§67ἀλλὰ μὴν οὐδὲ τὴν πραότητα δικαίως ἄν τις ἐπαινέσειε τὴν ἐκείνων μᾶλλον ἢ τὴν τοῦ δήμου.
再者,任何人也都无法公正地赞美三十人僭主的温和甚于赞美民众的温和。
οἱ μὲν γὰρ ψηφίσματι παραλαβόντες τὴν πόλιν πεντακοσίους μὲν καὶ χιλίους τῶν πολιτῶν ἀκρίτους ἀπέκτειναν, εἰς δὲ τὸν Πειραιᾶ φυγεῖν πλείους ἢ πεντακισχιλίους ἠνάγκασαν· οἱ δὲ κρατήσαντες καὶ μεθʼ ὅπλων κατιόντες, αὐτοὺς τοὺς αἰτιωτάτους τῶν κακῶν ἀνελόντες, οὕτω τὰ πρὸς τοὺς ἄλλους καλῶς καὶ νομίμως διῴκησαν, ὥστε μηδὲν ἔλαττον ἔχειν τοὺς ἐκβαλόντας τῶν κατελθόντων.
因为他们通过法令接管了城邦,却未经审判就处死了一千五百名市民,并强迫五千多人逃往培拉尤斯;而民主派在取得胜利并武装归来时,仅处决了那些对罪恶负有最主要责任的魁首,而将其余人的事务处理得如此妥善且合乎法律,以至于那些曾驱逐他们的人比起那些归来的人没有蒙受任何损失。
§68ὃ δὲ πάντων κάλλιστον καὶ μέγιστον τεκμήριον τῆς ἐπιεικείας τοῦ δήμου· δανεισαμένων γὰρ τῶν ἐν ἄστει μεινάντων ἑκατὸν τάλαντα παρὰ Λακεδαιμονίων εἰς τὴν πολιορκίαν τῶν τὸν Πειραιᾶ κατασχόντων, ἐκκλησίας γενομένης περὶ ἀποδόσεως τῶν χρημάτων, καὶ λεγόντων πολλῶν ὡς δίκαιόν ἐστι διαλύειν τὰ πρὸς Λακεδαιμονίους μὴ τοὺς πολιορκουμένους ἀλλὰ τοὺς δανεισαμένους, ἔδοξε τῷ δήμῳ κοινὴν ποιήσασθαι τὴν ἀπόδοσιν.
而这是民众温厚的最完美、最重大的证据:因为当留在城里的人为了包围占领培拉尤斯的人,向拉刻代蒙人借了一百塔兰同时,在为了偿还这笔资金而召开公民大会时,尽管许多人说,应当由借款者而非被包围者向拉刻代蒙人偿还债务,但民众还是决定共同承担这一偿还。
§69καὶ γάρ τοι διὰ ταύτην τὴν γνώμην εἰς τοιαύτην ἡμᾶς ὁμόνοιαν κατέστησαν καὶ τοσοῦτον ἐπιδοῦναι τὴν πόλιν ἐποίησαν, ὥστε Λακεδαιμονίους, τοὺς ἐπὶ τῆς ὀλιγαρχίας ὀλίγου δεῖν καθʼ ἑκάστην τὴν ἡμέραν προστάττοντας ἡμῖν, ἐλθεῖν ἐπὶ τῆς δημοκρατίας ἱκετεύσοντας καὶ δεησομένους μὴ περιιδεῖν αὐτοὺς ἀναστάτους γενομένους.
也正因为这一决定,他们使我们达到了如此和睦的境地,并使城邦获得了如此巨大的发展,以至于在寡头政治下几乎每天都对我们下达命令的拉刻代蒙人,在民主政治下,竟作为恳求者前来,乞求并哀求我们不要坐视他们遭遇灭顶之灾。
τὸ δʼ οὖν κεφάλαιον τῆς ἑκατέρων διανοίας τοιοῦτον ἦν· οἱ μὲν γὰρ ἠξίουν τῶν μὲν πολιτῶν ἄρχειν, τοῖς δὲ πολεμίοις δουλεύειν, οἱ δὲ τῶν μὲν ἄλλων ἄρχειν, τοῖς δὲ πολίταις ἴσον ἔχειν.
总之,双方意图的要旨如下:因为一方认为应当统治市民而臣服于敌人,另一方则认为应当统治其他民族而与市民平等相待。
§70ταῦτα δὲ διῆλθον δυοῖν ἕνεκα, πρῶτον μὲν ἐμαυτὸν ἐπιδεῖξαι βουλόμενος οὐκ ὀλιγαρχιῶν οὐδὲ πλεονεξιῶν ἀλλὰ δικαίας καὶ κοσμίας ἐπιθυμοῦντα πολιτείας, ἔπειτα τὰς δημοκρατίας τάς τε κακῶς καθεστηκυίας ἐλαττόνων συμφορῶν αἰτίας γιγνομένας, τὰς τε καλῶς πολιτευομένας προεχούσας τῷ δικαιοτέρας εἶναι καὶ κοινοτέρας καὶ τοῖς χρωμένοις ἡδίους.
我详述这些是基于两个目的:首先,是想证明我自己并不渴望寡头政治和贪婪,而是渴望一个公正且有秩序的国制;其次,是为了表明,即使是确立得不好的民主政体,其造成的灾祸也较少,而治理得当的民主政体则因更公正、更公平、对生活于其中的人更令人愉快而更为卓越。
§71τάχʼ οὖν ἄν τις θαυμάσειε, τί βουλόμενος ἀντὶ τῆς πολιτείας τῆς οὕτω πολλὰ καὶ καλὰ διαπεπραγμένης ἑτέραν ὑμᾶς πείθω μεταλαβεῖν, καὶ τίνος ἕνεκα νῦν μὲν οὕτω καλῶς ἐγκεκωμίακα τὴν δημοκρατίαν, ὅταν δὲ τύχω, πάλιν μεταβαλὼν ἐπιτιμῶ καὶ κατηγορῶ τῶν καθεστώτων.
