Humanitext Reader

伊索克拉底 · 埃瓦戈拉斯 §56-64

击败斯巴达与对抗波斯国王的战争

第 7 段,共 9 段 · 希腊语

内容简介

本段论述了科农与埃瓦戈拉斯合力击败拉刻代蒙人并重建雅典的荣耀,以及波斯大王因惧怕埃瓦戈拉斯而发起耗资巨大的远征,但最终因埃瓦戈拉斯的顽强抵抗而不得不向其妥协并缔结和约。

§56ὅπερ συνέβη· πεισθέντων γὰρ ταῦτα τῶν στρατηγῶν καὶ ναυτικοῦ συλλεγέντος Λακεδαιμόνιοι μὲν κατεναυμαχήθησαν καὶ τῆς ἀρχῆς ἀπεστερήθησαν, οἱ δʼ Ἕλληνες ἠλευθερώθησαν, ἡ δὲ πόλις ἡμῶν τῆς τε παλαιᾶς δόξης μέρος τι πάλιν ἀνέλαβε καὶ τῶ συμμάχων ἡγεμὼν κατέστη.
事实也确实如此;因为将军们被说服了这些事,舰队得以集结,结果拉刻代蒙人在海战中被击败并被剥夺了统治权,而希腊人获得了自由,我们的城市也重新恢复了昔日荣光的一部分,并成为了同盟国的领袖。
καὶ ταῦτʼ ἐπράχθη Κόνωνος μὲν στρατηγοῦντος, Εὐαγόρου δὲ τοῦτό τε παρασχόντος καὶ τῆς δυνάμεως τὴν πλείστην παρασκευάσαντος.
这些事情是在科农担任将军指挥、埃瓦戈拉斯提供这一契机并准备了大部分兵力的情况下完成的。
§57ὑπὲρ ὧν ἡμεῖς μὲν αὐτοὺς ἐτιμήσαμεν ταῖς μεγίσταις τιμαῖς καὶ τὰς εἰκόνας αὐτῶν ἐστήσαμεν οὗπερ τὸ τοῦ Διὸς ἄγαλμα τοῦ σωτῆρος, πλησίον ἐκείνου τε καὶ σφῶν αὐτῶν, ἀμφοτέρων ὑπόμνημα καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας καὶ τῆς φιλίας τῆς πρὸς ἀλλήλους.
为此,我们用最高的荣誉表彰了他们,并在救主宙斯神像所在之处,在神像以及他们彼此的近旁,为他们塑造了雕像,作为他们恩德之重大以及他们彼此间友谊的双重纪念。
βασιλεὺς δʼ οὐ τὴν αὐτὴν γνώμην ἔσχε περὶ αὐτῶν, ἀλλʼ ὅσῳ μείζω καὶ πλείονος ἄξια κατειργάσαντο, τοσούτῳ μᾶλλον ἔδεισεν αὐτούς.
然而,波斯国王对他们的看法却不尽相同;相反,他们立下的功勋越是伟大和有价值,国王就越发惧怕他们。
περὶ μὲν οὖν Κόνωνος ἄλλος ἡμῖν ἔσται λόγος· ὅτι δὲ πρὸς Εὐαγόραν οὕτως ἔσχεν, οὐδʼ αὐτὸς λαθεῖν ἐζήτησεν.
关于科农,我们另有论述;而国王对埃瓦戈拉斯抱有如此态度,甚至连他自己也未曾企图隐瞒。
§58φαίνεται γὰρ μᾶλλον μὲν σπουδάσας περὶ τὸν ἐν Κύπρῳ πόλεμον ἢ περὶ τοὺς ἄλλους ἅπαντας, μείζω δὲ καὶ χαλεπώτερον ἐκεῖνον ἀνταγωνιστὴν νομίσας ἢ Κῦρον τὸν περὶ τῆς βασιλείας ἀμφισβητήσαντα.
因为显而易见,他对于塞浦路斯战争的重视程度超过了其他所有战争,并且认为埃瓦戈拉斯是比争夺王位的居鲁士更伟大、更难对付的对手。
μέγιστον δὲ τεκμήριον· τοῦ μὲν γὰρ ἀκούων τὰς παρασκευὰς τοσοῦτον κατεφρόνησεν ὥστε διὰ τὸ μὴ φροντίζειν μικροῦ δεῖν ἔλαθεν αὐτὸν ἐπὶ τὸ βασίλειον ἐπιστάς· πρὸς δὲ τοῦτον οὕτως ἐκ πολλοῦ περιδεῶς ἔσχεν, ὥστε μεταξὺ πάσχων εὖ πολεμεῖν πρὸς αὐτὸν ἐπεχείρησε, δίκαια μὲν οὐ ποιῶν, οὐ μὴν παντάπασιν ἀλόγως βουλευσάμενος.
最大的证据在于:当他听到前者的动员准备时,他是如此轻视,以至于由于疏忽大意,居鲁士差一点就在他毫无察觉的情况下攻到了王宫门口;而对于后者,他很早以前就极为畏惧,以至于在接受其恩惠的过程中,他就企图对他发动战争,这虽然不义,但绝非完全没有理性的考量。
§59ἠπίστατο μὲν γὰρ πολλοὺς καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ἐκ ταπεινῶν καὶ φαύλων πραγμάτων μεγάλας δυναστείας κατεργασαμένους, ᾐσθάνετο δὲ τὴν Εὐαγόρου μεγαλοψυχίαν καὶ τὰς ἐπιδόσεις αὐτῷ καὶ τῆς δόξης καὶ τῶν πραγμάτων οὐ κατὰ μικρὸν γιγνομένας, ἀλλὰ καὶ τὴν φύσιν ἀνυπέρβλητον ἔχοντα καὶ τὴν τύχην αὐτῷ συναγωνιζομένην·
