§73τῶν μὲν οὖν εἰς Εὐαγόραν πολλὰ μὲν οἶμαι παραλιπεῖν·
エヴァゴラスに対する数多くの賛辞のうち、私は多くを省略してしまったと思う。
ὑστερίζω γὰρ τῆς ἀκμῆς τῆς ἐμαυτοῦ, μεθʼ ἧς ἀκριβέστερον καὶ φιλοπονώτερον ἐξειργασάμην ἂν τὸν ἔπαινον τοῦτον·
なぜなら、私は自らの全盛期を過ぎており、その時期であれば、この賛辞をより正確にかつ熱心に仕上げることができただろうからである。
οὐ μὴν ἀλλὰ καὶ νῦν, ὅσον κατὰ τὴν ἐμὴν δύναμιν, οὐκ ἀνεγκωμίαστός ἐστιν.
しかしながら、今であっても、私の力に及ぶ限り、彼は賛辞を受けないわけではない。
ἐγὼ δʼ, ὦ Νικόκλεις, ἡγοῦμαι καλὰ μὲν εἶναι μνημεῖα καὶ τὰς τῶν σωμάτων εἰκόνας, πολὺ μέντοι πλείονος ἀξίας τὰς τῶν πράξεων καὶ τῆς διανοίας, ἃς ἐν τοῖς λόγοις ἄν τις μόνον τοῖς τεχνικῶς ἔχουσι θεωρήσειεν.
しかし、ニコクレスよ、私は、肉体の肖像もまた美しい記念碑であるが、行為や思想の肖像のほうがはるかに価値があると考えている。 そして、これらは芸術的に優れた言論においてのみ見られるものである。
§74προκρίνω δὲ ταύτας πρῶτον μὲν εἰδὼς τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν οὐχ οὕτως ἐπὶ τῷ κάλλει τοῦ σώματος σεμνυνομένους ὡς ἐπὶ τοῖς ἔργοις καὶ τῇ γνώμῃ φιλοτιμουμένους·
私がこれらを好むのは、第一に、優れた人々は肉体の美しさをそれほど誇るのではなく、自らの行為や意志を誇りとする(それらに名誉を競う)ことを知っているからである。
ἔπειθʼ ὅτι τοὺς μὲν τύπους ἀναγκαῖον παρὰ τούτοις εἶναι μόνοις, παρʼ οἷς ἂν σταθῶσι, τοὺς δὲ λόγους ἐξενεχθῆναί θʼ οἷόν τʼ ἐστὶν εἰς τὴν Ἑλλάδα καί, διαδοθέντας ἐν ταῖς τῶν εὖ φρονούντων διατριβαῖς, ἀγαπᾶσθαι παρʼ οἷς κρεῖττόν ἐστιν ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν·
第二に、肖像(彫刻など)はそれが設置された場所の人々のところに留まらざるを得ないのに対し、言論はギリシア全体に広まることが可能であり、思慮ある人々の集いの中で広められ、他すべての人々の間で評判を得るよりも優れた人々の間で愛されるからである。
§75πρὸς δὲ τούτοις ὅτι τοῖς μὲν πεπλασμένοις καὶ τοῖς γεγραμμένοις οὐδεὶς ἂν τὴν τοῦ σώματος φύσιν ὁμοιώσειε, τοὺς δὲ τρόπους τοὺς ἀλλήλων καὶ τὰς διανοίας τὰς ἐν τοῖς λεγομένοις ἐνούσας ῥᾴδιόν ἐστι μιμεῖσθαι τοῖς μὴ ῥᾳθυμεῖν αἱρουμένοις, ἀλλὰ χρηστοῖς εἶναι βουλομένοις.
さらにこれらに加えて、彫刻や絵画に対しては、肉体の天性を誰も似せることはできないが、互いの生き方や言論に含まれる思想を模倣することは、怠惰に流れることを好まず、善良でありたいと望む人々にとっては容易だからである。
§76ὧν ἕνεκα καὶ μᾶλλον ἐπεχείρησα γράφειν τὸν λόγον τοῦτον, ἡγούμενος καὶ σοὶ καὶ τοῖς σοῖς παισὶ καὶ τοῖς ἄλλοις τοῖς ἀπʼ Εὐαγόρου γεγονόσι πολὺ καλλίστην ἂν γενέσθαι ταύτην παράκλησιν, εἴ τις ἀθροίσας τὰς ἀρετὰς τὰς ἐκείνου καὶ τῷ λόγῳ κοσμήσας παραδοίη θεωρεῖν ὑμῖν καὶ συνδιατρίβειν αὐταῖς.
これらの理由から、私はこの言論を書くことをよりいっそう試みたのである。 もし誰かが彼の徳を集め、言論によって飾り立てて、あなた方がそれらを観照し、またそれらと共に時間を過ごせるように引き渡すなら、それはあなたにとっても、あなたの子供たちにとっても、そしてエヴァゴラスから生まれた他の人々にとっても、はるかに美しい励ましになると考えたからである。
§77τοὺς μὲν γὰρ ἄλλους προτρέπομεν ἐπὶ τὴν φιλοσοφίαν ἑτέρους ἐπαινοῦντες, ἵνα ζηλοῦντες τοὺς εὐλογουμένους τῶν αὐτῶν ἐκείνοις ἐπιτηδευμάτων ἐπιθυμῶσιν, ἐγὼ δὲ σὲ καὶ τοὺς σοὺς οὐκ ἀλλοτρίοις παραδείγμασι χρώμενος ἀλλʼ οἰκείοις παρακαλῶ, καὶ συμβουλεύω προσέχειν τὸν νοῦν, ὅπως καὶ λέγειν καὶ πράττειν μηδενὸς ἧττον δυνήσει τῶν Ἑλλήνων.
