§73τῶν μὲν οὖν εἰς Εὐαγόραν πολλὰ μὲν οἶμαι παραλιπεῖν· ὑστερίζω γὰρ τῆς ἀκμῆς τῆς ἐμαυτοῦ, μεθʼ ἧς ἀκριβέστερον καὶ φιλοπονώτερον ἐξειργασάμην ἂν τὸν ἔπαινον τοῦτον·
Of the many things concerning Evagoras, I think I have left out much; for I fall short of my own prime, in which I would have worked out this praise more accurately and laboriously.
οὐ μὴν ἀλλὰ καὶ νῦν, ὅσον κατὰ τὴν ἐμὴν δύναμιν, οὐκ ἀνεγκωμίαστός ἐστιν.
Nevertheless, even now, as far as my power allows, he does not lack praise.
ἐγὼ δʼ, ὦ Νικόκλεις, ἡγοῦμαι καλὰ μὲν εἶναι μνημεῖα καὶ τὰς τῶν σωμάτων εἰκόνας, πολὺ μέντοι πλείονος ἀξίας τὰς τῶν πράξεων καὶ τῆς διανοίας, ἃς ἐν τοῖς λόγοις ἄν τις μόνον τοῖς τεχνικῶς ἔχουσι θεωρήσειεν.
But I, O Nicocles, believe that while images of bodies are indeed beautiful monuments, those of deeds and mind are of much greater value, which one can behold only in speeches that are artistically composed.
§74προκρίνω δὲ ταύτας πρῶτον μὲν εἰδὼς τοὺς καλοὺς κἀγαθοὺς τῶν ἀνδρῶν οὐχ οὕτως ἐπὶ τῷ κάλλει τοῦ σώματος σεμνυνομένους ὡς ἐπὶ τοῖς ἔργοις καὶ τῇ γνώμῃ φιλοτιμουμένους· ἔπειθʼ ὅτι τοὺς μὲν τύπους ἀναγκαῖον παρὰ τούτοις εἶναι μόνοις, παρʼ οἷς ἂν σταθῶσι, τοὺς δὲ λόγους ἐξενεχθῆναί θʼ οἷόν τʼ ἐστὶν εἰς τὴν Ἑλλάδα καί, διαδοθέντας ἐν ταῖς τῶν εὖ φρονούντων διατριβαῖς, ἀγαπᾶσθαι παρʼ οἷς κρεῖττόν ἐστιν ἢ παρὰ τοῖς ἄλλοις ἅπασιν εὐδοκιμεῖν· §75πρὸς δὲ τούτοις ὅτι τοῖς μὲν πεπλασμένοις καὶ τοῖς γεγραμμένοις οὐδεὶς ἂν τὴν τοῦ σώματος φύσιν ὁμοιώσειε, τοὺς δὲ τρόπους τοὺς ἀλλήλων καὶ τὰς διανοίας τὰς ἐν τοῖς λεγομένοις ἐνούσας ῥᾴδιόν ἐστι μιμεῖσθαι τοῖς μὴ ῥᾳθυμεῖν αἱρουμένοις, ἀλλὰ χρηστοῖς εἶναι βουλομένοις.
I prefer these, first, knowing that noble and good men do not pride themselves so much on the beauty of the body as they are ambitious for their deeds and mind; secondly, because it is necessary for statues to remain only with those among whom they are set up, but speeches can be carried abroad to Greece, and having been distributed in the gatherings of the wise, are cherished among those with whom it is better to be well esteemed than among all the others; and in addition to these things, because no one can assimilate the nature of the body to molded and painted images, but it is easy for those who choose not to be idle, but wish to be good, to imitate the characters of one another and the thoughts that are in words.
§76ὧν ἕνεκα καὶ μᾶλλον ἐπεχείρησα γράφειν τὸν λόγον τοῦτον, ἡγούμενος καὶ σοὶ καὶ τοῖς σοῖς παισὶ καὶ τοῖς ἄλλοις τοῖς ἀπʼ Εὐαγόρου γεγονόσι πολὺ καλλίστην ἂν γενέσθαι ταύτην παράκλησιν, εἴ τις ἀθροίσας τὰς ἀρετὰς τὰς ἐκείνου καὶ τῷ λόγῳ κοσμήσας παραδοίη θεωρεῖν ὑμῖν καὶ συνδιατρίβειν αὐταῖς.
For which reasons I have even more attempted to write this speech, believing that this would become a far more beautiful exhortation both to you and to your children and to the others born from Evagoras, if someone, gathering his virtues and adorning them with speech, should hand them down for you to contemplate and to spend time with them.
§77τοὺς μὲν γὰρ ἄλλους προτρέπομεν ἐπὶ τὴν φιλοσοφίαν ἑτέρους ἐπαινοῦντες, ἵνα ζηλοῦντες τοὺς εὐλογουμένους τῶν αὐτῶν ἐκείνοις ἐπιτηδευμάτων ἐπιθυμῶσιν, ἐγὼ δὲ σὲ καὶ τοὺς σοὺς οὐκ ἀλλοτρίοις παραδείγμασι χρώμενος ἀλλʼ οἰκείοις παρακαλῶ, καὶ συμβουλεύω προσέχειν τὸν νοῦν, ὅπως καὶ λέγειν καὶ πράττειν μηδενὸς ἧττον δυνήσει τῶν Ἑλλήνων.