因为他深知,无论在希腊人还是蛮族中,都有许多人从微贱卑微的起点建立起庞大的帝国,而且他也察觉到了埃瓦戈拉斯的伟岸胸怀,以及他的名望与基业并不是微弱地增长,更是察觉到他拥有无可逾越的天赋,且运气也在与他并肩作战。
§60ὥστʼ οὐχ ὑπὲρ τῶν γεγενημένων ὀργιζόμενος ἀλλὰ περὶ τῶν μελλόντων φοβούμενος, οὐδὲ περὶ Κύπρου μόνον δεδιώς, ἀλλὰ πολὺ περὶ μειζόνων ἐποιήσατο τὸν πόλεμον πρὸς αὐτόν.
因此,他不是为过去发生的事动怒,而是为将来的变故担忧,也不是仅为塞浦路斯一地焦虑,而是为了远为重大的利益而对他发动了战争。
οὕτω δʼ οὖν ὥρμησεν ὥστʼ εἰς τὴν στρατείαν ταύτην πλέον ἢ τάλαντα πεντακισχίλια καὶ μύρια κατηνάλωσεν.
无论如何,他是如此急迫,以至于在这场远征中耗费了一万五千多塔兰同。
§61ἀλλʼ ὅμως Εὐαγόρας πάσαις ἀπολελειμμένος ταῖς δυνάμεσιν, ἀντιτάξας τὴν αὑτοῦ γνώμην πρὸς τὰς οὕτως ὑπερμεγέθεις παρασκευάς, ἐπέδειξεν αὑτὸν ἐν τούτοις πολὺ θαυμαστότερον ἢ τοῖς ἄλλοις τοῖς προειρημένοις. ὅτε μὲν γὰρ αὐτὸν εἴων εἰρήνην ἄγειν,
然而,尽管埃瓦戈拉斯在所有兵力上都处于劣势,但他以自己的决意对抗如此庞大的动员准备,在这些事情中展现出比前述所有其他功勋都更令人赞叹的自己。
§62τὴν αὑτοῦ πόλιν μόνην εἶχεν· ἐπειδὴ δʼ ἠναγκάσθη πολεμεῖν, τοιοῦτος ἦν καὶ τοιοῦτον εἶχε Πνυταγόραν τὸν υἱὸν τὸν αὑτοῦ συναγωνιστὴν ὥστε μικροῦ μὲν ἐδέησε Κύπρον ἅπασαν κατασχεῖν, Φοινίκην δʼ ἐπόρθησε, Τύρον δὲ κατὰ κράτος εἷλε, Κιλικίαν δὲ βασιλέως ἀπέστησε, τοσούτους δὲ τῶν πολεμίων ἀπώλεσεν ὥστε πολλοὺς Περσῶν πενθοῦντας τὰς αὑτῶν συμφορὰς μεμνῆσθαι τῆς ἀρετῆς τῆς ἐκείνου·
因为,当他们容许他享有和平时,他只拥有自己的城市;但当他被迫交战时,他展现出如此的能耐,并且有他的儿子普纽塔戈拉斯这样得力的战友,以至于他差一点就占领了整个塞浦路斯,他蹂躏了腓尼基,强攻下了推罗,使基利家背叛了国王,并消灭了如此多的敌人,以至于许多哀悼自身灾难的波斯人都铭记着他的英勇。
§63τελευτῶν δʼ οὕτως ἐνέπλησεν αὐτοὺς τοῦ πολεμεῖν, ὥστʼ εἰθισμένων τὸν ἄλλον χρόνον τῶν βασιλέων μὴ διαλλάττεσθαι τοῖς ἀποστᾶσι πρὶν κύριοι γένοιντο τῶν σωμάτων, ἄσμενοι τὴν εἰρήνην ἐποιήσαντο, λύσαντες μὲν τὸν νόμον τοῦτον, οὐδὲν δὲ κινήσαντες τῆς Εὐαγόρου τυραννίδος.
最终,他使他们对交战感到如此厌倦,以至于尽管在过去,国王们习惯于在控制反叛者的人身之前决不和解,但他们却乐意地缔结了和平,废除了这一惯例,而对埃瓦戈拉斯的僭主统治未作任何动摇。
§64καὶ Λακεδαιμονίων μὲν τῶν καὶ δόξαν καὶ δύναμιν μεγίστην ἐχόντων κατʼ ἐκεῖνον τὸν χρόνον ἐντὸς τριῶν ἐτῶν ἀφείλετο τὴν ἀρχήν, Εὐαγόρα δὲ πολεμήσας ἔτη δέκα τῶν αὐτῶν κύριον αὐτὸν κατέλιπεν, ὧνπερ ἦν καὶ πρὶν εἰς τὸν πόλεμον εἰσελθεῖν.
而且,虽然他在三年内就夺取了当时拥有最大声望和权力的拉刻代蒙人的统治权,但与埃瓦戈拉斯交战十年之后,却让他依然保留着他在进入战争之前所拥有的那些权柄。
ὃ δὲ πάντων δεινότατον· τὴν γὰρ πόλιν, ἣν Εὐαγόρας ἑτέρου τυραννοῦντος μετὰ πεντήκοντʼ ἀνδρῶν εἷλε, ταύτην βασιλεὺς ὁ μέγας τοσαύτην δύναμιν ἔχων οὐχ οἷός τʼ ἐγένετο χειρώσασθαι.
而最令人惊叹的是:那座在他人实行统治时,埃瓦戈拉斯仅凭五十人便攻占的城市,拥有如此伟力的波斯大王却无法将其征服。

