§39εἰ δὲ δεῖ συντόμως καὶ μηδὲν ὑποστειλάμενον μηδὲ δείσαντα τὸν φθόνον, ἀλλὰ παρρησίᾳ χρησάμενον εἰπεῖν, οὐδεὶς οὔτε θνητὸς οὔθʼ ἡμίθεος οὔτʼ ἀθάνατος εὑρεθήσεται κάλλιον οὐδὲ λαμπρότερον οὐδʼ εὐσεβέστερον λαβὼν ἐκείνου τὴν βασιλείαν.
もし、要約して、何も包み隠さず、また羨望を恐れることもなく、率直に語る必要があるとするなら、凡人であれ、半神であれ、不死の神であれ、彼(エヴァゴラス)よりも美しく、また輝かしく、また敬虔に王位を手に入れた者は一人も見出されないであろう。
καὶ τούτοις ἐκείνως ἄν τις μάλιστα πιστεύσειεν, εἰ σφόδρα τοῖς λεγομένοις ἀπιστήσας ἐξετάζειν ἐπιχειρήσειεν, ὅπως ἕκαστος ἐτυράννευσεν.
そして、これらのことに最も説得力を感じるのは、もし語られたことを強く疑って、それぞれがどのようにして僭主となったかを自ら検証しようとする場合であろう。
φανήσομαι γὰρ οὐκ ἐκ παντὸς τρόπου μεγάλα λέγειν προθυμούμενος, ἀλλὰ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν οὕτω περὶ αὐτοῦ θρασέως εἰρηκώς.
なぜなら、私が何が何でも誇大に語ろうと努めているのではなく、事の実相ゆえに、彼についてこのように大胆に語ったのだということが明らかになるはずだからである。
§40εἰ μὲν οὖν ἐπὶ μικροῖς διήνεγκε, τοιούτων ἂν καὶ τῶν λόγων αὐτῷ προσῆκεν ἀξιοῦσθαι·
それゆえ、もし彼が些細な事柄において抜きんでていたのであれば、言論もまたそのようなもので彼を評価するのがふさわしかったであろう。
νῦν δʼ ἅπαντες ἂν ὁμολογήσειαν τυραννίδα καὶ τῶν θείων ἀγαθῶν καὶ τῶν ἀνθρωπίνων μέγιστον καὶ σεμνότατον καὶ περιμαχητότατον εἶναι.
しかし、実際には、僭主の地位は、神的な善においても人間的な善においても、最大であり、最も尊厳があり、最も誰もが欲するものであることに、すべての人が同意するであろう。
τὸν δὴ τὸ κάλλιστον τῶν ὄντων κάλλιστα κτησάμενον τίς ἂν ἢ ποιητὴς ἢ λόγων εὑρετὴς ἀξίως τῶν πεπραγμένων ἐπαινέσειεν;
それならば、存在するもののうち最も美しいものを最も美しく手に入れた人物を、いかなる詩人や雄弁家が、その事績にふさわしく称賛し得ようか。
§41οὐ τοίνυν ἐν τούτοις ὑπερβαλόμενος ἐν τοῖς ἄλλοις εὑρεθήσεται καταδεέστερος γενόμενος, ἀλλὰ πρῶτον μὲν εὐφυέστατος ὢν τὴν γνώμην καὶ πλεῖστα κατορθοῦν δυνάμενος ὅμως οὐκ ᾠήθη δεῖν ὀλιγωρεῖν οὐδʼ αὐτοσχεδιάζειν περὶ τῶν πραγμάτων, ἀλλʼ ἐν τῷ ζητεῖν καὶ φροντίζειν καὶ βουλεύεσθαι τὸν πλεῖστον τοῦ χρόνου διέτριβεν, ἡγούμενος μέν, εἰ καλῶς τὴν αὑτοῦ φρόνησιν παρασκευάσειεν, καλῶς αὑτῷ καὶ τὴν βασιλείαν ἕξειν, θαυμάζων δʼ ὅσοι τῶν μὲν ἄλλων ἕνεκα τῆς ψυχῆς ποιοῦνται τὴν ἐπιμέλειαν, αὐτῆς δὲ ταύτης μηδὲν τυγχάνουσι φροντίζοντες.
