§65καίτοι πῶς ἄν τις τὴν ἀνδρίαν ἢ τὴν φρόνησιν ἢ σύμπασαν τὴν ἀρετὴν τὴν Εὐαγόρου φανερώτερον ἐπιδείξειεν ἢ διὰ τοιούτων ἔργων καὶ κινδύνων;
それにしても、このような事績や危難を通してでなくて、どうしてエヴァゴラスの勇気や知慮、あるいはその徳の全体を、より明らかに示し得ただろうか。
οὐ γὰρ μόνον φανεῖται τοὺς ἄλλους πολέμους, ἀλλὰ καὶ τὸν τῶν ἡρώων ὑπερβαλόμενος, τὸν ὑπὸ πάντων ἀνθρώπων ὑμνούμενον.
なぜなら、彼は他の戦争だけでなく、すべての人々に歌い継がれている英雄たちの戦争をも超越したことが明らかになるからである。
οἱ μὲν γὰρ μεθʼ ἁπάσης τῆς Ἑλλάδος Τροίαν μόνην εἷλον, ὁ δὲ μίαν πόλιν ἔχων πρὸς ἅπασαν τὴν Ἀσίαν ἐπολέμησεν·
彼らはギリシア全体を伴ってトロイア一市のみを奪取したが、彼はただ一つの都市を擁して全アジアと戦った。
ὥστʼ εἰ τοσοῦτοι τὸ πλῆθος ἐγκωμιάζειν αὐτὸν ἠβουλήθησαν ὅσοι περ ἐκείνους, πολὺ ἂν μείζω καὶ τὴν δόξαν αὐτῶν ἔλαβεν.
したがって、もし彼を称賛することを望んだ人々の数が、あの英雄たちを称賛した人々と同じほど多かったなら、彼は彼らの栄光よりもはるかに大きな栄光を手にしたことだろう。
§66τίνα γὰρ εὑρήσομεν τῶν τότε γενομένων, εἰ τοὺς μύθους ἀφέντες τὴν ἀλήθειαν σκοποῖμεν, τοιαῦτα διαπεπραγμένον, ἢ τίνα τοσούτων μεταβολῶν ἐν τοῖς πράγμασιν αἴτιον γεγενημένον;
神話は脇に置いて真実を見つめるなら、当時の人々の中で、これほどの実績を挙げた者、あるいはこれほど多くの情勢の変化をもたらした者を、我々はほかに誰を見出すことができるだろうか。
ὃς αὑτὸν μὲν ἐξ ἰδιώτου τύραννον κατέστησε, τὸ δὲ γένος ἅπαν ἀπεληλαμένον τῆς πολιτείας εἰς τὰς προσηκούσας τιμὰς πάλιν ἐπανήγαγε, τοὺς δὲ πολίτας ἐκ βαρβάρων μὲν Ἕλληνας ἐποίησεν, §67ἐξ ἀνάνδρων δὲ πολεμικούς, ἐξ ἀδόξων δʼ ὀνομαστούς, τὸν δὲ τόπον ἄμικτον ὅλον παραλαβὼν καὶ παντάπασιν ἐξηγριωμένον ἡμερώτερον καὶ πραότερον κατέστησεν, ἔτι δὲ πρὸς τούτοις εἰς ἔχθραν μὲν βασιλεῖ καταστὰς οὕτως αὐτὸν ἠμύνατο καλῶς ὥστʼ ἀείμνηστον γεγενῆσθαι τὸν πόλεμον τὸν περὶ Κύπρον, ὅτε δʼ ἦν αὐτῷ σύμμαχος, τοσούτῳ χρησιμώτερον αὑτὸν παρέσχε τῶν ἄλλων
彼は自らを一介の私人から独裁者へと押し上げ、国政から追放されていた一族全員を再びふさわしい名誉へと連れ戻し、市民たちを野蛮人からギリシア人へと変え、臆病な者から戦士へ、無名な者から高名な者へと変え、その土地全体を、誰も寄り付かず完全に荒廃した状態から引き継いで、より文明化され穏やかな場所へと変えた。 その上さらに、王と敵対関係に陥った際には、キプロスをめぐる戦争が永遠に記憶されるほどに見事に防衛し、また王の同盟者であった時には、他の誰よりもはるかに有益な援助を自ら提供した。
§68ὥσθʼ ὁμολογουμένως μεγίστην αὐτῷ συμβαλέσθαι δύναμιν εἰς τὴν ναυμαχίαν τὴν περὶ Κνίδον, ἧς γενομένης βασιλεὺς μὲν ἁπάσης τῆς Ἀσίας κύριος κατέστη, Λακεδαιμόνιοι δʼ ἀντὶ τοῦ τὴν ἤπειρον πορθεῖν περὶ τῆς αὑτῶν κινδυνεύειν ἠναγκάσθησαν, οἱ δʼ Ἕλληνες ἀντὶ δουλείας αὐτονομίας ἔτυχον, Ἀθηναῖοι δὲ τοσοῦτον ἐπέδοσαν ὥστε τοὺς πρότερον αὐτῶν ἄρχοντας ἐλθεῖν αὐτοῖς τὴν ἀρχὴν δώσοντας.