词汇与语法注释

  1. §56πεισθέντων γὰρ ταῦτα τῶν στρατηγῶν — 伴随被动语态分词 πεισθέντων 的宾格 ταῦτα 的用法。在主动语态中,动词 πείθω 可以带双宾格(“说服某人某事”,πείθω τινά τι)。变为被动语态时,表示人的宾格变为主语(此处在属格独立结构中表现为属格 τῶν στρατηγῶν),而表示事物的宾格(ταῦτα)则予以保留。
  2. §58ἔλαθεν αὐτὸν ἐπὶ τὸ βασίλειον ἐπιστάς — 动词 λανθάνω(未被察觉地做某事)与分词 ἐπιστάς(到达)的结合。此处 ἔλαθεν αὐτόν 具有无人称意义(“不为他所察觉”),整句表示“他(居鲁士)到达王宫一事未被他(国王)察觉”。结合习语 μικροῦ δεῖν(差一点,几乎),意为“差一点他就没能察觉到居鲁士已经到达王宫”(即直到最后一刻才发现)。
  3. §59τὴν φύσιν ἀνυπέρβλητον ἔχοντα — 动词 ᾐσθάνετο(察觉)的宾语结构,由宾格名词与分词构成。紧接前文的宾格名词 τὴν Εὐαγόρου μεγαλοψυχίαν(埃瓦戈拉斯的伟岸胸怀),分词 ἔχοντα(具有)与隐含的阳性单数宾格指代对象(埃瓦戈拉斯)一致,表示国王察觉到“他具有不可逾越的天资”。
  4. §63εἰθισμένων ... τῶν βασιλέων μὴ διαλλάττεσθαι — 属格独立结构中分词 εἰθισμένων(习惯于)的用法。此处表示让步关系,可译为“尽管对于历代国王而言,在控制(叛乱者的)人身之前决不妥协已成惯例”。

引用这一段

伊索克拉底, 埃瓦戈拉斯 §56-64. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg015.humanitext-grc2:56-64

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。