,我确实一无所知,但是关于你亲爱的儿子新普托勒摩斯,我会按照你的吩咐,把全部真相告诉你。
因为是我亲自用一艘中空、平稳的船,将他从斯库罗斯带到戴有精美护胫的阿开亚人那里。
§11.510ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, §11.511αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων· §11.512Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω.
确实,当我们围绕特洛伊城商讨计策时,他总是第一个发言,且言无失误;唯有神圣的涅斯托尔和我能胜过他。
§11.513αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, §11.514οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, §11.515ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, §11.516πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι.
而当我们在特洛伊人的平原上用青铜武器交战时,他绝不留在人群或队伍之中,而是远远奔在最前面,凭着自己的勇猛不向任何人让步,他在残酷的战斗中斩杀了许多人。
§11.517πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, §11.518ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, §11.519ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, §11.520ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι §11.521Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων.
他为保护阿耳戈斯人而斩杀的那么多的军队,我无法一一述说或点名;但只有他如何用青铜武器杀死了忒勒福斯之子,英雄欧律皮罗斯,以及在他周围许多克泰奥斯人的同伴,他们因为妇人的礼物而惨遭杀害。
§11.522κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον.
在神圣的门农之后,我所见过的最英俊之人确实就是他。
§11.523αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, §11.524Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, §11.525ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, §11.526ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες §11.527δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· §11.528κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν §11.529οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν §11.530δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν §11.531ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην §11.532καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα.
而当我们进入埃珀奥斯所制造的木马中时,我们这些阿耳戈斯人的佼佼者,一切都托付给了我,无论是打开紧密的伏兵处还是关闭它,那时其他达那奥斯人的领袖和统治者们都在擦拭眼泪,每个人的手脚都在颤抖;但但我从未亲眼看见过他,无论是他那俊美的面容因害怕而变苍白,还是从脸颊上擦拭眼泪;他反而极力恳求我放他走出木马,他不停地抚摸着剑柄和沉重的青铜枪,心中盘算着给特洛伊人带来灾难。
§11.533ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, §11.534μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν §11.535ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ §11.536οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ §11.537γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης.
但是,当我们彻底毁灭了普里阿摩斯险峻的城市后,他带着属于他的那份和一份优厚的奖赏登上了船,安然无恙,既未被锋利的青铜武器所伤,也未在近战中被刺伤,而这在战争中是常有发生的事;因为阿瑞斯总是混杂无情地狂暴。
§11.538ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο §11.539φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, §11.540γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι.
” 我这样说,而捷足的埃阿科斯后裔的亡灵便大步流星地穿过水仙平原走开了,因我告诉他他的儿子表现杰出而满心欢喜。
其他死去的亡灵们悲伤地站在那里,各自询问着自己的心碎之事。
§11.543οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο §11.544νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, §11.545τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ §11.546τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ. §11.547παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
唯有忒拉蒙之子埃阿斯的亡灵远远地站着,仍因那场胜利而愤怒,那是在船旁争夺阿喀琉斯的武器时,我胜过了他的胜利;那是高贵的母亲设为奖赏,特洛伊人的孩子们和帕拉斯·雅典娜做出了判决。
§11.548ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ·
我多么希望我没有在那场争夺中获胜!
§11.549τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν, §11.550Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο §11.551τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
因为大地为了那些武器而吞噬了这样一位杰出的人物,埃阿斯,他在外貌和事迹上都超越了除去无瑕的佩琉斯之子以外的所有达那奥斯人。
§11.552τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· §11.553Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες §11.554οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων §11.555οὐλομένων;
我用温和的话语对他说: “埃阿斯,无瑕的忒拉蒙之子,难道你在死后也无法忘记因那致命的武器而对我的愤怒吗?
τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, §11.556τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ §11.557ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο §11.558ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος §11.559αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων §11.560ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν.
神明们将它们变成了阿耳戈斯人的灾难,因为像你这样的防壁毁灭了;阿开亚人为你死去的悲伤,等同于我们对佩琉斯之子阿喀琉斯之死的悲伤,直到永远;而这绝不怪罪于其他任何人,而是宙斯对持枪的达那奥斯人军队极其痛恨,并将你的命运降在了你的身上。
§11.561ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς §11.562ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.
但请到这里来,首领啊,好让你听听我们的言语和谈话;请平息你的愤怒和高傲的心灵。
§11.563ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας §11.564ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
” 我这样说,但他一言不发,走向了死去的亡灵们之中的厄瑞玻斯。
§11.565ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· §11.566ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι §11.567τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
在那里,尽管他满怀愤怒,他或许仍会对我说话,或者我对他说,我那亲爱胸怀中的心灵,却渴望着去看其他逝去者的亡灵。
§11.568ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν,
在那里,我确实看到了米诺斯,宙斯显赫的儿子,