Humanitext Reader

ホメロス · オデュッセイア §11.74-11.144

テイレイシアスによる帰郷と未来の預言

74 / 173 箇所 · ギリシア語

要旨

エルペノールが埋葬の願いを告げ終えると、テイレイシアスが現れ、オデュッセウスに帰郷を阻むポセイドンの怒りと、太陽神の家畜を傷つけぬよう警告する。さらに求婚者たちへの復讐と海を知らぬ地での旅、そして穏やかな最期を預言し、オデュッセウスは亡き母との対話方法を尋ねる。

§11.74ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν, §11.75σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, §11.76ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι.
いや、私を私が持っているすべての武具とともに焼き尽くし、灰色の海の浜辺に私のために塚を築いてください、不運な男の記念として、後世の人々が聞き知ることができるように。
§11.77ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν, §11.78τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν.
これらのことを私のために成し遂げ、私の墓の上に櫂を突き立ててください、生きていた頃に私が同志たちとともに漕いでいたその櫂を。
§11.79ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼がこのように語ると、私は答えて彼に語りかけた。
§11.80ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω.
「不運な者よ、私はお前のためにこれらのことを成し遂げ、実行しよう。
§11.81νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
」このようにして私たち二人は陰鬱な言葉を交わしながら座っていた。
§11.82ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, §11.83εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν·
私は離れた場所で、血の上に剣を突き出し、もう一方では同志の幻影が多くのことを語っていた。
§11.84ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, §11.85Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια,
そこへ亡き母の魂がやって来た、気高きアウトリュコスの娘アンティクレイアである。
§11.86τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν.
私が神聖なイリオスへと向かう際、生きている彼女を残してきたのだった。
§11.87τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ·
彼女を見て私は涙を流し、心の中で哀れに思った。
§11.88ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, §11.89αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι.
しかし、深く悲しんではいたものの、やはり彼女を先に血に近づくことは許さなかった、テイレイシアスから神託を聞くまでは。
§11.90ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο §11.91χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν·
そこへテーバイのテイレイシアスの魂がやって来た、黄金の笏を手に持っており、彼は私を認識して語りかけた。
§11.92διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §11.93τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο §11.94ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον;
「神々に育まれしラエルテスの子、機知に富むオデュッセウスよ、不運な者よ、お前はどうして再び太陽の光を離れ、死者たちとこの喜びなき場所を見るためにやって来たのか。
§11.95ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, §11.96αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω.
さあ、穴から退き、鋭い剣を遠ざけよ、私が血を飲み、お前に真実を告げるために。
§11.97ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον §11.98κουλεῷ ἐγκατέπηξʼ.
」彼がこのように言うと、私は後ずさりし、銀の鋲を打った剣を鞘に収めた。
ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, §11.99καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων·
彼が黒い血を飲み終えると、まさにそのとき、非の打ち所なき預言者が言葉をかけてきた。
§11.100νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ·
「誉れ高いオデュッセウスよ、お前は甘美な帰郷を求めている。
§11.101τὸν δέ τοι ἀργαλέον θήσει θεός·
しかし、神はそれを困難なものとするだろう。
οὐ γὰρ ὀίω §11.102λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ
なぜなら私は思わないからだ、地を揺るがす神の目を逃れられるとは。
§11.103χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
彼は心に怒りを抱いている、お前が彼の愛する息子を盲目にしたことに腹を立てて。
§11.104ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, §11.105αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, §11.106ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα §11.107Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον,
それでもなお、多くの災難に遭いながらも、お前たちは帰還できるかもしれない、お前がお前自身の欲望と同志たちの欲望を抑えようと思うなら、よく作られた船を最初に近づけるとき、紫色の海を逃れて、スリナキアの島へと。
§11.108βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα §11.109Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει.
そこで草を食んでいる牛たちと、丸々と太った羊たちを見出すだろう、すべてを見、すべてを聞く太陽神のそれを。
§11.110τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, §11.111καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε·
もしこれらを傷つけずに残し、帰郷のことだけを考えるなら、数々の災難に遭いながらも、お前たちはなおイタケに到達できるだろう。
§11.112εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, §11.113νηί τε καὶ ἑτάροις.
しかし、もしお前がそれらを傷つけるなら、そのときはお前たちの破滅を予言する、船にとっても同志たちにとっても。
αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, §11.114ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, §11.115νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, §11.116ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι §11.117μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες.
お前自身がもし逃れられたとしても、すべての同志を失い、他人の船に乗って、遅く惨めに帰還することになり、家には災難を見出すだろう、傲慢な男たちが、お前の財産を食い潰し、神のようなお前の妻に求婚し、婚資を差し出しているのを。
§11.118ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών·
だが、お前は帰還したとき、確実に彼らの暴挙に報復するだろう。
§11.119αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι §11.120κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, §11.121ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν, §11.122εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν
だが、お前の館の中で求婚者たちを計略によって、あるいは堂々と鋭い青銅の武器で殺したなら、そのときは、手頃な櫂を手にして旅立ちなさい、海を知らない人々のもとに辿り着くまで。
§11.123ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· §11.124οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους §11.125οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται.
彼らは塩を混ぜた食物を食べず、舳先を赤く塗った船を知らず、船の翼となる、手頃な櫂をも知らない。
§11.126σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει·
お前に非常に明白な目印を教えよう、お前が見落とすことはない。
§11.127ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης §11.128φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, §11.129καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, §11.130ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, §11.131ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον,
別の旅人がお前に出会って、お前のその立派な肩に麦を打つ扇を担いでいると言うとき、まさにそのとき、地に手頃な櫂を突き立て、支配者ポセイドンに美しき犠牲を捧げなさい、牡羊と、牡牛と、雌豚に乗る牡の野豚を。
§11.132οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας §11.133ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, §11.134πᾶσι μάλʼ ἑξείης.
それから家に帰り、神聖な百牛犠牲を捧げなさい、広い天を領有する不死の神々に、すべての神々に、秩序正しく次々と。
θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ §11.135ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ §11.136γήραι ὕπο λιπαρῷ ἀρημένον·
そして、お前自身の死は海から離れたところで、極めて穏やかなものとして訪れ、お前を倒すだろう、健やかな老齢に達して衰え果てたお前を。
ἀμφὶ δὲ λαοὶ §11.137ὄλβιοι ἔσσονται.
周囲の人々は幸福であるだろう。
τὰ δέ τοι νημερτέα εἴρω.
私はお前に真実を語っているのだ。
§11.138ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·
」彼がこのように言うと、私は答えて彼に語りかけた。
§11.139Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί.
「テイレイシアスよ、それらのことは、おそらく神々ご自身が紡ぎ出された定めなのだろう。
§11.140ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον·
しかし、さあ、私にこれを語り、正確に述べてほしい。
§11.141μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης·
私はここに亡き母の魂を見ている。
§11.142ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν §11.143ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι.
彼女は物言わずに血の近くに座り、自分の息子をまともに見ることすら、声をかけることすら耐えられないでいる。
§11.144εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα;
王よ、どうすれば彼女が、私が私であることを認識できるだろうか。 」

