Humanitext Reader

イソクラテス · アレイオス・パゴス会演説 §67-75

三十人政権と民主派の対比と祖先の模範

8 / 9 箇所 · ギリシア語

要旨

三十人政権の過酷さと民主派の寛大さを返済問題などの史実から対比し、筆者が現在の民主政を批判し過去の優れた国制を勧めるのは、アテナイ人が三十人僭主ではなく偉大な祖先を模範とすべきだからであると論じる。

§67ἀλλὰ μὴν οὐδὲ τὴν πραότητα δικαίως ἄν τις ἐπαινέσειε τὴν ἐκείνων μᾶλλον ἢ τὴν τοῦ δήμου.
また、彼ら三十人僭主の寛大さを、民衆の寛大さよりも正当に称賛することは誰にもできないでしょう。
οἱ μὲν γὰρ ψηφίσματι παραλαβόντες τὴν πόλιν πεντακοσίους μὲν καὶ χιλίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, εἰς δὲ τὸν Πειραιᾶ φυγεῖν πλείους ἢ πεντακισχιλίους ἠνάγκασαν· οἱ δὲ κρατήσαντες καὶ μεθʼ ὅπλων κατιόντες, αὐτοὺς τοὺς αἰτιωτάτους τῶν κακῶν ἀνελόντες, οὕτω τὰ πρὸς τοὺς ἄλλους καλῶς καὶ νομίμως διῴκησαν, ὥστε μηδὲν ἔλαττον ἔχειν τοὺς ἐκβαλόντας τῶν κατελθόντων.
というのも、彼らは民会の決議によって国家を掌握したにもかかわらず、市民のうち千五百人を裁判なしに処刑し、五千人以上をペイライエウスへと亡命せざるを得なくしたのに対し、民主派は勝利を収めて武器を手にして帰還したとき、諸悪の根源となった張本人たちだけを処分し、他の人々に対する処遇をこれほど見事にかつ法に則って処理したため、追放した側の人間たちが、帰還した側の人間たちに比べて何一つ不利益を被ることがなかったほどだったからです。
§68ὃ δὲ πάντων κάλλιστον καὶ μέγιστον τεκμήριον τῆς ἐπιεικείας τοῦ δήμου·
これこそが、民衆の寛大さの何よりの、そして最大の証拠です。
δανεισαμένων γὰρ τῶν ἐν ἄστει μεινάντων ἑκατὸν τάλαντα παρὰ Λακεδαιμονίων εἰς τὴν πολιορκίαν τῶν τὸν Πειραιᾶ κατασχόντων, ἐκκλησίας γενομένης περὶ ἀποδόσεως τῶν χρημάτων, καὶ λεγόντων πολλῶν ὡς δίκαιόν ἐστι διαλύειν τὰ πρὸς Λακεδαιμονίους μὴ τοὺς πολιορκουμένους ἀλλὰ τοὺς δανεισαμένους, ἔδοξε τῷ δήμῳ κοινὴν ποιήσασθαι τὴν ἀπόδοσιν.
すなわち、市内に留まっていた者たちが、ペイライエウスを占拠していた民主派を包囲するために、ラケダイモン人から百タラントンを借り入れたときのことです。 資金の返済を巡って民会が開かれ、多くの者が、ラケダイモン人への債務を返済すべきなのは包囲されていた側(民主派)ではなく、実際に借り入れた側(市内残留組)であると主張したにもかかわらず、民衆は返済を共同の負担とすることを決議したのです。
§69καὶ γάρ τοι διὰ ταύτην τὴν γνώμην εἰς τοιαύτην ἡμᾶς ὁμόνοιαν κατέστησαν καὶ τοσοῦτον ἐπιδοῦναι τὴν πόλιν ἐποίησαν, ὥστε Λακεδαιμονίους, τοὺς ἐπὶ τῆς ὀλιγαρχίας ὀλίγου δεῖν καθʼ ἑκάστην τὴν ἡμέραν προστάττοντας ἡμῖν, ἐλθεῖν ἐπὶ τῆς δημοκρατίας ἱκετεύσοντας καὶ δεησομένους μὴ περιιδεῖν αὐτοὺς ἀναστάτους γενομένους.
まさにこの決定によって、彼らは我々をこれほどの和合へと導き、国家をこれほど発展させたため、寡頭政の時代にはほとんど毎日のように我々に命令を下していたラケダイモン人が、民主政のもとでは、自分たちが破滅させられるのを黙って見過ごさないでほしいと哀願し懇願するためにやって来るほどになりました。
τὸ δʼ οὖν κεφάλαιον τῆς ἑκατέρων διανοίας τοιοῦτον ἦν·
ともかく、双方の志の要点は次のようなものでした。
οἱ μὲν γὰρ ἠξίουν τῶν μὲν πολιτῶν ἄρχειν, τοῖς δὲ πολεμίοις δουλεύειν, οἱ δὲ τῶν μὲν ἄλλων ἄρχειν, τοῖς δὲ πολίταις ἴσον ἔχειν.
すなわち、一方は市民を支配し、敵には屈従することをよしとしたのに対し、他方は他者を支配し、市民とは対等であることをよしとしたのです。
§70ταῦτα δὲ διῆλθον δυοῖν ἕνεκα, πρῶτον μὲν ἐμαυτὸν ἐπιδεῖξαι βουλόμενος οὐκ ὀλιγαρχιῶν οὐδὲ πλεονεξιῶν ἀλλὰ δικαίας καὶ κοσμίας ἐπιθυμοῦντα πολιτείας, ἔπειτα τὰς δημοκρατίας τάς τε κακῶς καθεστηκυίας ἐλαττόνων συμφορῶν αἰτίας γιγνομένας, τὰς τε καλῶς πολιτευομένας προεχούσας τῷ δικαιοτέρας εἶναι καὶ κοινοτέρας καὶ τοῖς χρωμένοις ἡδίους.
私がこれらのことを詳しく述べたのは二つの目的のためです。 第一に、私自身が寡頭政や強欲を望んでいるのではなく、公正で秩序ある国制を望んでいることを示したかったからです。 第二に、不完全に確立された民主政であっても(寡頭政に比べれば)もたらす災厄はより少なく、見事に機能している民主政は、より公正で、より万人に開かれており、それを利用する人々にとってより快いものであるという点で、極めて優れていることを示したかったからです。
