Humanitext Reader

荷马 · 伊利亚特 §23.279-23.346

战车竞驶参赛者与内斯特对儿子的告诫

第 206 段,共 226 段 · 希腊语

内容简介

阿基琉斯因爱马哀悼帕特罗克洛斯而宣布不参加比赛,并召集其他将领参赛。内斯特向儿子安提洛科斯传授了详细的战术智慧与折返点处的操控秘诀,以弥补其马匹速度的不足。

§23.279ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω καὶ μώνυχες ἵπποι· §23.280τοίου γὰρ κλέος ἐσθλὸν ἀπώλεσαν ἡνιόχοιο §23.281ἠπίου, ὅς σφωϊν μάλα πολλάκις ὑγρὸν ἔλαιον §23.282χαιτάων κατέχευε λοέσσας ὕδατι λευκῷ.
但是,我确实要留下来,我的单蹄马也是;因为它们失去了那样一位优秀御者的崇高荣耀,温和的(御者),他曾屡次将润滑的橄榄油在用清水洗净它们之后,浇洒在它们的鬃毛上。
§23.283τὸν τώ γʼ ἑσταότες πενθείετον, οὔδεϊ δέ σφι §23.284χαῖται ἐρηρέδαται, τὼ δʼ ἕστατον ἀχνυμένω κῆρ.
这两匹马正站立着为他哀悼,它们的鬃毛垂落着,两匹马在心中怀着悲痛站立着。
§23.285ἄλλοι δὲ στέλλεσθε κατὰ στρατόν, ὅς τις Ἀχαιῶν §23.286ἵπποισίν τε πέποιθε καὶ ἅρμασι κολλητοῖσιν.
但是,军中其他的人,你们准备吧,凡是阿开亚人中信赖自己的骏马和紧固战车的人。
§23.287ὣς φάτο Πηλεΐδης, ταχέες δʼ ἱππῆες ἄγερθεν.
佩琉斯之子这样说,捷足的骑士们便聚集起来。
§23.288ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Εὔμηλος §23.289Ἀδμήτου φίλος υἱός, ὃς ἱπποσύνῃ ἐκέκαστο· §23.290τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, §23.291ἵππους δὲ Τρῳοὺς ὕπαγε ζυγόν, οὕς ποτʼ ἀπηύρα §23.292Αἰνείαν, ἀτὰρ αὐτὸν ὑπεξεσάωσεν Ἀπόλλων.
首先挺身而出的是众人的主宰欧墨洛斯,阿德墨托斯心爱的儿子,他以驭马之术出类拔萃;随其后挺身而出的是堤丢斯之子强健的迪奥墨德斯,他把昔日从埃涅阿斯那里夺来的特洛伊骏马套在轭下,尽管阿波罗将埃涅阿斯本人救出。
§23.293τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης ὦρτο ξανθὸς Μενέλαος §23.294διογενής, ὑπὸ δὲ ζυγὸν ἤγαγεν ὠκέας ἵππους §23.295Αἴθην τὴν Ἀγαμεμνονέην τὸν ἑόν τε Πόδαργον· §23.296τὴν Ἀγαμέμνονι δῶκʼ Ἀγχισιάδης Ἐχέπωλος §23.297δῶρʼ, ἵνα μή οἱ ἕποιθʼ ὑπὸ Ἴλιον ἠνεμόεσσαν, §23.298ἀλλʼ αὐτοῦ τέρποιτο μένων· μέγα γάρ οἱ ἔδωκε §23.299Ζεὺς ἄφενος, ναῖεν δʼ ὅ γʼ ἐν εὐρυχόρῳ Σικυῶνι· §23.300τὴν ὅ γʼ ὑπὸ ζυγὸν ἦγε μέγα δρόμου ἰσχανόωσαν.
随其后挺身而出的是阿特柔斯之子金发的梅涅劳斯,宙斯所生的天神,他将骏马套在轭下,即阿伽门农的牝马埃塞和自家的波达耳戈斯;这匹牝马是安喀塞斯之子埃刻波罗斯作为礼物送给阿伽门农的,为了不随他前往风吹日晒的伊利奥斯,而能在原地安享快乐;因为宙斯赐予了他极大的财富,他居住在广阔的西库翁;他将这匹极其渴望奔驰的牝马套在轭下。
§23.301Ἀντίλοχος δὲ τέταρτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους, §23.302Νέστορος ἀγλαὸς υἱὸς ὑπερθύμοιο ἄνακτος §23.303τοῦ Νηληϊάδαο· Πυλοιγενέες δέ οἱ ἵπποι §23.304ὠκύποδες φέρον ἅρμα· πατὴρ δέ οἱ ἄγχι παραστὰς §23.305μυθεῖτʼ εἰς ἀγαθὰ φρονέων νοέοντι καὶ αὐτῷ· §23.306Ἀντίλοχʼ ἤτοι μέν σε νέον περ ἐόντʼ ἐφίλησαν §23.307Ζεύς τε Ποσειδάων τε, καὶ ἱπποσύνας ἐδίδαξαν §23.308παντοίας· τὼ καί σε διδασκέμεν οὔ τι μάλα χρεώ· §23.309οἶσθα γὰρ εὖ περὶ τέρμαθʼ ἑλισσέμεν· ἀλλά τοι ἵπποι §23.310βάρδιστοι θείειν· τώ τʼ οἴω λοίγιʼ ἔσεσθαι.
第四个,安提洛科斯为他毛色美丽的骏马套上装具,即心高气傲的国王内斯特的显赫儿子,那涅琉斯之子的后代;他的皮洛斯产的足步捷健的骏马正拉着战车;他的父亲站在他的身边,虽然他本身就很聪明,但父亲仍怀着善意向他提出建议: “安提洛科斯啊,你虽年轻,但宙斯和波塞冬都喜爱你,教给你各种御马之术;所以,对你其实无需多作指点;因为你深知如何绕过折返点;然而你的马跑得最慢;因此,我预料会有不利的后果。
