§23.279ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι·
しかし、確かに私は留まろう、一蹄の馬たちも(留まる)。
§23.280τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο §23.281ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον §23.282χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
というのも、彼らはあのような優れた御者の高き誉れを失ったのだから、優しい(御者)、彼は彼ら(馬たち)に極めて度々、滑らかな油を澄んだ水で洗った後に、彼らの割れ髪に注いだものだった。
§23.283τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι
その彼を、あの二頭(の馬)は立ち尽くして悼んでおり、地面には彼らの髪が垂れ下がっている。
§23.284χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
あの二頭は心に悲しみを抱いて立ち尽くしている。
§23.285ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν §23.286ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
だが、陣営の他の者たちは準備せよ、アカイア人のうち誰であれ馬たちと、しっかりと組み立てられた戦車に自信のある者は。
§23.287ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
ペレウスの子はそのように語り、素早い御者たちが集まった。
はるかに最初に立ち上がったのは、人々の主エウメロス、アドメトスの愛息であり、彼は馬術に秀でていた。
§23.290τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, §23.291ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα §23.292Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
彼の次に立ち上がったのは、テュデウスの子強勇なディオメデス、彼はかつてアイネイアスから奪い取ったトロイアの馬たちを軛の下へ入れた、もっとも(アイネイアス)自身はアポロンが救い出したが。
§23.293τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος §23.294διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους §23.295Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον·
彼の次に立ち上がったのは、アトレウスの子金髪のメネラオス、ゼウスに育まれし者、彼は軛の下へ素早い馬たちを導いた、アガメムノンの牝馬アイテと、彼自身の牡馬ポダルゴスを。
§23.296τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος §23.297δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, §23.298ἀλλʼ αὐτοῦ τέρποιτο μένων·
あの牝馬は、アンキセスの子エケポロスがアガメムノンに与えたもの、風の吹きすさぶイリオスへ彼に同行しなくてもよいように、むしろそこに留まり楽しむことができるように。
μέγα γάρ οἱ ἔδωκε §23.299Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι·
というのもゼウスが彼に大きな富を与え、彼は広々としたシキュオンに住んでいたからだ。
§23.300τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
彼は、走ることを激しく渇望しているその牝馬を軛の下へ連れて行った。
§23.301Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους, §23.302Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος §23.303τοῦ Νηληϊάδαο·
四番目にアンティロコスが、美しい毛並みの馬たちに装具を着けた、高潔な王ネストルの輝かしい息子、ネレウスの子の(息子)。
Πυλοιγενέες δέ οἱ ἵπποι §23.304ὠκύποδες φέρον ἅρμα·
ピュロス生まれの足の速い馬たちが戦車を運んでいた。
πατὴρ δέ οἱ ἄγχι παραστὰς §23.305μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ·
彼の父親が彼のそばに立ち、自らも賢明な彼(息子)に、善意を持って助言を語った。
§23.306Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν §23.307Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν §23.308παντοίας·
「アンティロコスよ、お前は若いにもかかわらず、ゼウスとポセイドンがお前を愛し、あらゆる馬術を教えられた。
τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ·
だからお前を教える必要はそれほどない。
§23.309οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν·
お前は折り返し点の周りをうまく回る方法をよく知っているからだ。
ἀλλά τοι ἵπποι §23.310βάρδιστοι θείειν·
しかしお前の馬たちは走るのが最も遅い。
τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
それゆえ、私は不吉な結果を懸念している。
§23.311τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ §23.312πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
他人の馬たちはより速いが、彼ら自身(の御者)がお前自身よりも多くの計略を巡らせる術を知っているわけではない。
さあ、愛する子よ、心にあらゆる知恵を巡らせよ、賞品がお前をすり抜けて逃げてしまわないように。
§23.315μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι· §23.316μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ §23.317νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· §23.318μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
知恵によってこそ、木こりは力によるよりもはるかに優れた仕事を成し、知恵によってまた、航海士はワイン色の海の上で風にかき乱される素早い船を真っ直ぐに導き、知恵によってまた、御者は他の御者に打ち勝つのだ。
§23.319ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς §23.320ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, §23.321ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει·
しかし、自分の馬や戦車だけに頼り、考えもなしに広くあちこちへ回り込む者は、馬たちがコース上で迷走し、それを制御することもできない。
§23.322ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, §23.323αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει §23.324ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν,
だが、より劣る馬を駆りながらも、抜け目のない知恵を知る者は、常に折り返し点を見つめて間近を回り、見失うことはない、いかにして最初に牛革の手綱で(馬たちを)張り詰めるべきかを。
§23.325ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
むしろ彼は安定して(馬を)制御し、先行する者を見張っている。
§23.326σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
お前に、極めて明確な目印を教えよう。 お前が見落とすことはない。
地の上に一オルグイアほど枯れ木が立っている、オークか、あるいは松の(木)だ。
τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ,
それは雨に打たれても朽ちていない。
§23.329λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ §23.330ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς
その両脇には二つの白い石が据えられている、道の合流点に。 そしてその周りは平坦な馬場になっている。
§23.331ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, §23.332ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, §23.333καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
(これは)昔亡くなった誰かの墓碑であるか、あるいは、かつての人々のもとで折り返し点として作られたものであり、そして今、親足の気高きアキレウスが(これを)折り返し点としたのだ。
§23.334τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, §23.335αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ §23.336ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν·
そこにお前は、戦車と馬たちを極めて間近に寄せて走らせ、お前自身は、美しく編まれた戦車台の中で傾きなさい、あの二頭(の馬)の左側へと静かに。
ἀτὰρ τὸν δεξιὸν ἵππον §23.337κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
しかし右側の馬を大声で励ましながら鞭打ち、手綱を手の内で緩めてやりなさい。
§23.338ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, §23.339ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι §23.340κύκλου ποιητοῖο·
折り返し点で、左側の馬をお前にとって間近に寄せさせよ、轂がまさにその端に届くかのように思われるほどに、よくできた車輪の(轂が)。
λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν, §23.341μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς·
だが、石に接触することは避けよ、馬たちを傷つけ、戦車を壊してしまわないように。
(そうなれば)他の者たちにとっては喜びとなり、お前自身にとっては恥辱となるだろう。
ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
しかし、わが愛する子よ、注意深く用心してありなさい。