§47παραλαβὼν γὰρ τὴν πόλιν ἐκβεβαρβαρωμένην καὶ διὰ τὴν Φοινίκων ἀρχὴν οὔτε τοὺς Ἕλληνας προσδεχομένην οὔτε τέχνας ἐπισταμένην οὔτʼ ἐμπορίῳ χρωμένην οὔτε λιμένα κεκτημένην ταῦτά τε πάντα διώρθωσε καὶ πρὸς τούτοις καὶ χώραν πολλὴν προσεκτήσατο καὶ τείχη προσπεριεβάλετο καὶ τριήρεις ἐναυπηγήσατο καὶ ταῖς ἄλλαις κατασκευαῖς οὕτως ηὔξησε τὴν πόλιν ὥστε μηδεμιᾶς τῶν Ἑλληνίδων ἀπολελεῖφθαι, καὶ δύναμιν τοσαύτην ἐνεποίησεν ὥστε πολλοὺς φοβεῖσθαι τῶν πρότερον καταφρονούντων αὐτῆς.
彼は、フェニキア人の支配によって野蛮化し、ギリシア人を受け入れず、技術も知らず、交易も行わず、港も持っていなかった都市を受け継ぎ、これらすべてを改善した。 その上に、多くの領土をさらに獲得し、城壁を周囲に築き、三段櫂船を建造し、その他の設備によって都市をギリシアのどの都市にも劣らぬまでに発展させ、かつてこの都市を軽蔑していた者たちの多くが恐れるほどの強大な力を与えた。
§48καίτοι τηλικαύτας ἐπιδόσεις τὰς πόλεις λαμβάνειν οὐχ οἷόν τʼ ἐστίν, ἢν μὴ τις αὐτὰς διοικῇ τοιούτοις ἤθεσιν οἵοις Εὐαγόρας μὲν εἶχεν ἐγὼ δʼ ὀλίγῳ πρότερον ἐπειράθην διελθεῖν.
\n しかし、都市がこれほど大きな発展を遂げることは、エヴァゴラスが備えており、私が少し前に説明しようとしたような品性によって統治する者がいない限り不可能である。
ὥστʼ οὐ δέδοικα μὴ φανῶ μείζω λέγων τῶν ἐκείνῳ προσόντων, ἀλλὰ μὴ πολὺ λίαν ἀπολειφθῶ τῶν πεπραγμένων αὐτῷ.
それゆえ、私が彼の資質を誇大に語っていると思われるのではないかという恐れはなく、むしろ、彼の事績に私がはるかに及ばないのではないかと恐れている。
§49τίς γὰρ ἂν ἐφίκοιτο τοιαύτης φύσεως, ὃς οὐ μόνον τὴν αὑτοῦ πόλιν πλείονος ἀξίαν ἐποίησεν ἀλλὰ καὶ τὸν τόπον ὅλον τὸν περιέχοντα τὴν νῆσον ἐπὶ πραότητα καὶ μετριότητα προήγαγεν;
\n 自分の都市の価値を高めただけでなく、島を取り囲む地域全体を穏和さと中庸へと導いたこれほど優れた天性の人物に、誰が到達できようか。
πρὶν μέν γε λαβεῖν Εὐαγόραν τὴν ἀρχὴν οὕτως ἀπροσοίστως καὶ χαλεπῶς εἶχον, ὥστε καὶ τῶν ἀρχόντων τούτους ἐνόμιζον εἶναι βελτίστους οἵτινες ὠμότατα πρὸς τοὺς Ἕλληνας διακείμενοι τυγχάνοιεν·
エヴァゴラスが支配権を手に入れる前は、彼らはあまりに近づきがたく、また粗暴であったため、ギリシア人に対して最も残虐に接する者を最も優れた統治者とみなしていたほどであった。
§50νῦν δὲ τοσοῦτον μεταπεπτώκασιν ὥσθʼ ἁμιλλᾶσθαι μὲν οἵτινες αὐτῶν δόξουσι φιλέλληνες εἶναι μάλιστα, παιδοποιεῖσθαι δὲ τοὺς πλείστους αὐτῶν γυναῖκας λαμβάνοντας παρʼ ἡμῶν, χαίρειν δὲ καὶ τοῖς κτήμασι καὶ τοῖς ἐπιτηδεύμασι τοῖς Ἑλληνικοῖς μᾶλλον ἢ τοῖς παρὰ σφίσιν αὐτοῖς, πλείους δὲ καὶ τῶν περὶ τὴν μουσικὴν καὶ τῶν περὶ τὴν ἄλλην παίδευσιν ἐν τούτοις τοῖς τόποις διατρίβειν ἢ παρʼ οἷς πρότερον εἰωθότες ἦσαν.
