§58ἐγὼ δʼ εἰ μὲν περὶ πραγμάτων ἀγνοουμένων καὶ μὴ κοινῶν τοὺς λόγους ἐποιούμην, καὶ περὶ τούτων ἐκέλευον ὑμᾶς ἑλέσθαι συνέδρους ἢ συγγραφέας, διʼ ὧν ὁ δῆμος κατελύθη τὸ πρότερον, εἰκότως ἂν εἶχον ταύτην τὴν αἰτίαν·
然而,如果我是在谈论不为人知且非公共的事物,并要求你们为此选出委员或法案起草人——正是通过他们,先前的民主政体才被推翻——那么我理所当然会承受这种指责。
νῦν δʼ οὐδὲν εἴρηκα τοιοῦτον, ἀλλὰ διείλεγμαι περὶ διοικήσεως οὐκ ἀποκεκρυμμένης ἀλλὰ πᾶσι φανερᾶς,
但如今我并没有说任何此类的话,而是讨论一种并非隐藏、而是对所有人显而易见的行政管理。
§59ἣν πάντες ἴστε καὶ πατρίαν ἡμῖν οὖσαν καὶ πλείστων ἀγαθῶν καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησιν αἰτίαν γεγενημένην, πρὸς δὲ τούτοις ὑπὸ τοιούτων ἀνδρῶν νομοθετηθεῖσαν καὶ κατασταθεῖσαν, οὓς οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειε δημοτικωτάτους γεγενῆσθαι τῶν πολιτῶν.
你们所有人都知道,这种行政管理对我们而言是祖传的,并且曾为我们的城邦及其他希腊人带来极多福祉;此外,它是由那些任何人都会承认是公民中最拥护民主的人们所立法并确立的。
ὥστε πάντων ἄν μοι συμβαίη δεινότατον, εἰ τοιαύτην πολιτείαν εἰσηγούμενος νεωτέρων δόξαιμι πραγμάτων ἐπιθυμεῖν.
因此,如果我提出这样一种国制,却被认为企图颠覆现状,那对我而言将是天下最荒谬的事。
§60ἔπειτα κἀκεῖθεν ῥᾴδιον γνῶναι τὴν ἐμὴν διάνοιαν· ἐν γὰρ τοῖς πλείστοις τῶν λόγων τῶν εἰρημένων ὑπʼ ἐμοῦ φανήσομαι ταῖς μὲν ὀλιγαρχίαις καὶ ταῖς πλεονεξίαις ἐπιτιμῶν, τὰς δʼ ἰσότητας καὶ τὰς δημοκρατίας ἐπαινῶν, οὐ πάσας, ἀλλὰ τὰς καλῶς καθεστηκυίας, οὐδʼ ὡς ἔτυχον, ἀλλὰ δικαίως καὶ λόγον ἐχόντως.
此外,从以下这一点也极易看出我的意图:在我所发表的大部分演说中,显而易见我是在谴责寡头政体和贪婪,而赞美平等和民主政体——并非所有的民主政体,而是那些确立得极好的民主政体,而且并非漫无目的,而是公正且合乎情理地赞美。
§61οἶδα γὰρ τούς τε προγόνους τοὺς ἡμετέρους ἐν ταύτῃ τῇ καταστάσει πολὺ τῶν ἄλλων διενεγκόντας, καὶ Λακεδαιμονίους διὰ τοῦτο κάλλιστα πολιτευομένους, ὅτι μάλιστα δημοκρατούμενοι τυγχάνουσιν.
因为我知道,我们的先代在这种体制下远胜于其他人,而拉刻代蒙人之所以拥有最卓越的国制,也是因为他们实际上最为民主。
ἐν γὰρ τῇ τῶν ἀρχῶν αἱρέσει καὶ τῷ βίῳ τῷ καθʼ ἡμέραν καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἴδοιμεν ἂν παρʼ αὐτοῖς τὰς ἰσότητας καὶ τὰς ὁμοιότητας μᾶλλον ἢ παρὰ τοῖς ἄλλοις ἰσχυούσας· οἷς αἱ μὲν ὀλιγαρχίαι πολεμοῦσιν, οἱ δὲ καλῶς δημοκρατούμενοι χρώμενοι διατελοῦσιν.
因为在官职的选举、日常生活以及其他习俗中,我们可以看到,平等和相似性在他们之中发挥的作用比在其他人中更为强大;而寡头政治与这些原则为敌,但那些在民主制下治理良好的人则始终采用它们。
§62τῶν τοίνυν ἄλλων πόλεων ταῖς ἐπιφανεστάταις καὶ μεγίσταις, ἢν ἐξετάζειν βουληθῶμεν, εὑρήσομεν τὰς δημοκρατίας μᾶλλον ἢ τὰς ὀλιγαρχίας συμφερούσας· ἐπεὶ καὶ τὴν ἡμετέραν πολιτείαν, ᾗ πάντες ἐπιτιμῶσιν, ἢν παραβάλωμεν αὐτὴν μὴ πρὸς τὴν ὑπʼ ἐμοῦ ῥηθεῖσαν ἀλλὰ πρὸς τὴν ὑπὸ τῶν τριάκοντα καταστᾶσαν, οὐδεὶς ὅστις οὐκ ἂν θεοποίητον εἶναι νομίσειεν.