その結果、衆目の一致するところ、クニドス近海での海戦において王に最大の戦力を提供することとなり、この海戦が生じたことで、王は全アジアの覇者となり、ラケダイモン人は大陸を略奪する代わりに自らの領土をめぐって危機に瀕することを余儀なくされ、ギリシア人たちは隷属の代わりに自律を得て、アテナイ人たちは、かつて自分たちを支配していた者たちが自分たちに支配権を譲り渡しにやって来るほどに勢力を伸ばした。
§69ὥστʼ εἴ τις ἔροιτό με, τί νομίζω μέγιστον εἶναι τῶν Εὐαγόρᾳ πεπραγμένων, πότερον τὰς ἐπιμελείας καὶ τὰς παρασκευὰς τὰς πρὸς Λακεδαιμονίους ἐξ ὧν τὰ προειρημένα γέγονεν, ἢ τὸν τελευταῖον πόλεμον, ἢ τὴν κατάληψιν τῆς βασιλείας, ἢ τὴν ὅλην τῶν πραγμάτων διοίκησιν, εἰς πολλὴν ἀπορίαν ἂν κατασταίην·
それゆえ、もし誰かが私に、エヴァゴラスの成し遂げたことのうち何が最も偉大であると思うか、すなわち、そこから前述の事績が生じることになったラケダイモン人に対する配慮と準備であるのか、それとも最後の戦争であるのか、あるいは王権の奪取であるのか、それとも国政全体の統治であるのか、と尋ねたなら、私は大いに困惑することだろう。
ἀεὶ γάρ μοι δοκεῖ μέγιστον εἶναι καὶ θαυμαστότατον καθʼ ὅ τι ἂν αὐτῶν ἐπιστήσω τὴν διάνοιαν.
なぜなら、それらのうちのどれに知性を向けようとも、それが常に最も偉大で最も驚くべきものに思われるからである。
§70ὥστʼ εἴ τινες τῶν προγεγενημένων διʼ ἀρετὴν ἀθάνατοι γεγόνασιν, οἶμαι κἀκεῖνον ἠξιῶσθαι ταύτης τῆς δωρεᾶς, σημείοις χρώμενος ὅτι καὶ τὸν ἐνθάδε χρόνον εὐτυχέστερον καὶ θεοφιλέστερον ἐκείνων διαβεβίωκεν.
したがって、もし過去の人々のうち、徳のゆえに不死となった者がいるとするなら、彼もまたこの贈り物を授かるに値したと私は思う。 その根拠として、彼がこの地上での生涯を、彼らよりもいっそう幸福に、かつ神々に愛されて全うしたという事実を挙げることができる。
τῶν μὲν γὰρ ἡμιθέων τοὺς πλείστους καὶ τοὺς ὀνομαστοτάτους εὑρήσομεν ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας, Εὐαγόρας δʼ οὐ μόνον θαυμαστότατος ἀλλὰ καὶ μακαριστότατος ἐξ ἀρχῆς ὢν διετέλεσεν.