\n しかし現在では、彼らのうち誰が最もギリシア愛好家とみなされるかを競い合い、その多くが我々から妻を迎えて子供をもうけ、自分たちのものよりもギリシアの財産や慣習を喜び、音楽やその他の教育に携わる者の多くが、以前住み慣れていた場所よりもこれらの地域で時を過ごすほどに、大きく変化した。
καὶ τούτων ἁπάντων οὐδεὶς ὅστις οὐκ ἂν Εὐαγόραν αἴτιον εἶναι προσομολογήσειεν.
そして、これらすべての原因がエヴァゴラスであることを認めない者は一人もいないであろう。
§51μέγιστον δὲ τεκμήριον καὶ τοῦ τρόπου καὶ τῆς ὁσιότητος τῆς ἐκείνου·
\n そして、彼の品性と敬虔さの最大の証拠はこれである。
τῶν γὰρ Ἑλλήνων πολλοὶ καὶ καλοὶ κἀγαθοὶ τὰς αὑτῶν πατρίδας ἀπολιπόντες ἦλθον εἰς Κύπρον οἰκήσοντες, ἡγούμενοι κουφοτέραν καὶ νομιμωτέραν εἶναι τὴν Εὐαγόρου βασιλείαν τῶν οἴκοι πολιτειῶν·
すなわち、ギリシア人の多くの優れた人々が、エヴァゴラスの王政が本国の国制よりも軽やかで法に適っていると考え、自らの祖国を離れてキプロスに住むためにやって来たことである。
ὧν τοὺς μὲν ἄλλους ὀνομαστὶ διελθεῖν πολὺ ἂν ἔργον εἴη·
彼らのうち、他の者たちを名指しで挙げるのは非常に労力の要る仕事であろう。
§52Κόνωνα δὲ τὸν διὰ πλείστας ἀρετὰς πρωτεύσαντα τῶν Ἑλλήνων τίς οὐκ οἶδεν ὅτι δυστυχησάσης τῆς πόλεως ἐξ ἁπάντων ἐκλεξάμενος ὡς Εὐαγόραν ἦλθε, νομίσας καὶ τῷ σώματι βεβαιοτάτην εἶναι τὴν παρʼ ἐκείνῳ καταφυγὴν καὶ τῇ πόλει τάχιστʼ ἂν αὐτὸν γενέσθαι βοηθόν.
\n しかし、多くの徳によってギリシア人の中で第一人者となったコノンについては、我々の都市が不幸に見舞われた際、すべての避難先の中から選んでエヴァゴラスのもとへ赴いたことを、誰が知らないだろうか。 彼は、彼のところでの庇護がわが身にとって最も安全であり、また彼が都市にとって最も迅速な援助者となると考えたのである。
καὶ πολλὰ πρότερον ἤδη κατωρθωκὼς οὐδὲ περὶ ἑνὸς πώποτε πράγματος ἔδοξεν ἄμεινον ἢ περὶ τούτου βουλεύσασθαι·
そして、それ以前にすでに多くの成功を収めていたが、これ以上の件について、これよりも優れた決断を下したことは一度もないと思われた。
§53συνέβη γὰρ αὐτῷ διὰ τὴν ἄφιξιν τὴν εἰς Κύπρον καὶ ποιῆσαι καὶ παθεῖν πλεῖστʼ ἀγαθά.
