§11.145ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· §11.146ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω.
我这样说,而他立时回答并对我说:「我会告诉你一个容易的话,并让你记在心上。
§11.147ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων §11.148αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει· §11.149ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω.
在逝去的死者中,凡是你允许靠近鲜血的人,他必会向你吐露真言;凡是你拒绝的人,他必会转身退去。
」王者泰累西阿斯的灵魂在宣示完神谕后,这样说着便走进了哈得斯的府邸。
§11.152αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ §11.153ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω, §11.154καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· §11.155τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
而我则在原地坚定地留守,直到我的母亲走上前来,吸饮了乌黑的鲜血;她立时认出了我,并悲泣着用羽翼般的言语对我说:「我的孩子,你活着怎么来到了这阴暗幽冥之地?
§11.156ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
活着的人极难看见这番景象。
§11.157μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, §11.158Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι §11.159πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
因为在我们中间有巨大的河流和可怕的水流,首先便是俄刻阿诺斯,徒步之人是绝无法渡过的,除非拥有造得坚固的船只。
你是在从特洛伊长期流浪之后,带着船只和同伴在此时才来到这里吗?
οὐδέ πω ἦλθες §11.162εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;
你还没有回到伊萨卡,也没有在府邸中见到你的妻子吗?
§11.163ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· §11.164μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο §11.165ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο·
」她这样说,而我则回答并对我说:「我的母亲,是因为有求于底比斯人泰累西阿斯的灵魂,需要向他请教神谕,必然的运势才将我带到哈得斯的府邸。
§11.166οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς §11.167γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν, §11.168ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ §11.169Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην.
因为我还未曾走近阿开亚之地,也还未曾踏上我自己的国土,而是始终怀着痛苦四处流浪,自从我起初跟随高贵的阿伽门农前往产骏马的伊利奥斯,以便与特洛伊人作战以来。
§11.170ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· §11.171τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
但请告诉我这件事,并如实道来:究竟是哪种致人死命的命运制服了你?
是长期的疾病,还是喜好放箭的阿耳忒弥斯用她那温和的箭矢袭击并射杀了你?
§11.174εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον, §11.175ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη §11.176ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι.
并且请告诉我关于我留下的父亲和儿子的事,我的王权是否仍在他们手中,还是已经有其他人掌握了它,而人们都说我再也无法回来了。
§11.177εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, §11.178ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει §11.179ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.
并请告诉我关于我的结发妻子的想法与心志,她是留在孩子身边,完好地守护着一切,还是已经改嫁给了阿开亚人中最优秀的人?
§11.180ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· §11.181καὶ λίην κείνη γε μένει τετληότι θυμῷ §11.182σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ §11.183φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
」我这样说,而我那尊贵的母亲立时回答:「她确实怀着坚忍的心留守在你的府邸中;在泪流满面之中,痛苦的黑夜与白昼总是无情地折磨着她。
§11.184σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος §11.185Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας §11.186δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν· §11.187πάντες γὰρ καλέουσι.
还未有人夺走你那美丽的王权,特勒马科斯依然安稳地治理着领地,享用着均等的宴席,那些适合执掌审判者去操持的宴席;因为所有人都邀请他。
πατὴρ δὲ σὸς αὐτόθι μίμνει §11.188ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται.
但你的父亲留在乡下的田野里,不曾下到城里来。
οὐδέ οἱ εὐναὶ §11.189δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, §11.190ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, §11.191ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται·
他的床上既没有床铺、毛毯,也没有光泽的褥垫,到了冬天他就睡在屋里奴隶们睡觉的地方,在火炉旁的尘土中,身上裹着破旧的衣服。
§11.192αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη, §11.193πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο §11.194φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί.
但当夏天和丰收的秋天到来时,在他那盛产美酒的葡萄园倾斜的山地上,遍地堆落的树叶便是为他铺设的简陋床铺。
§11.195ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει §11.196σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει.
他在那里悲伤地躺着,心中承受着巨大的哀痛,渴望着你的归来;而严酷的老迈正向他逼近。
§11.197οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον·
因为我也是这样死去并走向命运的。
§11.198οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα §11.199οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν, §11.200οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα §11.201τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· §11.202ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, §11.203σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα.
既不是在府邸中,那善射的阿耳忒弥斯用她温和的箭矢袭击并射杀了我,也不是什么疾病侵袭了我,那种特别会用可恨的消瘦夺走肢体中生命的疾病;而是对你的思念、你的智慧,光荣的奥德修斯,以及你的温情,夺走了我甘美的生命。
§11.204ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας §11.205μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης.
」她这样说,而我则在心中渴望着、思量着,想要拥抱我那亡母的灵魂。
§11.206τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, §11.207τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ §11.208ἔπτατʼ.
我曾三次向前扑去,我的心催促我抱住她,但三次她都像影子或梦境一样,从我的双手中飞逝而去。
ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, §11.209καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· §11.210μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα, §11.211ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε §11.212ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο;
而在我的心中,更泛起一阵剧烈的痛楚,我呼喊着,用羽翼般的言语对她说:「我的母亲,你为何不等待渴望着拥抱你的我,好让我们即便在哈得斯的府邸中也能相拥,两人一起在冰冷的悲叹中得到满足? 」