さらに、彼はこれらの点で他を圧倒していたからといって、他の事柄において劣っていたことが見出されるわけではない。 むしろ、何よりもまず、知性において極めて優れた資質を持ち、多くのことを成し遂げる能力があったにもかかわらず、諸々の事柄を軽んじたり即興で対処したりすべきではないと考え、むしろ探求し、熟考し、評議することに大半の時間を費やした。 彼は、もし自分の知性を優れたものに整えるならば、自分にとって王位もまた優れたものになるだろうと考え、また、他のもののために魂の配慮を怠らない人々が、当の魂そのものについてはまったく気にかけていないのを見て、驚いていたのである。
§42ἔπειτα καὶ περὶ τῶν πραγμάτων τὴν αὐτὴν διάνοιαν εἶχεν·
次に、実際の国務に関しても、彼は同じ考えを持っていた。
ὁρῶν γὰρ τοὺς ἄριστα τῶν ὄντων ἐπιμελουμένους ἐλάχιστα λυπουμένους, καὶ τὰς ἀληθινὰς τῶν ῥᾳθυμιῶν οὐκ ἐν ταῖς ἀργίαις ἀλλʼ ἐν ταῖς εὐπραγίαις καὶ καρτερίαις ἐνούσας, οὐδὲν ἀνεξέταστον παρέλειπεν, ἀλλʼ οὕτως ἀκριβῶς καὶ τὰς πράξεις ᾔδει καὶ τῶν πολιτῶν ἕκαστον ἐγίγνωσκεν ὥστε μήτε τοὺς ἐπιβουλεύοντας αὐτῷ φθάνειν μήτε τοὺς ἐπιεικεῖς ὄντας λανθάνειν, ἀλλὰ πάντας τυγχάνειν τῶν προσηκόντων·
すなわち、存在する事柄を最も見事に管理する人々が最も苦痛を感じることが少なく、また本当の心の安らぎは怠惰の中にあるのではなく、善行と忍耐の中にあることを見抜いていた彼は、何一つ吟味せずには放置しなかった。 それどころか、あまりにも正確に諸々の事態を把握し、市民の一人一人を知っていたので、彼を陥れようと謀る者たちに先手を打たれることもなく、優れた者たちを見落とすこともなく、すべての人がそれぞれにふさわしい報いを得るようにした。
οὐ γὰρ ἐξ ὧν ἑτέρων ἤκουεν οὔτʼ ἐκόλαζεν οὔτʼ ἐτίμα τοὺς πολίτας, ἀλλʼ ἐξ ὧν αὐτὸς συνῄδει τὰς κρίσεις ἐποιεῖτο περὶ αὐτῶν.
なぜなら、彼は他者から聞いたことに基づいて市民を罰したり賞したりしたのではなく、自ら把握していたことに基づいて彼らに対する評価を下したからである。
§43ἐν τοιαύταις δʼ ἐπιμελείαις αὑτὸν καταστήσας οὐδὲ περὶ τῶν κατὰ τὴν ἡμέραν ἑκάστην προσπιπτόντων οὐδὲ περὶ ἓν πεπλανημένως εἶχεν, ἀλλʼ οὕτω θεοφιλῶς καὶ φιλανθρώπως διῴκει τὴν πόλιν ὥστε τοὺς εἰσαφικνουμένους μὴ μᾶλλον Εὐαγόραν τῆς ἀρχῆς ζηλοῦν ἢ τοὺς ἄλλους τῆς ὑπʼ ἐκείνου βασιλείας·
このような配慮を自分自身に課していたため、彼は日々の暮らしの中で突発的に生じる事柄についても、何一つ迷うことなく対処した。 そればかりか、あまりにも神に愛され、人間を愛する仕方で都市を統治したため、そこを訪れる人々は、エヴァゴラスの支配権を羨むのと同じくらい、彼が統治する王国の他の市民たちを羨むほどであった。
ἅπαντα γὰρ τὸν χρόνον διετέλεσεν οὐδένα μὲν ἀδικῶν, τοὺς δὲ χρηστοὺς τιμῶν, καὶ σφόδρα μὲν ἁπάντων ἄρχων, νομίμως δὲ τοὺς ἐξαμαρτόντας κολάζων·
