§56ὅπερ συνέβη·
実際にそうなった。
πεισθέντων γὰρ ταῦτα τῶν στρατηγῶν καὶ ναυτικοῦ συλλεγέντος Λακεδαιμόνιοι μὲν κατεναυμαχήθησαν καὶ τῆς ἀρχῆς ἀπεστερήθησαν, οἱ δʼ Ἕλληνες ἠλευθερώθησαν, ἡ δὲ πόλις ἡμῶν τῆς τε παλαιᾶς δόξης μέρος τι πάλιν ἀνέλαβε καὶ τῶ συμμάχων ἡγεμὼν κατέστη.
将軍たちがこれらに説得され、艦隊が招集されると、ラケダイモン人は海戦で打ち破られて支配権を剥奪され、ギリシア人たちは解放され、我々の都市はかつての栄光の一部を再び取り戻して同盟諸国の指導者となった。
καὶ ταῦτʼ ἐπράχθη Κόνωνος μὲν στρατηγοῦντος, Εὐαγόρου δὲ τοῦτό τε παρασχόντος καὶ τῆς δυνάμεως τὴν πλείστην παρασκευάσαντος.
そしてこれらのことは、コノンが将軍として指揮し、エヴァゴラスがこの機会を提供して戦力の大部分を準備したことによって成し遂げられた。
§57ὑπὲρ ὧν ἡμεῖς μὲν αὐτοὺς ἐτιμήσαμεν ταῖς μεγίσταις τιμαῖς καὶ τὰς εἰκόνας αὐτῶν ἐστήσαμεν οὗπερ τὸ τοῦ Διὸς ἄγαλμα τοῦ σωτῆρος, πλησίον ἐκείνου τε καὶ σφῶν αὐτῶν, ἀμφοτέρων ὑπόμνημα καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας καὶ τῆς φιλίας τῆς πρὸς ἀλλήλους.
これらのことのために、我々は彼らを最大の栄誉で称え、救い主ゼウスの像があるまさにその場所に、その像とお互いの近くに二人の肖像を建てた。 これは恩恵の大きさと、彼らの互いに対する友情の両方の記念碑である。
βασιλεὺς δʼ οὐ τὴν αὐτὴν γνώμην ἔσχε περὶ αὐτῶν, ἀλλʼ ὅσῳ μείζω καὶ πλείονος ἄξια κατειργάσαντο, τοσούτῳ μᾶλλον ἔδεισεν αὐτούς.
しかし王は彼らについて同じ考えを抱かず、彼らがより大きく価値あることを成し遂げれば遂げるほど、それだけいっそう彼らを恐れた。
περὶ μὲν οὖν Κόνωνος ἄλλος ἡμῖν ἔσται λόγος· ὅτι δὲ πρὸς Εὐαγόραν οὕτως ἔσχεν, οὐδʼ αὐτὸς λαθεῖν ἐζήτησεν.
コノンについては我々の別の演説があるだろうが、エヴァゴラスに対して王がそのような態度をとったことは、王自身も隠そうとはしなかった。
§58φαίνεται γὰρ μᾶλλον μὲν σπουδάσας περὶ τὸν ἐν Κύπρῳ πόλεμον ἢ περὶ τοὺς ἄλλους ἅπαντας, μείζω δὲ καὶ χαλεπώτερον ἐκεῖνον ἀνταγωνιστὴν νομίσας ἢ Κῦρον τὸν περὶ τῆς βασιλείας ἀμφισβητήσαντα.
なぜなら、王はキプロスでの戦争に他のすべての戦争よりも熱を注ぎ、王位を争ったキュロスよりも彼をより偉大で手強い敵対者とみなしたことが明らかだからである。
μέγιστον δὲ τεκμήριον·
最も大きな証拠はこれである。
τοῦ μὲν γὰρ ἀκούων τὰς παρασκευὰς τοσοῦτον κατεφρόνησεν ὥστε διὰ τὸ μὴ φροντίζειν μικροῦ δεῖν ἔλαθεν αὐτὸν ἐπὶ τὸ βασίλειον ἐπιστάς·
すなわち、前者の準備については、それを聞いていながら非常に軽蔑していたため、顧みなかったことで、彼が王宮に達したことに王自身が危うく気づかないところであった。
πρὸς δὲ τοῦτον οὕτως ἐκ πολλοῦ περιδεῶς ἔσχεν, ὥστε μεταξὺ πάσχων εὖ πολεμεῖν πρὸς αὐτὸν ἐπεχείρησε, δίκαια μὲν οὐ ποιῶν, οὐ μὴν παντάπασιν ἀλόγως βουλευσάμενος.
しかし、後者に対しては、遥か以前から非常に恐れていたため、恩恵を受けている最中であるにもかかわらず、彼に対して戦争を仕掛けようとした。 これは正しい行動ではなかったが、しかし完全に不合理な判断でもなかった。
§59ἠπίστατο μὲν γὰρ πολλοὺς καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐκ ταπεινῶν καὶ φαύλων πραγμάτων μεγάλας δυναστείας κατεργασαμένους, ᾐσθάνετο δὲ τὴν Εὐαγόρου μεγαλοψυχίαν καὶ τὰς ἐπιδόσεις αὐτῷ καὶ τῆς δόξης καὶ τῶν πραγμάτων οὐ κατὰ μικρὸν γιγνομένας, ἀλλὰ καὶ τὴν φύσιν ἀνυπέρβλητον ἔχοντα καὶ τὴν τύχην αὐτῷ συναγωνιζομένην·
なぜなら王は、ギリシア人でも野蛮人でも、卑しく取るに足らない状況から多くの者が強大な支配権を確立したことを知っており、またエヴァゴラスの偉大なる精神と、彼の名声および事業の発展がわずかばかりではなく進行しているのを、さらには彼が凌駕しがたい天性を持っており、運命もまた彼とともに闘っているのを感じ取っていたからである。
§60ὥστʼ οὐχ ὑπὲρ τῶν γεγενημένων ὀργιζόμενος ἀλλὰ περὶ τῶν μελλόντων φοβούμενος, οὐδὲ περὶ Κύπρου μόνον δεδιώς, ἀλλὰ πολὺ περὶ μειζόνων ἐποιήσατο τὸν πόλεμον πρὸς αὐτόν.