§71τάχʼ οὖν ἄν τις θαυμάσειε, τί βουλόμενος ἀντὶ τῆς πολιτείας τῆς οὕτω πολλὰ καὶ καλὰ διαπεπραγμένης ἑτέραν ὑμᾶς πείθω μεταλαβεῖν, καὶ τίνος ἕνεκα νῦν μὲν οὕτω καλῶς ἐγκεκωμίακα τὴν δημοκρατίαν, ὅταν δὲ τύχω, πάλιν μεταβαλὼν ἐπιτιμῶ καὶ κατηγορῶ τῶν καθεστώτων.
そこで、これほど多くの見事な実績を上げた国制の代わりに、なぜ私があなた方に別の国制へと移行するよう説得しようとしているのか、また、なぜ今はこのように民主政を称賛しておきながら、機会があれば再び態度を変えて現在の体制を非難し告発するのかと、不思議に思う人がいるかもしれません。
§72ἐγὼ δὲ καὶ τῶν ἰδιωτῶν τοὺς ὀλίγα μὲν κατορθοῦντας πολλὰ δʼ ἐξαμαρτάνοντας μέμφομαι καὶ νομίζω φαυλοτέρους εἶναι τοῦ δέοντος, καὶ πρός γε τούτοις τοὺς γεγονότας ἐκ καλῶν κἀγαθῶν ἀνδρῶν, καὶ μικρῷ μὲν ὄντας ἐπιεικεστέρους τῶν ὑπερβαλλόντων ταῖς πονηρίαις, πολὺ δὲ χείρους τῶν πατέρων, λοιδορῶ, καὶ συμβουλεύσαιμʼ ἂν αὐτοῖς παύσασθαι τοιούτοις οὖσιν.
しかし私は、個人であっても、わずかな成功しか収めず多くの過ちを犯す人々を非難し、彼らが本来あるべき姿よりも劣っていると考えます。 さらに、立派で優れた父親から生まれながら、極度に邪悪な人々よりはわずかにましであるものの、自らの父親たちよりははるかに劣っている者たちを私は非難し、そのようなあり方をやめるよう彼らに勧告するでしょう。
§73τὴν αὐτὴν οὖν γνώμην ἔχω καὶ περὶ τῶν κοινῶν·
したがって、私は国家の公的な事柄についても同じ考えを持っています。
ἡγοῦμαι γὰρ δεῖν ἡμᾶς οὐ μέγα φρονεῖν οὐδʼ ἀγαπᾶν, εἰ κακοδαιμονησάντων καὶ μανέντων ἀνθρώπων νομιμώτεροι γεγόναμεν, ἀλλὰ πολὺ μᾶλλον ἀγανακτεῖν καὶ βαρέως φέρειν, εἰ χείρους τῶν προγόνων τυγχάνοιμεν ὄντες·
不幸に見舞われ狂気に陥った人々よりも我々が法を遵守しているからといって、自惚れたり現状に満足したりすべきではなく、むしろ、我々が祖先たちよりも劣っていることに対して、はるかに憤慨し、重く受け止めるべきだと思うからです。
πρὸς γὰρ τὴν ἐκείνων ἀρετὴν ἀλλʼ οὐ πρὸς τὴν τῶν τριάκοντα πονηρίαν ἁμιλλητέον ἡμῖν ἐστιν, ἄλλως τε καὶ προσῆκον ἡμῖν βελτίστοις ἁπάντων ἀνθρώπων εἶναι.
なぜなら、我々が競い合うべきは彼ら祖先の徳であって、三十人僭主の邪悪さではないのであり、まして我々には全人類の中で最も優れていることがふさわしいからです。
§74καὶ τοῦτον εἴρηκα τὸν λόγον οὐ νῦν πρῶτον, ἀλλὰ πολλάκις ἤδη καὶ πρὸς πολλούς.
そして、私はこの主張を今初めて述べるのではなく、すでに何度も多くの人々に対して述べてきました。
ἐπίσταμαι γὰρ ἐν μὲν τοῖς ἄλλοις τόποις φύσεις ἐγγιγνομένας καρπῶν καὶ δένδρων καὶ ζώων ἰδίας ἐν ἑκάστοις καὶ πολὺ τῶν ἄλλων διαφερούσας, τὴν δʼ ἡμετέραν χώραν ἄνδρας φέρειν καὶ τρέφειν δυναμένην οὐ μόνον πρὸς τὰς τέχνας καὶ τὰς πράξεις καὶ τοὺς λόγους εὐφυεστάτους, ἀλλὰ καὶ πρὸς ἀνδρίαν καὶ πρὸς ἀρετὴν πολὺ διαφέροντας.
というのも、他の土地においては、穀物や樹木や動物のそれぞれに固有の、他とは大きく異なる性質が生じることを私は知っていますが、我々の土地は、技術や実践や言論において極めて優れた素質を持つだけでなく、勇気や徳においてもはるかに優れた人々を生み出し、育む力を持っているからです。
§75τεκμαίρεσθαι δὲ δίκαιόν ἐστι τοῖς τε παλαιοῖς ἀγῶσιν, οὓς ἐποιήσαντο πρὸς Ἀμαζόνας καὶ Θρᾷκας καὶ Πελοποννησίους ἅπαντας, καὶ τοῖς κινδύνοις τοῖς περὶ τὰ Περσικὰ γενομένοις, ἐν οἷς καὶ μόνοι καὶ μετὰ Πελοποννησίων, καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες, νικήσαντες τοὺς βαρβάρους ἀριστείων ἠξιώθησαν·
そのことは、アマゾン人、トラキア人、そしてすべてのペロポネソス人たちに対して祖先たちが挑んだ古代の戦いや、ペルシア戦争において直面した危機の数々によって判断するのが正当です。 それらの戦いにおいて、彼らは単独で、あるいはペロポネソス人と共に、陸戦および海戦の両方で野蛮人を破り、最優秀の栄誉を受けるにふさわしいと認められました。
ὧν οὐδὲν ἂν ἔπραξαν, εἰ μὴ πολὺ τὴν φύσιν διήνεγκαν.
もし彼らが本性において他をはるかに凌駕していなかったのであれば、これらのことの何一つとして成し遂げられなかったでしょう。