For indeed, we exhort others to philosophy by praising other men, so that, emulating those who are well spoken of, they may desire the same pursuits as theirs; but I exhort you and yours, using not foreign examples but your own family's, and advise you to apply your mind, so that you may be able to speak and act second to none of the Greeks.
§78καὶ μὴ νόμιζέ με καταγιγνώσκειν, ὡς νῦν ἀμελεῖς, ὅτι πολλάκις σοι διακελεύομαι περὶ τῶν αὐτῶν.
And do not think that I am condemning you as being now negligent because I frequently exhort you about the same things.
οὐ γὰρ οὔτʼ ἐμὲ λέληθας οὔτε τοὺς ἄλλους ὅτι καὶ πρῶτος καὶ μόνος τῶν ἐν τυραννίδι καὶ πλούτῳ καὶ τρυφαῖς ὄντων φιλοσοφεῖν καὶ πονεῖν ἐπικεχείρηκας, οὐδʼ ὅτι πολλοὺς τῶν βασιλέων ποιήσεις ζηλώσαντας τὴν σὴν παίδευσιν τούτων τῶν διατριβῶν ἐπιθυμεῖν, ἀφεμένους ἐφʼ οἷς νῦν λίαν χαίρουσιν.
For it has escaped neither me nor others that you have attempted, first and alone of those who are in tyranny and wealth and luxury, to philosophize and to labor, nor that you will make many of the kings, emulating your education, desire these pursuits, abandoning those things in which they now excessively delight.
§79ἀλλʼ ὅμως ἐγὼ ταῦτʼ εἰδὼς οὐδὲν ἧττον καὶ ποιῶ καὶ ποιήσω ταὐτὸν ὅπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ θεαταί· καὶ γὰρ ἐκεῖνοι παρακελεύονται τῶν δρομέων οὐ τοῖς ἀπολελειμμένοις ἀλλὰ τοῖς περὶ τῆς νίκης ἁμιλλωμένοις.
But nevertheless, knowing these things, I no less do and will do the very same thing that spectators do in gymnastic contests; for they too exhort not those of the runners who have been left behind, but those who are contending for the victory.
§80ἐμὸν μὲν οὖν ἔργον καὶ τῶν ἄλλων φίλων τοιαῦτα καὶ λέγειν καὶ γράφειν ἐξ ὧν μέλλομέν σε παροξύνειν ὀρέγεσθαι τούτων, ὧνπερ καὶ νῦν τυγχάνεις ἐπιθυμῶν· σοὶ δὲ προσήκει μηδὲν ἐλλείπειν ἀλλʼ ὥσπερ ἐν τῷ παρόντι καὶ τὸν λοιπὸν χρόνον ἐπιμελεῖσθαι καὶ τὴν ψυχὴν ἀσκεῖν, ὅπως ἄξιος ἔσει καὶ τοῦ πατρὸς καὶ τῶν ἄλλων προγόνων.
Now, it is my task and that of your other friends to speak and write such things by which we are going to stimulate you to reach out for these things which you even now happen to desire; and it is fitting for you to lack nothing but, just as in the present, so for the remaining time to take care and to exercise your soul, so that you will be worthy of both your father and your other ancestors.
ὡς ἅπασι μὲν προσήκει περὶ πολλοῦ ποιεῖσθαι τὴν φρόνησιν, μάλιστα δʼ ὑμῖν τοῖς πλείστων καὶ μεγίστων κυρίοις οὖσιν.
For while it is fitting for all to make much of wisdom, it is especially so for you who are masters of the most and greatest things.
§81χρὴ δʼ οὐκ ἀγαπᾶν, εἰ τῶν παρόντων τυγχάνεις ὢν ἤδη κρείττων, ἀλλʼ ἀγανακτεῖν, εἰ τοιοῦτος μὲν ὢν αὐτὸς τὴν φύσιν, γεγονὼς δὲ τὸ μὲν παλαιὸν ἀπὸ Διός, τὸ δʼ ὑπογυιότατον ἐξ ἀνδρὸς τοιούτου τὴν ἀρετήν, μὴ πολὺ διοίσεις καὶ τῶν ἄλλων καὶ τῶν ἐν ταῖς αὐταῖς σοι τιμαῖς ὄντων.
And you must not be satisfied if you happen to be already better than those who are present, but must be indignant if, being such in your nature, and born anciently from Zeus, and most recently from a man of such virtue, you do not far excel both others and those who are in the same honors as you.
ἔστι δʼ ἐπὶ σοὶ μὴ διαμαρτεῖν τούτων· ἂν γὰρ ἐμμένῃς τῇ φιλοσοφίᾳ καὶ τοσοῦτον ἐπιδιδῷς ὅσον περ νῦν, ταχέως γενήσει τοιοῦτος οἷόν σε προσήκει.
And it is in your power not to fail in these things; for if you abide in philosophy and increase as much as you do now, you will quickly become such a one as it is fitting for you to be.