それゆえ、過去に起きたことに怒るのではなく、将来起こることを恐れ、キプロスについてだけ心配するのではなく、はるかに大きな事柄をめぐって彼に対する戦争を開始したのである。
οὕτω δʼ οὖν ὥρμησεν ὥστʼ εἰς τὴν στρατείαν ταύτην πλέον ἢ τάλαντα πεντακισχίλια καὶ μύρια κατηνάλωσεν.
ともかく王はこのように勢い込んだため、この遠征に1万5千タラントン以上を費やした。
§61ἀλλʼ ὅμως Εὐαγόρας πάσαις ἀπολελειμμένος ταῖς δυνάμεσιν, ἀντιτάξας τὴν αὑτοῦ γνώμην πρὸς τὰς οὕτως ὑπερμεγέθεις παρασκευάς, ἐπέδειξεν αὑτὸν ἐν τούτοις πολὺ θαυμαστότερον ἢ τοῖς ἄλλοις τοῖς προειρημένοις.
しかしそれでも、エヴァゴラスはすべての戦力において劣りながらも、そのような途方もない軍備に対して自らの決意を対置して、これらのことにおいて、前述の他のいかなる事績におけるよりも、自らをはるかに称賛に値する者として示した。
ὅτε μὲν γὰρ αὐτὸν εἴων εἰρήνην ἄγειν, §62τὴν αὑτοῦ πόλιν μόνην εἶχεν·
なぜなら、人々が彼に平和を保つことを許していた間は、彼は自分の都市だけを領有していた。
ἐπειδὴ δʼ ἠναγκάσθη πολεμεῖν, τοιοῦτος ἦν καὶ τοιοῦτον εἶχε Πνυταγόραν τὸν υἱὸν τὸν αὑτοῦ συναγωνιστὴν ὥστε μικροῦ μὲν ἐδέησε Κύπρον ἅπασαν κατασχεῖν, Φοινίκην δʼ ἐπόρθησε, Τύρον δὲ κατὰ κράτος εἷλε, Κιλικίαν δὲ βασιλέως ἀπέστησε, τοσούτους δὲ τῶν πολεμίων ἀπώλεσεν ὥστε πολλοὺς Περσῶν πενθοῦντας τὰς αὑτῶν συμφορὰς μεμνῆσθαι τῆς ἀρετῆς τῆς ἐκείνου·
しかし、戦争を強いられると、彼自身がこれほどに優れ、また自らの息子プニュタゴラスというこれほど優れた共闘者を得ていたため、もう少しでキプロス全体を占領するところであり、フェニキアを略奪し、ティロスを武力で占領し、キリキアを王から離反させ、敵の非常に多くを滅ぼしたため、自らの災厄を嘆く多くのペルシア人が彼の卓越性を思い起こすほどであった。
§63τελευτῶν δʼ οὕτως ἐνέπλησεν αὐτοὺς τοῦ πολεμεῖν, ὥστʼ εἰθισμένων τὸν ἄλλον χρόνον τῶν βασιλέων μὴ διαλλάττεσθαι τοῖς ἀποστᾶσι πρὶν κύριοι γένοιντο τῶν σωμάτων, ἄσμενοι τὴν εἰρήνην ἐποιήσαντο, λύσαντες μὲν τὸν νόμον τοῦτον, οὐδὲν δὲ κινήσαντες τῆς Εὐαγόρου τυραννίδος.
そして最後には、彼らを戦うことに対してこれほどうんざりさせたため、王たちはそれまで、反逆者たちの身柄を確保するまでは和解しないのが常であったにもかかわらず、彼らは喜んで和平を結び、この慣行を破る一方で、エヴァゴラスの独裁権にはいささかも手を触れなかった。
§64καὶ Λακεδαιμονίων μὲν τῶν καὶ δόξαν καὶ δύναμιν μεγίστην ἐχόντων κατʼ ἐκεῖνον τὸν χρόνον ἐντὸς τριῶν ἐτῶν ἀφείλετο τὴν ἀρχήν, Εὐαγόρα δὲ πολεμήσας ἔτη δέκα τῶν αὐτῶν κύριον αὐτὸν κατέλιπεν, ὧνπερ ἦν καὶ πρὶν εἰς τὸν πόλεμον εἰσελθεῖν.
そして、当時最大の名声と権力を有していたラケダイモン人からは3年以内に支配権を奪ったが、エヴァゴラスとは10年間戦った末に、彼が戦争に入る前と同じものの支配者のままでいさせ続けた。
ὃ δὲ πάντων δεινότατον· τὴν γὰρ πόλιν, ἣν Εὐαγόρας ἑτέρου τυραννοῦντος μετὰ πεντήκοντʼ ἀνδρῶν εἷλε, ταύτην βασιλεὺς ὁ μέγας τοσαύτην δύναμιν ἔχων οὐχ οἷός τʼ ἐγένετο χειρώσασθαι.
そして何よりも驚くべきことに、他の者が支配していたときにエヴァゴラスがわずか50人の男たちとともに奪取したその都市を、これほど強大な力を持った大王が、ついに屈服させることができなかったということである。