Humanitext Reader

ホメロス · イリアス §23.347-23.415

戦車競走の開始とディオメデスの首位奪取

207 / 226 箇所 · ギリシア語

要旨

ネストルは息子への助言を終え、戦車競走が始まる。アキレウスによる籤引きの結果、各車のスタート順が決まり、一斉にスタートする。アポロンによるディオメデスの妨害とアテナの介入によりエウメロスが転倒し、ディオメデスが首位に立つ。

§23.347Ἀδρήστου ταχὺν ἵππον, ὃς ἐκ θεόφιν γένος ἦεν, §23.348ἢ τοὺς Λαομέδοντος, οἳ ἐνθάδε γʼ ἔτραφεν ἐσθλοί.
アドラストスの快速の馬(アレイオン)であれ、神々の血統を引く(馬であるが)、あるいは、この地で育てられたラオメドンの優れた馬たちであれ。
§23.349ὣς εἰπὼν Νέστωρ Νηλήϊος ἂψ ἐνὶ χώρῃ §23.350ἕζετʼ, ἐπεὶ ᾧ παιδὶ ἑκάστου πείρατʼ ἔειπε.
このように語って、ネレウスの子ネストルは再び自分の席へと腰を下ろした、わが子にあらゆる事柄の極意を語り終えたので。
§23.351Μηριόνης δʼ ἄρα πέμπτος ἐΰτριχας ὁπλίσαθʼ ἵππους.
そしてメリオネスが五番目に、美しい毛並みの馬たちを整えた。
§23.352ἂν δʼ ἔβαν ἐς δίφρους, ἐν δὲ κλήρους ἐβάλοντο·
彼らは戦車台に乗り込み、籤を中に投げ入れた。
§23.353πάλλʼ Ἀχιλεύς, ἐκ δὲ κλῆρος θόρε Νεστορίδαο §23.354Ἀντιλόχου·
アキレウスがそれを振ると、ネストルの子アンティロコスの籤が飛び出した。
μετὰ τὸν δʼ ἔλαχε κρείων Εὔμηλος·
彼の次には、支配者エウメロスが順番を得た。
§23.355τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης δουρὶ κλειτὸς Μενέλαος, §23.356τῷ δʼ ἐπὶ Μηριόνης λάχʼ ἐλαυνέμεν·
彼の次には、槍で名高いアトレウスの子メネラオスが、彼の次には、メリオネスが駆る順番を得た。
ὕστατος αὖτε §23.357Τυδεΐδης ὄχʼ ἄριστος ἐὼν λάχʼ ἐλαυνέμεν ἵππους.
そして最後に、テュデウスの子(ディオメデス)が、はるかに優秀でありながらも、馬を駆る順番を得た。
§23.358στὰν δὲ μεταστοιχί, σήμηνε δὲ τέρματʼ Ἀχιλλεὺς §23.359τηλόθεν ἐν λείῳ πεδίῳ·
彼らは一列に並び、アキレウスが折り返し点を指し示した、遥か彼方の平坦な平原の中に。
παρὰ δὲ σκοπὸν εἷσεν §23.360ἀντίθεον Φοίνικα ὀπάονα πατρὸς ἑοῖο, §23.361ὡς μεμνέῳτο δρόμους καὶ ἀληθείην ἀποείποι.
そしてその傍らに、監視人として、神のようなポイニクスを、自らの父の従者を据えた、彼が競走を記憶に留め、真実を告げるように。
§23.362οἳ δʼ ἅμα πάντες ἐφʼ ἵπποιιν μάστιγας ἄειραν, §23.363πέπληγόν θʼ ἱμᾶσιν, ὁμόκλησάν τʼ ἐπέεσσιν
彼らは一斉にみな、馬たちの上に鞭を振り上げ、手綱で打ち、言葉で熱心に大声で励ました。
§23.364ἐσσυμένως· οἳ δʼ ὦκα διέπρησσον πεδίοιο §23.365νόσφι νεῶν ταχέως·
馬たちは船から離れて、平原を速やかに突き進んだ。
ὑπὸ δὲ στέρνοισι κονίη §23.366ἵστατʼ ἀειρομένη ὥς τε νέφος ἠὲ θύελλα,
彼らの胸の下では、雲か、あるいは嵐のように、埃が舞い上がって立ち上っていた。
§23.367χαῖται δʼ ἐρρώοντο μετὰ πνοιῇς ἀνέμοιο.
たてがみは風の息吹になびいて揺れ動いた。
§23.368ἅρματα δʼ ἄλλοτε μὲν χθονὶ πίλνατο πουλυβοτείρῃ, §23.369ἄλλοτε δʼ ἀΐξασκε μετήορα·
戦車はある時は、多くの者を育む大地に近づき、ある時は空中に跳ね上がった。
τοὶ δʼ ἐλατῆρες §23.370ἕστασαν ἐν δίφροισι, πάτασσε δὲ θυμὸς ἑκάστου §23.371νίκης ἱεμένων·
御者たちは戦車台の上に立ち、一人一人の心臓は勝利を渇望して高鳴っていた。
κέκλοντο δὲ οἷσιν ἕκαστος §23.372ἵπποις, οἳ δʼ ἐπέτοντο κονίοντες πεδίοιο.
それぞれが自分の馬たちに呼びかけ、馬たちは平原で埃を巻き上げながら飛ぶように走った。
§23.373ἀλλʼ ὅτε δὴ πύματον τέλεον δρόμον ὠκέες ἵπποι §23.374ἂψ ἐφʼ ἁλὸς πολιῆς, τότε δὴ ἀρετή γε ἑκάστου §23.375φαίνετʼ, ἄφαρ δʼ ἵπποισι τάθη δρόμος·
しかし、素早い馬たちがついに最後の走路を走り遂げようとし、再び白波の立つ海の方へと向かった時、その時まさに、それぞれの実力が現れ、直ちに馬たちの走りは限界まで引き伸ばされた。
ὦκα δʼ ἔπειτα §23.376αἳ Φηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι.
そして速やかに、フェレスの孫(エウメロス)の足の速い牝馬たちが抜け出した。
§23.377τὰς δὲ μετʼ ἐξέφερον Διομήδεος ἄρσενες ἵπποι
彼女たちの後から、ディオメデスのトロイア産の牡の馬たちが追いすがった。
§23.378Τρώϊοι, οὐδέ τι πολλὸν ἄνευθʼ ἔσαν, ἀλλὰ μάλʼ ἐγγύς·
彼らは全く離れておらず、きわめて近くにいた。
§23.379αἰεὶ γὰρ δίφρου ἐπιβησομένοισιν ἐΐκτην, §23.380πνοιῇ δʼ Εὐμήλοιο μετάφρενον εὐρέε τʼ ὤμω §23.381θέρμετʼ·
