Humanitext Reader

ホメロス · オデュッセイア §11.428-11.495

アガメムノンの警告とアキレウスとの対話

79 / 173 箇所 · ギリシア語

要旨

アガメムノンはオデュッセウスに、ペネロペイアの賢明さを称えつつも、女を完全に信用しないよう警告する。その後アキレウスの亡霊が現れ、オデュッセウスは彼の冥界での権威を称えるが、アキレウスは死者の王であるよりも生きて仕える方がましだと語り、息子の消息を尋ねる。

§11.428ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται·
このような行いを心に企てる(女がいるとは)。
§11.429οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές, §11.430κουριδίῳ τεύξασα πόσει φόνον.
彼女が企てたあの不名誉な行い、契りを結んだ夫に死を企てたのだ。
ἦ τοι ἔφην γε §11.431ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν §11.432οἴκαδʼ ἐλεύσεσθαι·
私は思っていた、子供たちや召使いたちに喜ばれて家に帰れるだろうと。
ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα §11.433οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω §11.434θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν.
しかし彼女は人一倍邪悪なことを知っており、自分自身にも、また後世の女性たちすべてに、たとえその者が善良であっても、恥をもたらしたのだ。
§11.435ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
彼はこのように語り、私は彼に答えて語りかけた。
§11.436ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς §11.437ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς §11.438ἐξ ἀρχῆς·
「ああ、哀れなことよ、広く響き渡る声を持つゼウスは、アトレウスの子孫を女たちの陰謀によって、最初から恐ろしく憎まれたのだ。
Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί, §11.439σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι.
ヘレネのせいで、私たちは多くの者が滅び、あなたに対しては、あなたが遠くにいる間に、クリュタイムネストラが企みを巡らせていた。
§11.440ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
」私がこのように言うと、彼はすぐに答えて私に言った。
§11.441τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι·
「それゆえ、今やあなたも、妻であっても決して優しくしてはならない。
§11.442μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς, §11.443ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
自分がよく知っている事柄をすべて彼女に打ち明けてはならず、一方は語り、もう一方は隠しておくように。
§11.444ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός·
しかしオデュッセウスよ、あなたには妻の手による死は訪れないだろう。
§11.445λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε §11.446κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια.
非常に賢く、その心に優れた考えを抱いているからだ、イカリオスの娘、賢明なペネロペイアは。
§11.447ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς §11.448ἐρχόμενοι πόλεμόνδε·
私たちが戦争へ向かうとき、彼女をまだうら若い花嫁として残してきた。
πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ §11.449νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ, §11.450ὄλβιος·
彼女の胸には、まだ乳飲み子の幼な子がいたが、彼は今では男たちの数の中に座しているだろう、幸運なことに。
ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών, §11.451καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν.
愛する父親が帰還して彼を目にし、彼もまた、あるべき道理に従って父親を抱きしめるだろう。
§11.452ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις §11.453ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν.
だが、私の妻は、我が子を私の目で見て満ち足りることさえ許さず、その前に私自身を殺してしまったのだ。
§11.454ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
あなたに別のことを言おう、心に留めておいてほしい。
§11.455κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν §11.456νῆα κατισχέμεναι·
愛する祖国の土地に、船を密かに、公然とではなく停泊させることだ。
ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
なぜなら、女たちにはもはや信頼がないからだ。
§11.457ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, §11.458εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο, §11.459ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι, §11.460ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ·
だが、さあ、私にこれを語り、正確に述べておくれ、私の息子の生存についてどこかで聞いたことがあるかどうかを、オルコメノス、あるいは砂多きピュロスにおいてか、あるいは広いスパルタのメネラオスの傍らにいるのか。
§11.461οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.
なぜなら、神のようなオレステスは、地上でまだ死んではいないのだから。
§11.462ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼はこのように語り、私は彼に答えて語りかけた。
§11.463Ἀτρεΐδη, τί με ταῦτα διείρεαι;