§23.311τῶν δʼ ἵπποι μὲν ἔασιν ἀφάρτεροι, οὐδὲ μὲν αὐτοὶ §23.312πλείονα ἴσασιν σέθεν αὐτοῦ μητίσασθαι.
别人的马虽然更快,但他们自己也并不比你更懂得运筹帷幄。
§23.313ἀλλʼ ἄγε δὴ σὺ φίλος μῆτιν ἐμβάλλεο θυμῷ §23.314παντοίην, ἵνα μή σε παρεκπροφύγῃσιν ἄεθλα.
所以,来吧,亲爱的孩子,在心中存起各种计谋,免得奖品从你手中溜走。
§23.315μήτι τοι δρυτόμος μέγʼ ἀμείνων ἠὲ βίηφι· §23.316μήτι δʼ αὖτε κυβερνήτης ἐνὶ οἴνοπι πόντῳ §23.317νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέμοισι· §23.318μήτι δʼ ἡνίοχος περιγίγνεται ἡνιόχοιο.
凭智谋,伐木工胜过凭蛮力;又凭智谋,舵手在酒绿的大海上驾驭着那被狂风吹袭的疾驰战船;再凭智谋,御者能够战胜对手。
§23.319ἀλλʼ ὃς μέν θʼ ἵπποισι καὶ ἅρμασιν οἷσι πεποιθὼς §23.320ἀφραδέως ἐπὶ πολλὸν ἑλίσσεται ἔνθα καὶ ἔνθα, §23.321ἵπποι δὲ πλανόωνται ἀνὰ δρόμον, οὐδὲ κατίσχει· §23.322ὃς δέ κε κέρδεα εἰδῇ ἐλαύνων ἥσσονας ἵππους, §23.323αἰεὶ τέρμʼ ὁρόων στρέφει ἐγγύθεν, οὐδέ ἑ λήθει §23.324ὅππως τὸ πρῶτον τανύσῃ βοέοισιν ἱμᾶσιν, §23.325ἀλλʼ ἔχει ἀσφαλέως καὶ τὸν προὔχοντα δοκεύει.
然而,那仅凭自己的马匹和战车盲目地在开阔处四处乱转,其骏马在赛道上偏离,而他也无法控制;但那懂得窍门之人,即便驱策着较差的马,也总盯着折返点,紧贴着它转弯,决不漏过如何一开始就用牛皮手纲拉紧骏马,而是稳稳控制着,并注视着领先者。
§23.326σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει.
我将告诉你一个非常明显的标志,你绝不会漏掉它。
§23.327ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης §23.328ἢ δρυὸς ἢ πεύκης· τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ, §23.329λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκὼ §23.330ἐν ξυνοχῇσιν ὁδοῦ, λεῖος δʼ ἱππόδρομος ἀμφὶς §23.331ἤ τευ σῆμα βροτοῖο πάλαι κατατεθνηῶτος, §23.332ἢ τό γε νύσσα τέτυκτο ἐπὶ προτέρων ἀνθρώπων, §23.333καὶ νῦν τέρματʼ ἔθηκε ποδάρκης δῖος Ἀχιλλεύς.
地上立着一根枯木,约有一寻高,或是橡树,或是松树;它不因雨水而腐烂,其两侧倚靠着两块白石,正处于道路的汇合处,周围是平坦的赛道;这或是很久以前死去的某个凡人的坟冢,又或是前人设下的折返标志,而今,足步捷健的神圣阿基琉斯将其定为折返点。
§23.334τῷ σὺ μάλʼ ἐγχρίμψας ἐλάαν σχεδὸν ἅρμα καὶ ἵππους, §23.335αὐτὸς δὲ κλινθῆναι ἐϋπλέκτῳ ἐνὶ δίφρῳ §23.336ἦκʼ ἐπʼ ἀριστερὰ τοῖιν· ἀτὰρ τὸν δεξιὸν ἵππον §23.337κένσαι ὁμοκλήσας, εἶξαί τέ οἱ ἡνία χερσίν.
你当紧贴着它驱策战车和马匹,你自己要在编织精美的车厢里,向它们的左侧微微倾斜;而那右边的马,你要大声吆喝着鞭打它,并用双手给它让出手缰。
§23.338ἐν νύσσῃ δέ τοι ἵππος ἀριστερὸς ἐγχριμφθήτω, §23.339ὡς ἄν τοι πλήμνη γε δοάσσεται ἄκρον ἱκέσθαι §23.340κύκλου ποιητοῖο· λίθου δʼ ἀλέασθαι ἐπαυρεῖν, §23.341μή πως ἵππους τε τρώσῃς κατά θʼ ἅρματα ἄξῃς· §23.342χάρμα δὲ τοῖς ἄλλοισιν, ἐλεγχείη δὲ σοὶ αὐτῷ §23.343ἔσσεται· ἀλλὰ φίλος φρονέων πεφυλαγμένος εἶναι.
在折返点,要让左边的马紧贴过去,以至于那精制车轮的轮毂似乎要擦到其边缘;但要避免碰到石头,免得伤了骏马、毁了战车;那将给他人带来欢乐,给你自己带来耻辱;所以,亲爱的孩子,你要留心防备。
§23.344εἰ γάρ κʼ ἐν νύσσῃ γε παρεξελάσῃσθα διώκων, §23.345οὐκ ἔσθʼ ὅς κέ σʼ ἕλῃσι μετάλμενος οὐδὲ παρέλθῃ, §23.346οὐδʼ εἴ κεν μετόπισθεν Ἀρίονα δῖον ἐλαύνοι
因为若你在折返点并驾齐驱并抢先越过,便无人能飞身追上你,也无法超越你,哪怕他是在后方驱策着神圣的阿里翁,”