因此,或许有人会感到惊讶:我究竟出于什么目的,竟然劝说你们放弃这个成就了如此之多美事的国制而改用另一个,又出于什么原因,我现在如此赞美民主政体,但一有机会,就又转而指责和控诉当下的体制。
§72ἐγὼ δὲ καὶ τῶν ἰδιωτῶν τοὺς ὀλίγα μὲν κατορθοῦντας πολλὰ δʼ ἐξαμαρτάνοντας μέμφομαι καὶ νομίζω φαυλοτέρους εἶναι τοῦ δέοντος, καὶ πρός γε τούτοις τοὺς γεγονότας ἐκ καλῶν κἀγαθῶν ἀνδρῶν, καὶ μικρῷ μὲν ὄντας ἐπιεικεστέρους τῶν ὑπερβαλλόντων ταῖς πονηρίαις, πολὺ δὲ χείρους τῶν πατέρων, λοιδορῶ, καὶ συμβουλεύσαιμʼ ἂν αὐτοῖς παύσασθαι τοιούτοις οὖσιν.
但我对于普通个人,也会指责那些仅在极少的事上成功却犯下许多错误的人,并认为他们比应有的水平更为低劣;此外,对于那些出身高尚而优秀家庭的人,如果他们仅仅比那些穷凶极恶的人稍好一点,却远逊于他们的父辈,我也会谴责他们,并会建议他们不要再做这样的人。
§73τὴν αὐτὴν οὖν γνώμην ἔχω καὶ περὶ τῶν κοινῶν· ἡγοῦμαι γὰρ δεῖν ἡμᾶς οὐ μέγα φρονεῖν οὐδʼ ἀγαπᾶν, εἰ κακοδαιμονησάντων καὶ μανέντων ἀνθρώπων νομιμώτεροι γεγόναμεν, ἀλλὰ πολὺ μᾶλλον ἀγανακτεῖν καὶ βαρέως φέρειν, εἰ χείρους τῶν προγόνων τυγχάνοιμεν ὄντες· πρὸς γὰρ τὴν ἐκείνων ἀρετὴν ἀλλʼ οὐ πρὸς τὴν τῶν τριάκοντα πονηρίαν ἁμιλλητέον ἡμῖν ἐστιν, ἄλλως τε καὶ προσῆκον ἡμῖν βελτίστοις ἁπάντων ἀνθρώπων εἶναι.
因此,关于公共事务我也持有同样的看法:因为我认为,如果我们只是变得比那些不幸且疯狂的人更守法,我们不该自满或满足,而如果发现自己比起祖先更为落后,则更应感到愤慨和难以释怀;因为我们必须与他们的美德竞争,而不是与三十人僭主的邪恶竞争,特别是对我们而言,成为全人类中最优秀的人本是理所当然的。
§74καὶ τοῦτον εἴρηκα τὸν λόγον οὐ νῦν πρῶτον, ἀλλὰ πολλάκις ἤδη καὶ πρὸς πολλούς.
而我阐述这一观点并非现在才开始,而是已经多次对许多人说过了。
ἐπίσταμαι γὰρ ἐν μὲν τοῖς ἄλλοις τόποις φύσεις ἐγγιγνομένας καρπῶν καὶ δένδρων καὶ ζώων ἰδίας ἐν ἑκάστοις καὶ πολὺ τῶν ἄλλων διαφερούσας, τὴν δʼ ἡμετέραν χώραν ἄνδρας φέρειν καὶ τρέφειν δυναμένην οὐ μόνον πρὸς τὰς τέχνας καὶ τὰς πράξεις καὶ τοὺς λόγους εὐφυεστάτους, ἀλλὰ καὶ πρὸς ἀνδρίαν καὶ πρὸς ἀρετὴν πολὺ διαφέροντας.
因为我知道,在其他地方,每个地方都会产生特有的作物、树木和动物的特性,与别处大不相同;而我们的土地却能够孕育并培养出这样的人:他们不仅在技艺、行动和言辞上极富天赋,而且在勇气和美德上也远远超出常人。
§75τεκμαίρεσθαι δὲ δίκαιόν ἐστι τοῖς τε παλαιοῖς ἀγῶσιν, οὓς ἐποιήσαντο πρὸς Ἀμαζόνας καὶ Θρᾷκας καὶ Πελοποννησίους ἅπαντας, καὶ τοῖς κινδύνοις τοῖς περὶ τὰ Περσικὰ γενομένοις, ἐν οἷς καὶ μόνοι καὶ μετὰ Πελοποννησίων, καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες, νικήσαντες τοὺς βαρβάρους ἀριστείων ἠξιώθησαν· ὧν οὐδὲν ἂν ἔπραξαν, εἰ μὴ πολὺ τὴν φύσιν διήνεγκαν.
我们理应通过他们与亚马逊人、色雷斯人以及所有伯罗奔尼撒人所进行的古代战斗,以及在波斯战争中所遭遇的危险来做出判断,在那些战争中,他们无论是独自作战还是与伯罗奔尼撒人并肩作战,无论是陆战还是海战,都击败了蛮族,并被认为配享最高勇武之誉;如果他们的本性并非远超常人,那么这些美事他们一桩也无法成就。