「アトレウスの子よ、なぜ私にそのようなことを尋ねるのですか。
οὐδέ τι οἶδα, §11.464ζώει ὅ γʼ ἦ τέθνηκε·
私は何も知りません、彼が生きているのか死んでいるのかを。
κακὸν δʼ ἀνεμώλια βάζειν.
風のように虚しい言葉を吐くのは良くないことです。
§11.465νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν §11.466ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες·
」私たち二人はこのように、痛ましい言葉を交わしながら、嘆き悲しみ、大粒の涙を流しながら立っていた。
§11.467ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος §11.468καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
そのとき、ペレウスの子アキレウスの亡霊がやって来た、パトロクロス、優れたアンティロコス、そしてアイアースの亡霊も。
§11.469Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε §11.470τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.
彼は姿も体格も、優れたペレウスの子の他では、ダナオス人の中で最も優れていた。
§11.471ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο §11.472καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
駿足のアキレウスの亡霊は私に気づき、嘆きながら、私に翼ある言葉を語りかけた。
§11.473διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.474σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
「ゼウスから生まれしラエルテスの子、知謀に長けたオデュッセウスよ、恐れ知らずの男よ、あなたは心の中でさらにどんな途方もない企てをしようというのか。
§11.475πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ
どうしてあなたは冥府へと下る勇気を持てたのか。
§11.476ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων;
そこには死者たちが、意識のない、命尽きた人間たちの幻影として住んでいるというのに。
§11.477ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼はこのように語り、私は彼に答えて語りかけた。
§11.478ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, §11.479ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν
「おお、アキレウスよ、ペレウスの子、アカイア人のうちで最も優れた者よ、私はテイレイシアスの託宣を求めてやって来ました。
§11.480εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·
何か助言を語ってくれ、険しいイタケへと私が帰還できるようにと。
§11.481οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς §11.482γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά.
私はまだアカイアの地の近くにも行っておらず、自分たちの土地にも足を踏み入れてはいません。 常に苦難に遭っています。
σεῖο δʼ, Ἀχιλλεῦ, §11.483οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω.
しかしアキレウスよ、あなたほど以前にも、また今後も、より幸いな男は他に存在しません。
§11.484πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν §11.485Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν §11.486ἐνθάδʼ ἐών·
かつて、あなたが生きている間、私たちアルゲイオス人はあなたを神々と等しく敬い、今また、ここであなたは死者たちを強力に支配しているのです。
τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.
ですから、死んだからといって、決して悲しまないでください、アキレウスよ。
§11.487ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε·
」私がこのように言うと、彼はすぐに答えて私に言った。
§11.488μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ.
「輝かしいオデュッセウスよ、私に死を慰めようとしないでくれ。
§11.489βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, §11.490ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,
私は地上にあって、他の者のもとで雇われ人として仕えたい、土地の分け前を持たず、大した暮らし向きでもない男のもとで。
§11.491ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
滅び去ったすべての死者たちを支配するよりも。
§11.492ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες, §11.493ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί.
だが、さあ、私の優れた息子の話を語っておくれ、彼は先陣として戦うために戦争に従ったのか、それともそうではないのか。
§11.494εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, §11.495ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
そして、優れたペレウスについて何か聞いたことがあれば、私に語っておくれ、彼は多くのミュルミドン人たちの間で今も敬意を保っているのか、

語釈・文法注

  1. 11.428βάληται — 関係代名詞 ἥ τις に導かれる節の中で接続法 βάληται が用いられ、一般化や性質(「〜するような女」)を表している。
  2. 11.441εἶναι — 不定詞 εἶναι が命令形(命令的不定詞)として機能している。主語は 2人称の σὺ。
  3. 11.489βουλοίμην — 希求法 βουλοίμην に小辞 κʼ (κε) が伴い、実現可能な仮定の下での控えめな希望や推量(「むしろ〜したいものだ」)を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §11.428-11.495. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.428-11.495

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。