词汇与语法注释

  1. 23.282λοέσσας — 不定过去时主动分词,阳性单数主格,来自 λοέω(λούω 的荷马体)。修饰关系从句的主语 ὅς(帕特罗克洛斯),意为“在洗净它们之后”。
  2. 23.284ἐρηρέδαται — 动词 ἐρείδω 的第三人称复数完成时中动/被动直说语气,带有史诗爱奥尼亚方言词尾 -αται(代替 -νται),主语为中性复数名词 χαῖται。
  3. 23.315μήτι — 名词 μῆτιν(“智慧、计策”)的单数与格,用作工具与格(“凭智谋”)。连续数行置于句首以起修辞强调作用,注意不要与否定词 μή 混淆。
  4. 23.339ὡς ἄν τοι πλήμνη γε δοάσσεται — ὡς ἄν 连用虚拟语气(此处 δοάσσεται 意为“似乎、显得”,为将来直说语气或虚拟语气不定过去时),表示目的或预期的结果(“以至于轮毂似乎……”)。
  5. 23.343πεφυλαγμένος εἶναι — 不定式 εἶναι(与完成时被动分词 πεφυλαγμένος 连用)被用作命令语气的替代(命令式不定式)。

引用这一段

荷马, 伊利亚特 §23.279-23.346. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.279-23.346

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。