というのも、彼らは常に前を行く戦車台に乗り上がろうとするかのようであり、その息吹によって、エウメロスの背中と広い両肩が暖められていたからだ。
ἐπʼ αὐτῷ γὰρ κεφαλὰς καταθέντε πετέσθην.
彼らはまさにその背後に頭を乗せるかのようにして、飛ぶように走っていた。
§23.382καί νύ κεν ἢ παρέλασσʼ ἢ ἀμφήριστον ἔθηκεν, §23.383εἰ μὴ Τυδέος υἷϊ κοτέσσατο Φοῖβος Ἀπόλλων, §23.384ὅς ῥά οἱ ἐκ χειρῶν ἔβαλεν μάστιγα φαεινήν.
そして今や追い抜くか、あるいは勝負を互角に持ち込んだであろう、もしホイボス・アポロンがテュデウスの子に怒りを抱き、彼の両手から輝く鞭を叩き落とさなかったならば。
§23.385τοῖο δʼ ἀπʼ ὀφθαλμῶν χύτο δάκρυα χωομένοιο, §23.386οὕνεκα τὰς μὲν ὅρα ἔτι καὶ πολὺ μᾶλλον ἰούσας, §23.387οἳ δέ οἱ ἐβλάφθησαν ἄνευ κέντροιο θέοντες.
怒りのあまり、彼の両目からは涙が溢れ出た、というのも、彼女たち(エウメロスの牝馬たち)がさらにいっそう速く進むのを見る一方で、自分の馬たちは、鞭なしに走ることで、遅れを取ってしまったからだ。
§23.388οὐδʼ ἄρʼ Ἀθηναίην ἐλεφηράμενος λάθʼ Ἀπόλλων
アポロンがテュデウスの子を妨害したことは、アテナの目を逃れなかった。
§23.389Τυδεΐδην, μάλα δʼ ὦκα μετέσσυτο ποιμένα λαῶν, §23.390δῶκε δέ οἱ μάστιγα, μένος δʼ ἵπποισιν ἐνῆκεν·
彼女はきわめて速やかに、人々の牧者のもとへ急行し、彼に鞭を与え、馬たちに活力を吹き込んだ。
§23.391ἣ δὲ μετʼ Ἀδμήτου υἱὸν κοτέουσʼ ἐβεβήκει, §23.392ἵππειον δέ οἱ ἦξε θεὰ ζυγόν·
そして彼女は、アドメトスの息子に対して怒りを抱いて彼を追いかけ、女神は彼の馬の軛を打ち砕いた。
αἳ δέ οἱ ἵπποι §23.393ἀμφὶς ὁδοῦ δραμέτην, ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη.
そして彼の馬たちは道の両側に走り散り、梶棒は地面に滑り落ちた。
§23.394αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη, §23.395ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε, §23.396θρυλίχθη δὲ μέτωπον ἐπʼ ὀφρύσι·
彼自身は戦車台から車輪のそばへと転がり落ち、両肘を擦りむき、口も鼻も擦りむき、額は眉の上で切り裂かれた。
τὼ δέ οἱ ὄσσε §23.397δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
そして彼の両目は涙で満たされ、力強い声は詰まってしまった。
§23.398Τυδεΐδης δὲ παρατρέψας ἔχε μώνυχας ἵππους, §23.399πολλὸν τῶν ἄλλων ἐξάλμενος·
テュデウスの子は脇へ逸らし、一蹄の馬たちを駆った、他の者たちよりもはるか前方に躍り出て。
ἐν γὰρ Ἀθήνη §23.400ἵπποις ἧκε μένος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκε.
なぜならアテナが馬たちに活力を吹き込み、彼自身に栄光を授けたからである。
§23.401τῷ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδης εἶχε ξανθὸς Μενέλαος.
彼の次に、アトレウスの子金髪のメネラオスが駆り続けた。
§23.402Ἀντίλοχος δʼ ἵπποισιν ἐκέκλετο πατρὸς ἑοῖο·
アンティロコスは自らの父の馬たちに大声で叫んだ。
§23.403ἔμβητον καὶ σφῶϊ·
「お前たち二頭も進め!
τιταίνετον ὅττι τάχιστα.
できる限り速く走れ。
§23.404ἤτοι μὲν κείνοισιν ἐριζέμεν οὔ τι κελεύω §23.405Τυδεΐδεω ἵπποισι δαΐφρονος, οἷσιν Ἀθήνη
確かに私は、あの馬たちと競うことは全く求めない、賢明なテュデウスの子の馬たちとはな。
§23.406νῦν ὤρεξε τάχος καὶ ἐπʼ αὐτῷ κῦδος ἔθηκεν·
彼らにはアテナが今、速さを授け、彼自身に栄光を与えたのだから。
§23.407ἵππους δʼ Ἀτρεΐδαο κιχάνετε, μὴ δὲ λίπησθον, §23.408καρπαλίμως, μὴ σφῶϊν ἐλεγχείην καταχεύῃ §23.409Αἴθη θῆλυς ἐοῦσα·
だがアトレウスの子の馬たちに追いつけ、引き離されるな、大急ぎでな、アイテがお前たち二頭に恥辱を注ぎかけることがないように、牝馬でありながら。
τί ἢ λείπεσθε φέριστοι;
なぜ遅れるのだ、優れた馬たちよ?
§23.410ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται·
私はこのように宣言する、そしてそれは必ず実現するだろう。
§23.411οὐ σφῶϊν κομιδὴ παρὰ Νέστορι ποιμένι λαῶν
お前たち二頭の世話は、人々の牧者ネストルのもとではもはやなされないだろう。
§23.412ἔσσεται, αὐτίκα δʼ ὔμμε κατακτενεῖ ὀξέϊ χαλκῷ, §23.413αἴ κʼ ἀποκηδήσαντε φερώμεθα χεῖρον ἄεθλον.
彼は直ちにお前たちを鋭い青銅で屠るだろう、もしお前たちが怠けて、我々がより劣る賞品を持ち帰ることになれば。
§23.414ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὅττι τάχιστα·
だから追いかけ、できる限り速く急げ。
§23.415ταῦτα δʼ ἐγὼν αὐτὸς τεχνήσομαι ἠδὲ νοήσω
このことは私自身が策略を巡らせ、考え出そう」

