§47παραλαβὼν γὰρ τὴν πόλιν ἐκβεβαρβαρωμένην καὶ διὰ τὴν Φοινίκων ἀρχὴν οὔτε τοὺς Ἕλληνας προσδεχομένην οὔτε τέχνας ἐπισταμένην οὔτʼ ἐμπορίῳ χρωμένην οὔτε λιμένα κεκτημένην ταῦτά τε πάντα διώρθωσε καὶ πρὸς τούτοις καὶ χώραν πολλὴν προσεκτήσατο καὶ τείχη προσπεριεβάλετο καὶ τριήρεις ἐναυπηγήσατο καὶ ταῖς ἄλλαις κατασκευαῖς οὕτως ηὔξησε τὴν πόλιν ὥστε μηδεμιᾶς τῶν Ἑλληνίδων ἀπολελεῖφθαι, καὶ δύναμιν τοσαύτην ἐνεποίησεν ὥστε πολλοὺς φοβεῖσθαι τῶν πρότερον καταφρονούντων αὐτῆς.
事实上,他接管了这座因腓尼基人统治而退化为野蛮、既不接纳希腊人、也不懂得手艺、既不进行贸易、也没有港口的城市,并纠正了所有这些问题。 在此基础上,他进一步开拓了大量领土,并在周围修筑了城墙,建造了三段桨战船,通过其他的建设使这座城市繁荣起来,以至于不亚于任何一座希腊城市,并赋予其如此强大的力量,以至于许多从前轻视它的国家现在都对它心存敬畏。
§48καίτοι τηλικαύτας ἐπιδόσεις τὰς πόλεις λαμβάνειν οὐχ οἷόν τʼ ἐστίν, ἢν μὴ τις αὐτὰς διοικῇ τοιούτοις ἤθεσιν οἵοις Εὐαγόρας μὲν εἶχεν ἐγὼ δʼ ὀλίγῳ πρότερον ἐπειράθην διελθεῖν.
\n 然而,城市是不可能取得如此巨大的进步的,除非有人能以埃瓦戈拉斯所具有的、以及我刚才试图阐述的那种品德来治理它们。
ὥστʼ οὐ δέδοικα μὴ φανῶ μείζω λέγων τῶν ἐκείνῳ προσόντων, ἀλλὰ μὴ πολὺ λίαν ἀπολειφθῶ τῶν πεπραγμένων αὐτῷ.
因此,我不必担心自己会被看作是在夸大他所具有的品质,反而担心自己远远无法充分表达他的功绩。
§49τίς γὰρ ἂν ἐφίκοιτο τοιαύτης φύσεως, ὃς οὐ μόνον τὴν αὑτοῦ πόλιν πλείονος ἀξίαν ἐποίησεν ἀλλὰ καὶ τὸν τόπον ὅλον τὸν περιέχοντα τὴν νῆσον ἐπὶ πραότητα καὶ μετριότητα προήγαγεν;
\n 谁能达到这样一种天资的境界呢? 他不仅使自己的城市变得更有价值,而且还引导了环绕整个岛屿的周边地区走向温和与适度。
πρὶν μέν γε λαβεῖν Εὐαγόραν τὴν ἀρχὴν οὕτως ἀπροσοίστως καὶ χαλεπῶς εἶχον, ὥστε καὶ τῶν ἀρχόντων τούτους ἐνόμιζον εἶναι βελτίστους οἵτινες ὠμότατα πρὸς τοὺς Ἕλληνας διακείμενοι τυγχάνοιεν·
在埃瓦戈拉斯掌权之前,他们是如此难以接近和粗暴,以至于他们甚至认为那些对希腊人态度最残暴的人就是他们最好的统治者。
§50νῦν δὲ τοσοῦτον μεταπεπτώκασιν ὥσθʼ ἁμιλλᾶσθαι μὲν οἵτινες αὐτῶν δόξουσι φιλέλληνες εἶναι μάλιστα, παιδοποιεῖσθαι δὲ τοὺς πλείστους αὐτῶν γυναῖκας λαμβάνοντας παρʼ ἡμῶν, χαίρειν δὲ καὶ τοῖς κτήμασι καὶ τοῖς ἐπιτηδεύμασι τοῖς Ἑλληνικοῖς μᾶλλον ἢ τοῖς παρὰ σφίσιν αὐτοῖς, πλείους δὲ καὶ τῶν περὶ τὴν μουσικὴν καὶ τῶν περὶ τὴν ἄλλην παίδευσιν ἐν τούτοις τοῖς τόποις διατρίβειν ἢ παρʼ οἷς πρότερον εἰωθότες ἦσαν.
\n 但现在,他们已经改变了这么多,以至于他们互相竞争,看谁最能表现出亲希腊的姿态,他们中的大多数人从我们这里娶妻生子,比起他们自己的财产和习俗,他们更喜欢希腊的财产和生活方式,在这些地方,从事音乐和其他教育的人比他们以前习惯居住的地方还要多。
καὶ τούτων ἁπάντων οὐδεὶς ὅστις οὐκ ἂν Εὐαγόραν αἴτιον εἶναι προσομολογήσειεν.