なぜなら、他の人々に対しては、我々は他者を称賛することによって彼らを哲学へと促し、それによって彼らが賛美されている人々を模倣して、彼らと同じ行いを望むようにするが、私はあなたやあなたの家族に対して、他人の例を用いるのではなく、あなた方自身の身内の例を用いて勧め、また、ギリシア人の誰よりも劣らずに話し、かつ行動することができるようになるために注意を払うよう忠告するからである。
§78καὶ μὴ νόμιζέ με καταγιγνώσκειν, ὡς νῦν ἀμελεῖς, ὅτι πολλάκις σοι διακελεύομαι περὶ τῶν αὐτῶν.
そして、私が何度も同じことについてあなたに強く勧めているからといって、私があなたを「今は怠けている」と責めているとは思わないでほしい。
οὐ γὰρ οὔτʼ ἐμὲ λέληθας οὔτε τοὺς ἄλλους ὅτι καὶ πρῶτος καὶ μόνος τῶν ἐν τυραννίδι καὶ πλούτῳ καὶ τρυφαῖς ὄντων φιλοσοφεῖν καὶ πονεῖν ἐπικεχείρηκας, οὐδʼ ὅτι πολλοὺς τῶν βασιλέων ποιήσεις ζηλώσαντας τὴν σὴν παίδευσιν τούτων τῶν διατριβῶν ἐπιθυμεῖν, ἀφεμένους ἐφʼ οἷς νῦν λίαν χαίρουσιν.
というのも、あなたが独裁権力や富、贅沢の中にありながら、最初に、かつ唯一、哲学を学び励もうとしたこと、また、多くの王たちがあなたの教育を模倣して、今彼らが過度に喜んでいる事柄を放棄して、これらの探究を渇望するようにさせるであろうことは、私にとっても他者にとっても明白だからである。
§79ἀλλʼ ὅμως ἐγὼ ταῦτʼ εἰδὼς οὐδὲν ἧττον καὶ ποιῶ καὶ ποιήσω ταὐτὸν ὅπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ θεαταί·
しかしながら、私はこれらのことを知りつつも、体育の競技会での観客がすることと全く同じことを行い、また行うつもりである。
καὶ γὰρ ἐκεῖνοι παρακελεύονται τῶν δρομέων οὐ τοῖς ἀπολελειμμένοις ἀλλὰ τοῖς περὶ τῆς νίκης ἁμιλλωμένοις.
なぜなら、彼らもまた、走者のうち落後した者たちではなく、勝利を目指して競い合っている者たちを応援するからである。
§80ἐμὸν μὲν οὖν ἔργον καὶ τῶν ἄλλων φίλων τοιαῦτα καὶ λέγειν καὶ γράφειν ἐξ ὧν μέλλομέν σε παροξύνειν ὀρέγεσθαι τούτων, ὧνπερ καὶ νῦν τυγχάνεις ἐπιθυμῶν·
したがって、私の役目、および他の友人たちの役目は、あなたが現在まさに望んでいるそれらの事柄を熱望するよう、あなたを奮い立たせるような、そのようなことを語り、書くことである。
σοὶ δὲ προσήκει μηδὲν ἐλλείπειν ἀλλʼ ὥσπερ ἐν τῷ παρόντι καὶ τὸν λοιπὸν χρόνον ἐπιμελεῖσθαι καὶ τὴν ψυχὴν ἀσκεῖν, ὅπως ἄξιος ἔσει καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων προγόνων.
一方であなたにとっては、何一つ怠ることなく、現在のように将来も配慮を怠らず、魂を鍛錬して、父や他の祖先たちにふさわしい者となることが求められる。
ὡς ἅπασι μὲν προσήκει περὶ πολλοῦ ποιεῖσθαι τὴν φρόνησιν, μάλιστα δʼ ὑμῖν τοῖς πλείστων καὶ μεγίστων κυρίοις οὖσιν.
なぜなら、思慮を非常に重んじることはすべての人々にふさわしいことであるが、最も多くの、かつ最も偉大な事柄の主であるあなた方には特にそうだからである。
§81χρὴ δʼ οὐκ ἀγαπᾶν, εἰ τῶν παρόντων τυγχάνεις ὢν ἤδη κρείττων, ἀλλʼ ἀγανακτεῖν, εἰ τοιοῦτος μὲν ὢν αὐτὸς τὴν φύσιν, γεγονὼς δὲ τὸ μὲν παλαιὸν ἀπὸ Διός, τὸ δʼ ὑπογυιότατον ἐξ ἀνδρὸς τοιούτου τὴν ἀρετήν, μὴ πολὺ διοίσεις καὶ τῶν ἄλλων καὶ τῶν ἐν ταῖς αὐταῖς σοι τιμαῖς ὄντων.
そして、もしあなたが現在の地位にある人々よりもすでに優れているからといって、満足すべきではなく、もしあなたが自らの天性においてこれほど優れており、古くはゼウスから、そして最も近いところでは、徳においてそのような人から生まれていながら、他の人々や、あなたと同じ名誉にある人々から遥かに傑出することがないならば、憤慨すべきである。
ἔστι δʼ ἐπὶ σοὶ μὴ διαμαρτεῖν τούτων·
これらのことを誤らないことはあなたの手にかかっている。
ἂν γὰρ ἐμμένῃς τῇ φιλοσοφίᾳ καὶ τοσοῦτον ἐπιδιδῷς ὅσον περ νῦν, ταχέως γενήσει τοιοῦτος οἷόν σε προσήκει.
なぜなら、もしあなたが哲学に留まり、今と同じように進歩し続けるなら、すぐにあなたにふさわしいような者となるからである。