§11.145ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν·
そう言うと、彼はすぐに答えて私に言った。
§11.146ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
「お前に容易なことを教え、心に留めさせよう。
§11.147ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων §11.148αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει·
死んだ死者のうち、お前が血に近づくことを許す者は誰であれ、お前に真実を語るだろう。
§11.149ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
だがお前が拒む者は誰であれ、引き返して去って行くだろう。
」王なるテイレイシアスの魂は、神託を語り終えると、このように言ってハデスの館へと去って行った。
しかし私はその場にじっと留まり、母がやって来て、暗い血を飲むのを待った。
αὐτίκα δʼ ἔγνω, §11.154καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·
彼女は飲むとすぐに私だと気づき、嘆きながら、翼ある言葉を私にかけた。
§11.155τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
「我が子よ、生きていながらどうしてこの薄暗い冥界へとやって来たのか。
§11.156ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
生きている者にとって、これらを見るのは困難なことなのだ。
§11.157μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, §11.158Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι
なぜなら、その間には大きな川や恐ろしい流れがあり、何よりもまずオーケアノスがあるからだ。
§11.159πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
徒歩の者には、よく作られた船を持っていなければ、とうてい渡ることはできない。
お前はトロイアから長い間さまよった末に、船と同志たちとともに、今ようやくここに辿り着いたのか。
οὐδέ πω ἦλθες §11.162εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
まだイタケには戻らず、館にいる妻にも会っていないのか。
§11.163ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼女がこのように言うと、私は答えて彼女に言った。
「我が母よ、私をハデスの館へと連れてきたのは、テーバイのテイレイシアスの魂から神託を得る必要があったからです。
§11.166οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς
私はまだアカイアの地に近づいておらず、私たちの故郷の土を踏んでもいません。
§11.167γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν, §11.168ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ §11.169Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
高貴なアガメムノンに従って、駿馬の産地イリオスへと向かい、トロイア人と戦うことになって以来、私は常に苦難を抱えてさまよっているのです。
§11.170ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
しかし、さあ私にこれを語り、正確に述べてください。
§11.171τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
どのような死の運命があなたを打ち倒したのですか。
長患いの病でしょうか、それとも矢を喜ぶアルテミスが、その穏やかな矢をもって訪れ、あなたを射殺したのですか。
§11.174εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον,
また、私が残してきた父と息子のことを語ってください。
§11.175ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη §11.176ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
私の王権は今も彼らの手にあるのか、それともすでに他の誰かがそれを手にしており、私はもう戻らないと人々が言っているのですか。
§11.177εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
また、私の娶った妻の考えと心について語ってください。
彼女は子供のもとに留まり、すべての財産をしっかりと守っているのか、それともアカイア人のうちで最も優れた者が、すでに彼女を妻に迎えたのですか。
§11.180ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ·
」私がこのように言うと、気高き母はすぐに答えた。
§11.181καὶ λίην κείνη γε μένει τετληότι θυμῷ
「実に彼女は耐え忍ぶ心をもって、お前の館に留まっている。
涙を流す彼女にとって、うっとうしい夜と昼が常に過ぎていく。
§11.184σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος §11.185Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας §11.186δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν·
お前の美しい王権はまだ誰も手にしておらず、テレマコスが安穏と所領を治め、裁判を行う者が整えるにふさわしい、平等な宴を味わっている。
§11.187πάντες γὰρ καλέουσι.
なぜなら、すべての者が彼を招くからだ。
πατὴρ δὲ σὸς αὐτόθι μίμνει §11.188ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται.
だがお前の父はそこの畑に留まり、町には下りてこない。
οὐδέ οἱ εὐναὶ §11.189δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα,
彼には、敷き布団も毛布も、光沢のある敷物もベッドにはない。
§11.190ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, §11.191ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
彼は冬の間は、館の中で奴隷たちが眠る場所、火のそばの灰の中で眠り、体にはみすぼらしい衣服をまとっている。
§11.192αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη, §11.193πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο §11.194φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
しかし、夏と実り豊かな秋が訪れると、葡萄の茂る果樹園の傾斜地の至る所で、地面に落ちた木の葉の上に、粗末な寝床が彼のために用意される。
§11.195ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει
彼はそこに悲しみながら横たわり、お前の帰郷を渇望して、心の中に大きな痛みを育てている。
§11.196σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
そして過酷な老齢が彼に迫っている。
§11.197οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
なぜなら、私もそのようにして死に、運命を迎えたのだから。
§11.198οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα §11.199οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν, §11.200οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα §11.201τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν·
館の中で、狙い誤らぬ矢を喜ぶアルテミスが、穏やかな矢をもって私を襲い、打ち倒したのでもなければ、何かの病が私を襲い、恐ろしい衰弱によって体から命を奪い去ったのでもない。
§11.202ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, §11.203σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
むしろ、光輝くオデュッセウスよ、お前への思慕とお前の知恵、お前の優しい心遣いが、私の甘美な命を奪い去ったのだ。
§11.204ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας §11.205μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
」彼女がこのように言うと、私は心の中で思い乱れ、亡き母の魂を抱きしめたいと願った。
§11.206τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, §11.207τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ §11.208ἔπτατʼ.
三度、私は抱きしめようと身を乗り出し、私の心もそうせよと命じたが、三度とも、彼女は影のように、あるいは夢のように私の手から飛び去ってしまった。
ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, §11.209καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων·
私の心には、さらに鋭い痛みが沸き起こり、私は彼女に声をかけ、翼ある言葉で語りかけた。
§11.210μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα,
「我が母よ、抱きしめようと熱望する私を、なぜ待ってくださらないのですか。