語釈・文法注

  1. 23.347Ἀδρήστου ταχὺν ἵππον... ἢ τοὺς Λαομέδοντος — 前行(§23.346)の対格 Ἀρίονα(神馬アレイオン)に対する同格。単数の ἵππον はアレイオンを直接指し、348行の対格複数形 τοὺς(ἵππους が省略されている)は、ラオメドンの馬たちを指して、ともに ἐλαύνοι の目的語に関連する形で追加されている。
  2. 23.357ὄχʼ ἄριστος ἐὼν — 現在分詞 ἐὼν が譲歩の意味(「〜であるけれども」)を表す。「ディオメデスがはるかに最も優秀な(御者)であるにもかかわらず(籤引きで最後のスタート順になった)」という意味を形成している。
  3. 23.379ἐπιβησομένοισιν ἐΐκτην — 未来分詞 ἐπιβησομένοισιν(ἐπιβαίνω の与格複数)が、類似や外観を表す動詞 ἐΐκτην(ἔοικα の三人称双数未完了過去/大過去)と結合し、「まさに戦車に乗り込もうとしているかのようであった」という切迫した意図や状況の類似を表す。
  4. 23.382καί νύ κεν ἢ παρέλασσʼ... εἰ μὴ... — 過去の事実に反する仮定を表す反実仮想の条件文。帰結節に小辞 κεν と直説法過去(παρέλασσε, ἔθηκε)、条件節に εἰ μή と直説法過去(κοτέσσατο)が用いられている。
  5. 23.411οὐ σφῶϊν κομιδὴ... ἔσσεται — 二人称双数与格の代名詞 σφῶϊν は、所有の与格として機能しており、「お前たち二頭には世話が存在しないだろう」すなわち「お前たちの世話はなされないだろう」という意味を表す。

この箇所を引用する

ホメロス, イリアス §23.347-23.415. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg001.humanitext-grc2:23.347-23.415

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。