§11.569χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, §11.570ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, §11.571ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ.
黄金の笏を手に持ち、死者たちを裁いているのを、彼は座っており、死者たちは王である彼の周りで行く末の判決を求めて尋ねていた、門の広いハデスの館で、座る者も、立つ者も。
§11.572τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα §11.573θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, §11.574τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι §11.575χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
彼の次には、巨大なオリオンが、アスポデロスの野原で野獣たちを追い立てているのを見た、それらは彼自身が寂しい山々で、その手には決して折れることのない、すべて青銅でできた棍棒を握りながら、討ち取ったものであった。
また私は、名高き大地の息子ティテュオスが、地面に横たわっているのを見た。
ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, §11.578γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, §11.579δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί·
彼は九ペレトロンの広さにわたって横たわっており、両脇に止まった二羽のハゲワシが、彼の肝臓を啄んで引き裂き、腹皮の中に嘴を潜り込ませていたが、彼は両手で防ごうとはしなかった。
なぜなら彼は、ゼウスの栄えある妃レトを襲ったからである、彼女が美しい舞いどころパノペウスを通ってピュトへと向かっているときに。
§11.582καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα
さらに私は、激しい苦痛を抱えるタンタロスを見た。
§11.583ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ·
彼は池の中に立っており、水面は彼の顎に届きそうであった。
§11.584στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι·
彼は渇きに喘ぎながら飲もうと身を構えていたが、すくい取って飲むことができなかった。
§11.585ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, §11.586τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ §11.587γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων.
なぜなら、この老人が飲もうと切望して身を屈めるたびに、そのたびに水は吸い込まれて消え失せ、足元には黒い土が現れ、神がそれを干からびさせるのであった。
§11.588δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, §11.589ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι §11.590συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι·
高く枝を茂らせた木々が、その頭上から果実を垂らしていた、梨や石榴、見事な実を結ぶ林檎、甘い無花果、そして青々と茂るオリーブ。
§11.591τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, §11.592τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα.
この老人が手でそれらを掴もうと身を乗り出すたびに、風がそれらを影深い雲の彼方へと吹き飛ばしてしまうのであった。
さらに私は、激しい苦痛を抱えるシシュポスを見た、彼は両手で巨大な岩を抱え上げていた。
彼は手と足を踏ん張りながら、岩を丘の上へと押し上げていた。
ἀλλʼ ὅτε μέλλοι §11.597ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς· §11.598αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής.
しかし、いざ頂上を越えさせようとするとき、抗いがたい力がそれを押し戻し、再びあの非情な岩は平地へと転がり落ちていくのであった。
§11.599αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς §11.600ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει.
しかし彼は全身の力を振り絞って再び押し戻し、汗は四肢から流れ落ち、頭からは埃が舞い上がっていた。
αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι §11.603τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην, §11.604παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
彼自身は不死の神々の中にいて、宴を楽しみ、美しい踝を持つヘーベーを妻としている、偉大なゼウスと、黄金のサンダルを履くヘラの娘である。
彼の周りには、鳥たちの叫びのように死者たちの騒めきが起こり、彼らは四方へと逃げ惑っていた。
ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς, §11.607γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν, §11.608δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς.
彼は暗い夜に似て、覆いのない弓を手にし、弦に矢を番え、恐ろしく見回しながら、今にも放とうとする者のようであった。
§11.609σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ §11.610χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, §11.611ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, §11.612ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε.
彼の胸の周りには、恐ろしい肩帯、黄金の帯があり、そこには驚くべき精巧な細工が施されていた、熊や野性の猪、ぎらぎらとした目つきの獅子たち、そして衝突や戦い、殺戮や虐殺が。
自らの技術であの肩帯を心の中に描き出した職人は、これを作った以上、他には何も作らぬように。
§11.615ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν, §11.616καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·
彼もまた私に気づき、この目で見るや、哀れむように涙しながら、翼ある言葉を語りかけた。
§11.617διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.618ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, §11.619ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο.
「神々に守られたラエルテスの子、智謀に長けたオデュッセウスよ、ああ、気の毒な人よ、お前もまた、かつて私が太陽の光の下で耐えていたような、悲惨な運命を引きずっているのか。
私はクロノスの子ゼウスの息子であったが、計り知れない苦難を抱えていた。
μάλα γὰρ πολὺ χείρονι φωτὶ §11.622δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους.
遥かに劣る男に屈服させられ、彼は私に過酷な試練を課したのだから。
§11.623καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ·
かつて彼は、犬を連れてくるために私をここへ送った。
οὐ γὰρ ἔτʼ ἄλλον §11.624φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον·
これより困難な試練は私にはあり得ないと彼は考えていたのだ。
§11.625τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο·
私はそれを引き上げて、ハデスの館から連れ出した。
§11.626Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.
エルメイアスと、輝く目のアテナが私を導いてくれたのだ。
§11.627ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
」こう語ると、彼は再びハデスの館の内へと去っていった。
§11.628αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι §11.629ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
しかし私は、かつて亡くなった英雄たちのうち、誰かがまだ来はしないかと、そこに留まり続けた。
§11.630καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, §11.631Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα·
そして、私が望んでいた昔の英雄たちを、さらに見ることができたかもしれなかった、神々の名高き子らであるテセウスやペイリトオスを。
しかし、その前に死者たちの無数の群れが、凄まじい叫び声を上げて集まってきた。
ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, §11.634μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου §11.635ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια.
すると、私は青ざめた恐怖に捕らえられた、尊いペルセポネイアが、ハデスの底からあの恐ろしい怪物のゴルゴの首を、私に向けて送りはしないかと。
§11.636αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους §11.637αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.
そこで、私はすぐに船へと行き、仲間たちに、船に乗り込み、艫綱を解くように命じた。
§11.638οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
彼らはすぐに乗り込み、ベンチに腰を下ろした。
§11.639τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο,
船はオケアノスの大河を、流れの波に乗って進んだ。
§11.640πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος.
初めは櫂を漕いで、その後は心地よい順風を受けて。