§76καὶ μηδεὶς οἰέσθω ταύτην τὴν εὐλογίαν ἡμῖν προσήκειν τοῖς νῦν πολιτευομένοις, ἀλλὰ πολὺ τοὐναντίον.
そして、この賛辞が現在の我々政治に携わる者たちにふさわしいと誰も思ってはならず、むしろ、まったくその逆であると考えねばなりません。
εἰσὶ γὰρ οἱ τοιοῦτοι τῶν λόγων ἔπαινος μὲν τῶν ἀξίους σφᾶς αὐτοὺς τῆς τῶν προγόνων ἀρετῆς παρεχόντων, κατηγορία δὲ τῶν τὰς εὐγενείας ταῖς αὑτῶν ῥᾳθυμίαις καὶ κακίαις καταισχυνόντων.
というのも、このような弁論は、祖先の徳にふさわしい自らの姿を示している人々に対する称賛である一方で、自らの怠惰と邪悪さによって自らの高貴な生まれを汚している人々に対する告発だからです。
ὅπερ ἡμεῖς ποιοῦμεν· εἰρήσεται γὰρ τἀληθές.
これこそまさに我々がしていることであり、真実を語ることにしましょう。
τοιαύτης γὰρ ἡμῖν τῆς φύσεως ὑπαρχούσης, οὐ διεφυλάξαμεν αὐτήν, ἀλλʼ ἐμπεπτώκαμεν εἰς ἄνοιαν καὶ ταραχὴν καὶ πονηρῶν πραγμάτων ἐπιθυμίαν.
我々にはそのような優れた本性があるにもかかわらず、我々はそれを維持せず、愚行と混乱、そして邪悪な事柄への欲望へと陥ってしまったのです。
§77ἀλλὰ γὰρ ἢν ἐπακολουθῶ τοῖς ἐνοῦσιν ἐπιτιμῆσαι καὶ κατηγορῆσαι τῶν ἐνεστώτων πραγμάτων, δέδοικα μὴ πόρρω λίαν τῆς ὑποθέσεως ἀποπλανηθῶ.
しかし、もし私が現在の事態を非難し告発するあらゆる機会を追い求めるなら、本来の主題からあまりに遠く離れて迷い込んでしまうのではないかと恐れます。
περὶ μὲν οὖν τούτων καὶ πρότερον εἰρήκαμεν, καὶ πάλιν ἐροῦμεν, ἢν μὴ πείσωμεν ὑμᾶς παύσασθαι τοιαῦτʼ ἐξαμαρτάνοντας·
したがって、これらのことについては以前にも述べましたし、あなた方にこのような過ちを犯すのをやめるよう説得できない限り、再び述べるつもりです。
περὶ δʼ ὧν ἐξ ἀρχῆς τὸν λόγον κατεστησάμην, βραχέα διαλεχθεὶς παραχωρῶ τοῖς βουλομένοις ἔτι συμβουλεύειν περὶ τούτων.
しかし、私が当初から論じようとしていた事柄については、手短に述べた後、これらのことについてさらに助言を与えたいと望む人々に席を譲ることにします。
§78ἡμεῖς γὰρ ἢν μὲν οὕτως οἰκῶμεν τὴν πόλιν ὥσπερ νῦν, οὐκ ἔστιν ὅπως οὐ καὶ βουλευσόμεθα καὶ πολεμήσομεν καὶ βιωσόμεθα καὶ σχεδὸν ἅπαντα καὶ πεισόμεθα καὶ πράξομεν, ἅπερ ἐν τῷ παρόντι καιρῷ καὶ τοῖς παρελθοῦσι χρόνοις·
なぜなら、もし我々が現在のように国家を治め続けるならば、現在および過去においてそうであったのと同様に、我々が審議し、戦争を行い、生活し、ほぼすべてのことについて被り、また行うことになるのは避けられないからです。
ἢν δὲ μεταβάλωμεν τὴν πολιτείαν, δῆλον ὅτι κατὰ τὸν αὐτὸν λόγον, οἷά περ ἦν τοῖς προγόνοις τὰ πράγματα, τοιαῦτʼ ἔσται καὶ περὶ ἡμᾶς·
しかし、もし我々が国制を変更するならば、同じ理屈によって、祖先たちの状況がそうであったのと同様のことが我々の身にも起こることは明らかです。
ἀνάγκη γὰρ ἐκ τῶν αὐτῶν πολιτευμάτων καὶ τὰς πράξεις ὁμοίας ἀεὶ καὶ παραπλησίας ἀποβαίνειν.
というのも、同じ国制からは、常に同様で酷似した行動や結果が生じるのが必然だからです。
§79δεῖ δὲ τὰς μεγίστας αὐτῶν παρʼ ἀλλήλας θέντας βουλεύσασθαι, ποτέρας ἡμῖν αἱρετέον ἐστίν.
我々は双方の国制の最大の重要点を並べて比較し、どちらを選択すべきかを審議しなければなりません。
καὶ πρῶτον μὲν σκεψώμεθα τοὺς Ἕλληνας καὶ τοὺς βαρβάρους, πῶς πρὸς ἐκείνην τὴν πολιτείαν διέκειντο καὶ πῶς νῦν ἔχουσι πρὸς ἡμᾶς.
そして第一に、ギリシア人と野蛮人について、彼らがかつてのあの国制に対してどのように向き合っていたか、そして現在我々に対してどのような態度をとっているかを見てみましょう。
οὐ γὰρ ἐλάχιστον μέρος τὰ γένη ταῦτα συμβάλλεται πρὸς εὐδαιμονίαν, §80ὅταν ἔχῃ κατὰ τρόπον ἡμῖν.