なぜなら、彼は生涯を通じて、誰をも不義に扱わず、善良な人々を重んじ、すべての者を力強く支配しつつも、過ちを犯した者たちを法律に則って罰し続けたからである。
§44οὐδὲν μὲν συμβούλων δεόμενος, ὅμως δὲ τοῖς φίλοις συμβουλευόμενος· πολλὰ μὲν τῶν χρωμένων ἡττώμενος, ἅπαντα δὲ τῶν ἐχθρῶν περιγιγνόμενος· σεμνὸς ὢν οὐ ταῖς τοῦ προσώπου συναγωγαῖς ἀλλὰ ταῖς τοῦ βίου κατασκευαῖς· οὐδὲ πρὸς ἓν ἀτάκτως οὐδʼ ἀνωμάλως διακείμενος, ἀλλʼ ὁμοίως τὰς ἐν τοῖς ἔργοις ὁμολογίας ὥσπερ τὰς ἐν τοῖς λόγοις διαφυλάττων·
相談役をまったく必要としなかったが、それでも友人たちに相談し、交際する人々に対しては多くの場合で折れてやりながらも、敵に対してはあらゆる点で勝利を収め、顔をしかめることによってではなく、生き方の秩序によって気品を保ち、何一つとして無秩序であったり一貫しなかったりすることなく、言論における合意と同様に、行動における一貫性をも同様に守り抜いた。
§45μέγα φρονῶν οὐκ ἐπὶ τοῖς διὰ τύχην ἀλλʼ ἐπὶ τοῖς διʼ αὑτὸν γιγνομένοις· τοὺς μὲν φίλους ταῖς εὐεργεσίαις ὑφʼ αὑτῷ ποιούμενος, τοὺς δʼ ἄλλους τῇ μεγαλοψυχίᾳ καταδουλούμενος· φοβερὸς ὢν οὐ τῷ πολλοῖς χαλεπαίνειν, ἀλλὰ τῷ πολὺ τὴν τῶν ἄλλων φύσιν ὑπερβάλλειν· ἡγούμενος τῶν ἡδονῶν, ἀλλʼ οὐκ ἀγόμενος ὑπʼ αὐτῶν· ὀλίγοις πόνοις πολλὰς ῥᾳστώνας κτώμενος, ἀλλʼ οὐ διὰ μικρὰς ῥᾳθυμίας μεγάλους πόνους ὑπολειπόμενος·
運によって生じることではなく、自分自身によって生じることに対して誇りを持ち、恩恵を施すことによって友人たちを自分の味方とし、寛大さによって他の人々を従わせ、多くの人に怒りをぶつけることによってではなく、他の人々の本性をはるかに凌駕することによって畏敬の念を抱かせ、快楽を支配し、快楽によって支配されることはなく、わずかな労力によって多くの休息を獲得し、目先のささやかな怠惰のために大きな苦労を後回しにすることはなかった。
§46ὅλως οὐδὲν παραλείπων ὧν προσεῖναι δεῖ τοῖς βασιλεῦσιν, ἀλλʼ ἐξ ἑκάστης τῆς πολιτείας ἐξειλεγμένος τὸ βέλτιστον, καὶ δημοτικὸς μὲν ὢν τῇ τοῦ πλήθους θεραπείᾳ, πολιτικὸς δὲ τῇ τῆς πόλεως ὅλης διοικήσει, στρατηγικὸς δὲ τῇ πρὸς τοὺς κινδύνους εὐβουλίᾳ, τυραννικὸς δὲ τῷ πᾶσι τούτοις διαφέρειν.
総じて、王たる者に備わっているべき性質を何一つ欠くことなく、あらゆる政体から最善のものを抽出し、民衆への配慮においては民主的であり、都市全体の管理においては政治家的であり、危険に対する思慮深さにおいては将帥的であり、これらすべてにおいて卓越しているという点において僭主的であった。
καὶ ταῦθʼ ὅτι προσῆν Εὐαγόρᾳ, καὶ πλείω τούτων, ἐξ αὐτῶν τῶν ἔργων ῥᾴδιον καταμαθεῖν.
そして、これらのこと、またこれら以上のことがエヴァゴラスに備わっていたことは、その事績それ自体から容易に理解できる。