なぜなら、半神たちの多くや最も名高い者たちが、最大の不幸に見舞われたことを我々は見出すのに対し、エヴァゴラスは最初から最後まで、最も称賛されるべきであるだけでなく、最も祝福された者であり続けたからである。
§71τί γὰρ ἀπέλιπεν εὐδαιμονίας, ὃς τοιούτων μὲν προγόνων ἔτυχεν οἵων οὐδεὶς ἄλλος, πλὴν εἴ τις ἀπὸ τῶν αὐτῶν ἐκείνῳ γέγονεν, τοσοῦτον δὲ καὶ τῷ σώματι καὶ τῇ γνώμῃ τῶν ἄλλων διήνεγκεν ὥστε μὴ μόνον Σαλαμῖνος ἀλλὰ καὶ τῆς Ἀσίας ἁπάσης ἄξιος εἶναι τυραννεῖν, κάλλιστα δὲ κτησάμενος τὴν βασιλείαν ἐν ταύτῃ τὸν βίον διετέλεσε, θνητὸς δὲ γενόμενος ἀθάνατον τὴν περὶ αὑτοῦ μνήμην κατέλιπε, τοσοῦτον δʼ ἐβίω χρόνον ὥστε μήτε τοῦ γήρως ἄμοιρος γενέσθαι μήτε τῶν νόσων μετασχεῖν τῶν διὰ ταύτην τὴν ἡλικίαν γιγνομένων.
彼には幸福のうちに欠けているものが何一つあっただろうか。 彼は、彼と同じ祖先から生まれた者がいるとすればその者を除いて、他の誰一人として持たなかったような優れた祖先を持ち、身体においても精神においても他者よりはるかに優れていたため、サラミスだけでなく全アジアを支配するにふさわしい者であり、最も見事な方法で王権を獲得してその中で生涯を全うし、死すべき身でありながら自らに関する不滅の記憶を残し、老齢の恵みを失うこともなく、またこの年齢に伴って生じる病を経験することもないほどに長く生きたのである。
§72πρὸς δὲ τούτοις, ὃ δοκεῖ σπανιώτατον εἶναι καὶ χαλεπώτατον, εὐπαιδίας τυχεῖν ἅμα καὶ πολυπαιδίας, οὐδὲ τούτου διήμαρτεν, ἀλλὰ καὶ τοῦτʼ αὐτῷ συνέπεσεν.
これらのことに加えて、最も稀であり最も困難と思われること、すなわち優れた子供たちと多くの子供たちを同時に得るということにおいても、彼は失望させられることなく、それもまた彼に起きたのである。
καὶ τὸ μέγιστον, ὅτι τῶν ἐξ αὑτοῦ γεγονότων οὐδένα κατέλιπεν ἰδιωτικοῖς ὀνόμασι προσαγορευόμενον, ἀλλὰ τὸν μὲν βασιλέα καλούμενον, τοὺς δʼ ἄνακτας, τὰς δʼ ἀνάσσας.
そして最も偉大であるのは、自らから生まれた子供たちのうち、誰一人として私人の名で呼ばれる状態のまま残さず、一人は王と呼ばれ、他の男たちは君主、女たちは王妃と呼ばれるようにしたことである。
ὥστʼ εἴ τινες τῶν ποιητῶν περί τινος τῶν προγεγενημένων ὑπερβολαῖς κέχρηνται, λέγοντες ὡς ἦν θεὸς ἐν ἀνθρώποις ἢ δαίμων θνητός, ἅπαντα τὰ τοιαῦτα περὶ τὴν ἐκείνου φύσιν ῥηθῆναι μάλιστʼ ἂν ἁρμόσειεν.
したがって、もし詩人たちの誰かが過去の人物について誇張を用い、彼は人間の中の神、あるいは死すべき神性であったと言っているなら、そのようなすべての表現は、彼の天性について語られるのが最もふさわしいであろう。