なぜなら、これらの諸民族は、我々の繁栄に対して決して小さくない役割を果たしているからです、それらが我々にとって好都合な状態にあるときにはなおさらです。
οἱ μὲν τοίνυν Ἕλληνες οὕτως ἐπίστευον τοῖς κατʼ ἐκεῖνον τὸν χρόνον πολιτευομένοις, ὥστε τοὺς πλείστους αὐτῶν ἑκόντας ἐγχειρίσαι τῇ πόλει σφᾶς αὐτούς·
そこで、当時のギリシア人は、その時代に政治を司っていた人々を非常に信頼していたため、彼らの大部分は自ら進んで我が国に身を委ねました。
οἱ δὲ βάρβαροι τοσοῦτον ἀπεῖχον τοῦ πολυπραγμονεῖν περὶ τῶν Ἑλληνικῶν πραγμάτων, ὥστε οὔτε μακροῖς πλοίοις ἐπὶ τάδε Φασήλιδος ἔπλεον οὔτε στρατοπέδοις ἐντὸς Ἅλυος ποταμοῦ κατέβαινον, §81ἀλλὰ πολλὴν ἡσυχίαν ἦγον.
一方、野蛮人たちはギリシアの事柄に関与することからほど遠く、軍船でファセリスのこちら側へ航行することも、軍隊を率いてハリュス川の内側へ下ってくることもなく、大いに静穏を保っていました。
νῦν δʼ εἰς τοῦτο τὰ πράγματα περιέστηκεν, ὥσθʼ οἱ μὲν μισοῦσι τὴν πόλιν, οἱ δὲ καταφρονοῦσιν ἡμῶν·
しかし現在では、事態は一変し、ある人々は我々の国を憎み、他の人々は我々を軽蔑しています。
καὶ περὶ μὲν τοῦ μίσους τῶν Ἑλλήνων αὐτῶν ἀκηκόατε τῶν στρατηγῶν·
そして、ギリシア人たちの憎悪については、将軍たちから耳にしている通りです。
ὡς δὲ βασιλεὺς ἔχει πρὸς ἡμᾶς, ἐκ τῶν ἐπιστολῶν ὧν ἔπεμψεν ἐδήλωσεν.
また、ペルシア王が我々に対してどのような態度をとっているかは、彼が送ってきた書簡によって明らかです。
§82ἔτι πρὸς τούτοις ὑπὸ μὲν ἐκείνης τῆς εὐταξίας οὕτως ἐπαιδεύθησαν οἱ πολῖται πρὸς ἀρετήν, ὥστε σφᾶς μὲν αὐτοὺς μὴ λυπεῖν, τοὺς δʼ εἰς τὴν χώραν εἰσβάλλοντας ἅπαντας μαχόμενοι νικᾶν.
さらに、かつてのあの秩序のもとで、市民たちは徳を備えるよう教育されていたため、互いを苦しめることもなく、国境を侵犯するすべての侵略者を戦闘において打ち破りました。
ἡμεῖς δὲ τοὐναντίον·
しかし、我々はそれとは逆です。
ἀλλήλοις μὲν γὰρ κακὰ παρέχοντες οὐδεμίαν ἡμέραν διαλείπομεν, τῶν δὲ περὶ τὸν πόλεμον οὕτω κατημελήκαμεν, ὥστʼ οὐδʼ εἰς ἐξετάσεις ἰέναι τολμῶμεν ἢν μὴ λαμβάνωμεν ἀργύριον.
というのも、我々は互いに危害を加え合わない日は一日もなく、戦争に関する事柄を非常に怠っているため、手当を受け取らない限り閲兵式に赴くことさえあえてしないほどだからです。
§83τὸ δὲ μέγιστον· τότε μὲν οὐδεὶς ἦν τῶν πολιτῶν ἐνδεὴς τῶν ἀναγκαίων, οὐδὲ προσαιτῶν τοὺς ἐντυγχάνοντας τὴν πόλιν κατῄσχυνε, νῦν δὲ πλείους εἰσὶν οἱ σπανίζοντες τῶν ἐχόντων·
そして最大の点ですが、当時は市民のうち誰一人として生活必需品に困窮する者はおらず、出会う人々に物乞いをして国を恥ずかしめることもありませんでした。 しかし現在では、生活に困窮している者の方が、富を持っている者よりも多いのです。
οἷς ἄξιόν ἐστι πολλὴν συγγνώμην ἔχειν, εἰ μηδὲν τῶν κοινῶν φροντίζουσιν, ἀλλὰ τοῦτο σκοποῦσιν ὁπόθεν τὴν ἀεὶ παροῦσαν ἡμέραν διάξουσιν.
彼らが公的な事柄を一切顧みず、ただその日その日をいかにして凌ぐかということばかりを考えているとしても、大いに同情すべきです。
§84ἐγὼ μὲν οὖν ἡγούμενος, ἢν μιμησώμεθα τοὺς προγόνους, καὶ τῶν κακῶν ἡμᾶς τούτων ἀπαλλαγήσεσθαι καὶ σωτῆρας οὐ μόνον τῆς πόλεως ἀλλὰ καὶ τῶν Ἐλλήνων ἁπάντων γενήσεσθαι, τήν τε πρόσοδον ἐποιησάμην καὶ τοὺς λόγους εἴρηκα τούτους·
それゆえ、もし我々が祖先を模倣するならば、これらの災厄から解放されるだけでなく、我が国のみならず全ギリシア人の救済者となることができると信じて、私は登壇し、これらの言葉を述べたのです。
ὑμεῖς δὲ πάντα λογισάμενοι ταῦτα χειροτονεῖθʼ ὅ τι ἂν ὑμῖν δοκῇ μάλιστα συμφέρειν τῇ πόλει.
あなた方は、これらすべてを熟考した上で、国家にとって最も有益であると思われるものに投票してください。