語釈・文法注

  1. §11.76ἀνδρὸς δυστήνοιο — 前行の σῆμα(墓、塚)にかかる「所有」または「同格」の属格。直訳すると「不運な男の墓」となるが、文脈上は「不運な男(である私)の記念として」という意味合いを持つ。
  2. §11.105καὶ ἑταίρων — 接続詞 καὶ に続く ἑταίρων は属格であり、先行する σὸν θυμόν(お前の心、欲望)の θυμόν が省略されたものとして解釈される(「お前自身の心と、同志たちの心」)。
  3. §11.110τὰς — 女性複数対格の指示代名詞であり、前文に登場する βόας(牛たち)と μῆλα(羊たち、中性複数だがここでは家畜全体を指す女性代名詞で受けられている)を指す。ホーマー詩においては、関係代名詞ではなく、文頭の指示代名詞として機能する。
  4. §11.128ἀθηρηλοιγὸν — 「穀物をふるい分ける箕(または扇)」を意味する。海を知らない人が、肩に担いだ「櫂」(ἐρετμόν)を見て、農業用の道具である「箕」と勘違いして発言する状況を描いており、オデュッセウスが海から完全に離れた未開の地に到達したことを示す目印となっている。

この箇所を引用する

ホメロス, オデュッセイア §11.74-11.144. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:11.74-11.144

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。