\n なぜなら、キプロスへの到来によって、彼は最も多くの利益をもたらし、また受けることになったからである。
πρῶτον μὲν γὰρ οὐκ ἔφθασαν ἀλλήλοις πλησιάσαντες καὶ περὶ πλείονος ἐποιήσαντο σφᾶς αὐτοὺς ἢ τοὺς πρότερον οἰκείους ὄντας.
第一に、彼らは近づき合うやいなや、かつて親しかった者たちよりもお互いを重んじるようになった。
ἔπειτα περί τε τῶν ἄλλων ὁμονοοῦντες ἅπαντα τὸν χρόνον διετέλεσαν καὶ περὶ τῆς ἡμετέρας πόλεως τὴν αὐτὴν γνώμην εἶχον.
第二に、他の事柄についても常に同意し、我々の都市に対しても同じ考えを抱き続けた。
§54ὁρῶντες γὰρ αὐτὴν ὑπὸ Λακεδαιμονίοις οὖσαν καὶ μεγάλῃ μεταβολῇ κεχρημένην λυπηρῶς καὶ βαρέως ἔφερον, ἀμφότεροι προσήκοντα ποιοῦντες·
\n なぜなら、彼女がラケダイモン人の支配下にあり、大きな変動を経験したのを見て、二人は悲しみ、重く受け止めていたからであり、二人はそれぞれふさわしい行動をしていた。
τῷ μὲν γὰρ ἦν φύσει πατρίς, τὸν δὲ διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας νόμῳ πολίτην ἐπεποίηντο.
すなわち、一方にとっては生まれながらの祖国であり、他方にとっては多くの大きな恩恵ゆえに法によって市民として迎えられていたからである。
σκοπουμένοις δʼ αὐτοῖς ὅπως τῶν συμφορῶν αὐτὴν ἀπαλλάξουσι, ταχὺν τὸν καιρὸν Λακεδαιμόνιο παρεσκεύασαν·
彼女を災厄からどのように救い出すかを彼らが思索していると、ラケダイモン人がすぐに好機を提供した。
ἄρχοντες γὰρ τῶν Ἑλλήνων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστε καὶ τὴν Ἀσίαν κακῶς ποιεῖν ἐπεχείρησαν.
彼らは陸上でも海上でもギリシア人を支配しており、貪欲の極みに達し、アジアをも苦しめようと試みたからである。
§55λαβόντες δʼ ἐκεῖνοι τοῦτον τὸν καιρὸν καὶ τῶν στρατηγῶν τῶν βασιλέως ἀπορούντων ὅ τι χρήσωνται τοῖς πράγμασιν, ἐδίδασκον αὐτοὺς μὴ κατὰ γῆν ἀλλὰ κατὰ θάλατταν ποιεῖσθαι τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, νομίζοντες, εἰ μὲν πεζὸν στρατόπεδον καταστήσαιντο καὶ τούτῳ περιγένοιντο, τὰ περὶ τὴν ἤπειρον μόνον καλῶς ἕξειν, εἰ δὲ κατὰ θάλατταν κρατήσειαν, ἅπασαν τὴν Ἑλλάδα τῆς νίκης ταύτης μεθέξειν.
\n 彼らはこの機会を捉え、ペルシア王の将軍たちが事態にどう対処すべきか途方に暮れているときに、ラケダイモン人に対する戦争を陸上ではなく海上で行うべきだと彼らに説いた。 もし陸上部隊を組織してそれに勝利したとしても、大陸の状況だけが良くなるにすぎないが、もし海上で勝利すれば、ギリシア全体がこの勝利を分かち合うことになると考えたからである。