此外,如果我们愿意去考察其他城邦中最显赫和最伟大的那些,我们就会发现民主政治比寡头政治更为有利;因为即使是人人都指责的我们当今的国制,如果我们不把它与我所描述的那个相比,而是与三十人僭主所建立的体制相比,任何人都会认为它是神授般完美的。
§63βούλομαι δʼ, εἰ καί τινές με φήσουσιν ἔξω τῆς ὑποθέσεως λέγειν, δηλῶσαι καὶ διελθεῖν ὅσον αὕτη τῆς τότε διήνεγκεν, ἵνα μηδεὶς οἴηταί με τὰ μὲν ἁμαρτήματα τοῦ δήμου λίαν ἀκριβῶς ἐξετάζειν, εἰ δέ τι καλὸν ἢ σεμνὸν διαπέπρακται, ταῦτα δὲ παραλείπειν.
即使有人会说我偏离了主题,我也希望阐明并详述这一体制与当时的那种体制有多大的不同,以免有人以为我只是极其严苛地审视民众的过错,而在他们成就了任何美好或崇高的事情时,却将这些忽略。
ἔσται δʼ ὁ λόγος οὔτε μακρὸς οὔτʼ ἀνωφελὴς τοῖς ἀκούουσιν.
而且,这段话对于倾听者而言既不冗长,也非无益。
§64ἐπειδὴ γὰρ τὰς ναῦς τὰς περὶ Ἑλλήσποντον ἀπωλέσαμεν καὶ ταῖς συμφοραῖς ἐκείναις ἡ πόλις περιέπεσε, τίς οὐκ οἶδε τῶν πρεσβυτέρων τοὺς μὲν δημοτικοὺς καλουμένους ἑτοίμους ὄντας ὁτιοῦν πάσχειν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ προσταττόμενον, καὶ δεινὸν ἡγουμένους εἴ τις ὄψεται τὴν πόλιν τὴν τῶν Ἑλλήνων ἄρξασαν, ταύτην ὑφʼ ἑτέροις οὖσαν, τοὺς δὲ τῆς ὀλιγαρχίας ἐπιθυμήσαντας ἑτοίμως καὶ τὰ τείχη καθαιροῦντας καὶ τὴν δουλείαν ὑπομένοντας;
因为,当我们赫勒斯滂附近失去了船只,城邦陷入那些不幸时,长者中谁不知道,那些被称为民主派的人宁愿承受任何痛苦,也不愿执行被强加的命令,并认为如果有人看到曾统治希腊人的城邦如今受制于人,那是极其骇人听闻的,而那些渴望寡头政治的人却甘愿拆除城墙并屈从于奴役?
§65καὶ τότε μέν, ὅτε τὸ πλῆθος ἦν κύριον τῶν πραγμάτων, ἡμᾶς τὰς τῶν ἄλλων ἀκροπόλεις φρουροῦντας, ἐπειδὴ δʼ οἱ τριάκοντα παρέλαβον τὴν πολιτείαν, τοὺς πολεμίους τὴν ἡμετέραν ἔχοντας;
并且,当时当大众掌握国家大权时,是我们守卫着其他城邦的卫城,而当三十人僭主夺取政权后,却是敌人在占据着我们的卫城?
καὶ κατὰ μὲν ἐκεῖνον τὸν χρόνον δεσπότας ἡμῶν ὄντας Λακεδαιμονίους, ἐπειδὴ δʼ οἱ φεύγοντες κατελθόντες πολεμεῖν ὑπὲρ τῆς ἐλευθερίας ἐτόλμησαν καὶ Κόνων ναυμαχῶν ἐνίκησε, πρέσβεις ἐλθόντας παρʼ αὐτῶν καὶ διδόντας τῇ πόλει τὴν ἀρχὴν τὴν τῆς θαλάττης;
而在那个时期,拉刻代蒙人是我们的主人,但当流亡者们归来并敢于为自由而战、科农在海战中获胜后,拉刻代蒙人派来使节并向我们的城邦让出海上霸权?
§66καὶ μὲν δὴ καὶ τάδε τίς οὐ μνημονεύει τῶν ἡλικιωτῶν τῶν ἐμῶν, τὴν μὲν δημοκρατίαν οὕτω κοσμήσασαν τὴν πόλιν καὶ τοῖς ἱεροῖς καὶ τοῖς ὁσίοις, ὥστʼ ἔτι καὶ νῦν τοὺς ἀφικνουμένους νομίζειν αὐτὴν ἀξίαν εἶναι μὴ μόνον τῶν Ἑλλήνων ἄρχειν ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, τοὺς δὲ τριάκοντα τῶν μὲν ἀμελήσαντας, τὰ δὲ συλήσαντας, τοὺς δὲ νεωσοίκους ἐπὶ καθαιρέσει τριῶν ταλάντων ἀποδομένους, εἰς οὓς ἡ πόλις ἀνήλωσεν οὐκ ἐλάττω χιλίων ταλάντων;
此外,在我的同龄人中,谁不记得以下的事实:民主政体用神庙和公共建筑将城邦装饰得如此壮丽,以至于直到现在,来访的人都认为它不仅配得上统治希腊人,而且配得上统治所有其他人;而三十人僭主却忽视了其中一些,掠夺了另一些,并为了拆除而以三塔兰同的价格卖掉了船坞,而城邦为了建造这些船坞曾花费了不下千塔兰同?