而对于这一切,没有人不承认埃瓦戈拉斯就是其原因。
§51μέγιστον δὲ τεκμήριον καὶ τοῦ τρόπου καὶ τῆς ὁσιότητος τῆς ἐκείνου· τῶν γὰρ Ἑλλήνων πολλοὶ καὶ καλοὶ κἀγαθοὶ τὰς αὑτῶν πατρίδας ἀπολιπόντες ἦλθον εἰς Κύπρον οἰκήσοντες, ἡγούμενοι κουφοτέραν καὶ νομιμωτέραν εἶναι τὴν Εὐαγόρου βασιλείαν τῶν οἴκοι πολιτειῶν·
\n 这也是他的品德和虔敬的最大证明:希腊人中许多高尚和优秀的人离开他们自己的祖国,来到塞浦路斯定居,认为埃瓦戈拉斯的王权比本国的政体更为温和、更合乎法制。
ὧν τοὺς μὲν ἄλλους ὀνομαστὶ διελθεῖν πολὺ ἂν ἔργον εἴη·
如果要把这些人中的其他人指名道姓地一一列举,那将是一件极其繁重的任务。
§52Κόνωνα δὲ τὸν διὰ πλείστας ἀρετὰς πρωτεύσαντα τῶν Ἑλλήνων τίς οὐκ οἶδεν ὅτι δυστυχησάσης τῆς πόλεως ἐξ ἁπάντων ἐκλεξάμενος ὡς Εὐαγόραν ἦλθε, νομίσας καὶ τῷ σώματι βεβαιοτάτην εἶναι τὴν παρʼ ἐκείνῳ καταφυγὴν καὶ τῇ πόλει τάχιστʼ ἂν αὐτὸν γενέσθαι βοηθόν.
\n 但是,对于因其诸多美德而在希腊人中名列前茅的科农,谁不知道在我们的城市遭遇不幸时,他从所有的避难所中挑选了埃瓦戈拉斯并投奔了他,认为在他那里的庇护对自己的身体最为安全,而且他会最迅速地成为城市的援助者?
καὶ πολλὰ πρότερον ἤδη κατωρθωκὼς οὐδὲ περὶ ἑνὸς πώποτε πράγματος ἔδοξεν ἄμεινον ἢ περὶ τούτου βουλεύσασθαι·
虽然他在此之前已经取得过许多成功,但他似乎从未在任何一件事上比在这件事上做过更明智的决定。
§53συνέβη γὰρ αὐτῷ διὰ τὴν ἄφιξιν τὴν εἰς Κύπρον καὶ ποιῆσαι καὶ παθεῖν πλεῖστʼ ἀγαθά.
\n 因为,由于来到塞浦路斯,他得以既做出了也得到了最大的福祉。
πρῶτον μὲν γὰρ οὐκ ἔφθασαν ἀλλήλοις πλησιάσαντες καὶ περὶ πλείονος ἐποιήσαντο σφᾶς αὐτοὺς ἢ τοὺς πρότερον οἰκείους ὄντας.
首先,他们一接触就比起从前亲近的人更器重彼此。
ἔπειτα περί τε τῶν ἄλλων ὁμονοοῦντες ἅπαντα τὸν χρόνον διετέλεσαν καὶ περὶ τῆς ἡμετέρας πόλεως τὴν αὐτὴν γνώμην εἶχον.
其次,在其他事情上,他们始终保持一致,并且对我们的城市持有相同的看法。
§54ὁρῶντες γὰρ αὐτὴν ὑπὸ Λακεδαιμονίοις οὖσαν καὶ μεγάλῃ μεταβολῇ κεχρημένην λυπηρῶς καὶ βαρέως ἔφερον, ἀμφότεροι προσήκοντα ποιοῦντες· τῷ μὲν γὰρ ἦν φύσει πατρίς, τὸν δὲ διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας νόμῳ πολίτην ἐπεποίηντο.
\n 因为,看到她处于拉刻代蒙人的统治之下并经历着巨大的剧变,他们两人都感到痛苦和沉重,并都做出了符合各自身份的事:因为对科农而言,她是他天然的祖国;而对埃瓦戈拉斯而言,由于他诸多重大的恩惠,他们已通过法律将他接纳为公民。
σκοπουμένοις δʼ αὐτοῖς ὅπως τῶν συμφορῶν αὐτὴν ἀπαλλάξουσι, ταχὺν τὸν καιρὸν Λακεδαιμόνιο παρεσκεύασαν· ἄρχοντες γὰρ τῶν Ἑλλήνων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς τοῦτʼ ἀπληστίας ἦλθον, ὥστε καὶ τὴν Ἀσίαν κακῶς ποιεῖν ἐπεχείρησαν.
在他们思索如何使她摆脱灾难时,拉刻代蒙人很快提供了良机;因为拉刻代蒙人无论在陆上还是在海上都统治着希腊人,他们变得如此贪得无厌,甚至企图加害亚洲。
§55λαβόντες δʼ ἐκεῖνοι τοῦτον τὸν καιρὸν καὶ τῶν στρατηγῶν τῶν βασιλέως ἀπορούντων ὅ τι χρήσωνται τοῖς πράγμασιν, ἐδίδασκον αὐτοὺς μὴ κατὰ γῆν ἀλλὰ κατὰ θάλατταν ποιεῖσθαι τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, νομίζοντες, εἰ μὲν πεζὸν στρατόπεδον καταστήσαιντο καὶ τούτῳ περιγένοιντο, τὰ περὶ τὴν ἤπειρον μόνον καλῶς ἕξειν, εἰ δὲ κατὰ θάλατταν κρατήσειαν, ἅπασαν τὴν Ἑλλάδα τῆς νίκης ταύτης μεθέξειν.
\n 他们抓住了这个机会,在(波斯)国王的将军们对如何处理时局感到束手无策时,他们建议他们不要在陆上而要在海上与拉刻代蒙人交战。 因为他们认为,如果建立一支陆军并以此取胜,那么仅有大陆的局势能好转,但如果在海上获胜,整个希腊都将分享这一胜利。