語釈・文法注

  1. 67ὥστε μηδὲν ἔλαττον ἔχειν τοὺς ἐκβαλόντας τῶν κατελθόντων — 比較の属格を用いた表現。`τῶν κατελθόντων`(帰還した者たち、すなわち民主派)が比較の基準となる属格で、`τοὺς ἐκβαλόντας`(追放した者たち、すなわち三十人政権の支持者)がその主語である。民主派が帰還した際、かつて自分たちを追い出した側の市民に対しても不利益を与えない大赦を行った文脈を正確に読み取る必要がある。
  2. 68δανεισαμένων γὰρ τῶν ἐν ἄστει μεινάντων ... ἐκκλησίας γενομένης ... καὶ λεγόντων πολλῶν — 複数の独立属格構文(genitive absolute)が並列・重畳している複雑な構造。`δανεισαμένων...`、`ἐκκλησίας γενομένης`、`λεγόντων πολλῶν` がそれぞれ独立属格を形成し、主節の主動詞 `ἔδοξε` に対する状況や原因を提示している。
  3. 70τάς τε κακῶς καθεστηκυίας ἐλαττόνων συμφορῶν αἰτίας γιγνομένας, τάς τε καλῶς πολιτευομένας προεχούσας — 分詞 `γιγνομένας` と `προεχούσας` は、直前の不定詞 `ἐπιδεῖξαι`(〜を示すこと、`βουλόμενος` に係る)の目的語として機能する、いわゆる記述分詞(補語的分詞)。「〜が〜であるということを示す」という間接話法的な意味を表す。
  4. 72μικρῷ μὲν ὄντας ἐπιεικεστέρους ... πολὺ δὲ χείρους — 与格 `μικρῷ` と `πολύ` は「差の与格(dative of measure of difference)」であり、比較級 `ἐπιεικεστέρους` および `χείρους` にかかり、「わずかに(より穏健な)」「はるかに(より劣った)」という程度・差を表している。

この箇所を引用する

イソクラテス, アレイオス・パゴス会演説 §67-75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg018.humanitext-grc2:67-75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。