Humanitext Reader

伊索克拉底 · 埃瓦戈拉斯 §39-46

获取王位的正当性与理想统治

第 5 段,共 9 段 · 希腊语

内容简介

作者强调了埃瓦戈拉斯获得王权的方式的正义性与虔敬性,论证了即使与历史上的伟人相比,他的卓越品质也更为胜出。随后,作者详细描述了埃瓦戈拉斯非凡的智慧、对公民的细致关怀以及具备理想德行的统治。

§39εἰ δὲ δεῖ συντόμως καὶ μηδὲν ὑποστειλάμενον μηδὲ δείσαντα τὸν φθόνον, ἀλλὰ παρρησίᾳ χρησάμενον εἰπεῖν, οὐδεὶς οὔτε θνητὸς οὔθʼ ἡμίθεος οὔτʼ ἀθάνατος εὑρεθήσεται κάλλιον οὐδὲ λαμπρότερον οὐδʼ εὐσεβέστερον λαβὼν ἐκείνου τὴν βασιλείαν.
如果必须简短且毫不隐瞒、也不惧怕嫉妒,而是直言不讳地来说,那么无论是凡人、半神还是不死的神明,都不会被发现有谁比他更美好、更显赫、更虔敬地获得了王位。
καὶ τούτοις ἐκείνως ἄν τις μάλιστα πιστεύσειεν, εἰ σφόδρα τοῖς λεγομένοις ἀπιστήσας ἐξετάζειν ἐπιχειρήσειεν, ὅπως ἕκαστος ἐτυράννευσεν.
如果有人对所说的话深表怀疑,并试图去考察每个人是如何成为僭主的,那么他就会最有力地相信这些话。
φανήσομαι γὰρ οὐκ ἐκ παντὸς τρόπου μεγάλα λέγειν προθυμούμενος, ἀλλὰ διὰ τὴν τοῦ πράγματος ἀλήθειαν οὕτω περὶ αὐτοῦ θρασέως εἰρηκώς.
因为这显然不是我千方百计地想要夸大其词,而是因为事情的真相,我才对他作了如此大胆的评价。
§40εἰ μὲν οὖν ἐπὶ μικροῖς διήνεγκε, τοιούτων ἂν καὶ τῶν λόγων αὐτῷ προσῆκεν ἀξιοῦσθαι· νῦν δʼ ἅπαντες ἂν ὁμολογήσειαν τυραννίδα καὶ τῶν θείων ἀγαθῶν καὶ τῶν ἀνθρωπίνων μέγιστον καὶ σεμνότατον καὶ περιμαχητότατον εἶναι.
因此,如果他只是在微不足道的事情上出类拔萃,那么用同样的言语来评价他也是合适的;但事实是,所有人都会同意,僭主统治在神圣的福泽和人间的福祉中都是最大、最庄严、最令人向往的。
τὸν δὴ τὸ κάλλιστον τῶν ὄντων κάλλιστα κτησάμενον τίς ἂν ἢ ποιητὴς ἢ λόγων εὑρετὴς ἀξίως τῶν πεπραγμένων ἐπαινέσειεν;
那么,对于这位以最美好的方式获得了世间最美好事物的人,又有哪位诗人或辩才能够做出配得上其功绩的赞颂呢?
§41οὐ τοίνυν ἐν τούτοις ὑπερβαλόμενος ἐν τοῖς ἄλλοις εὑρεθήσεται καταδεέστερος γενόμενος, ἀλλὰ πρῶτον μὲν εὐφυέστατος ὢν τὴν γνώμην καὶ πλεῖστα κατορθοῦν δυνάμενος ὅμως οὐκ ᾠήθη δεῖν ὀλιγωρεῖν οὐδʼ αὐτοσχεδιάζειν περὶ τῶν πραγμάτων, ἀλλʼ ἐν τῷ ζητεῖν καὶ φροντίζειν καὶ βουλεύεσθαι τὸν πλεῖστον τοῦ χρόνου διέτριβεν, ἡγούμενος μέν, εἰ καλῶς τὴν αὑτοῦ φρόνησιν παρασκευάσειεν, καλῶς αὑτῷ καὶ τὴν βασιλείαν ἕξειν, θαυμάζων δʼ ὅσοι τῶν μὲν ἄλλων ἕνεκα τῆς ψυχῆς ποιοῦνται τὴν ἐπιμέλειαν, αὐτῆς δὲ ταύτης μηδὲν τυγχάνουσι φροντίζοντες.
此外,他虽然在这些方面超越了他人,但在其他方面绝不会被发现有所逊色;相反,首先,尽管他在智力上极具天赋,并且有能力成功完成大多数事情,但他并不认为自己应该对事务有所疏忽或即兴应付,而是将大部分时间花在探求、深思和商议上。 他认为,如果他把自己的智慧磨砺得很好,那么他的王权对他来说也会处于良好的状态;同时,他也很惊讶于那些为了灵魂而对其他事物悉心照料、却对灵魂本身毫不关心的人。
§42ἔπειτα καὶ περὶ τῶν πραγμάτων τὴν αὐτὴν διάνοιαν εἶχεν·
其次,对于政务他也持有相同的看法。
ὁρῶν γὰρ τοὺς ἄριστα τῶν ὄντων ἐπιμελουμένους ἐλάχιστα λυπουμένους, καὶ τὰς ἀληθινὰς τῶν ῥᾳθυμιῶν οὐκ ἐν ταῖς ἀργίαις ἀλλʼ ἐν ταῖς εὐπραγίαις καὶ καρτερίαις ἐνούσας, οὐδὲν ἀνεξέταστον παρέλειπεν, ἀλλʼ οὕτως ἀκριβῶς καὶ τὰς πράξεις ᾔδει καὶ τῶν πολιτῶν ἕκαστον ἐγίγνωσκεν ὥστε μήτε τοὺς ἐπιβουλεύοντας αὐτῷ φθάνειν μήτε τοὺς ἐπιεικεῖς ὄντας λανθάνειν, ἀλλὰ πάντας τυγχάνειν τῶν προσηκόντων·
因为他看到,对世间事务管理得最好的人痛苦最少,而且真正的安闲并不存在于懒散之中,而存在于建功立业和坚忍克己之中,所以他没有遗漏任何未经考察的事物。 相反,他如此精确地掌握了政务,并如此熟悉每一位公民,以至于阴谋加害他的人无法占得先机,优秀的人也不会被他忽略,而是所有人都得到了应有的对待。
οὐ γὰρ ἐξ ὧν ἑτέρων ἤκουεν οὔτʼ ἐκόλαζεν οὔτʼ ἐτίμα τοὺς πολίτας, ἀλλʼ ἐξ ὧν αὐτὸς συνῄδει τὰς κρίσεις ἐποιεῖτο περὶ αὐτῶν.
因为他既不根据听信他人的话来惩罚或奖赏公民,而是根据他自己所了解的事实来对他们做出裁决。
§43ἐν τοιαύταις δʼ ἐπιμελείαις αὑτὸν καταστήσας οὐδὲ περὶ τῶν κατὰ τὴν ἡμέραν ἑκάστην προσπιπτόντων οὐδὲ περὶ ἓν πεπλανημένως εἶχεν, ἀλλʼ οὕτω θεοφιλῶς καὶ φιλανθρώπως διῴκει τὴν πόλιν ὥστε τοὺς εἰσαφικνουμένους μὴ μᾶλλον Εὐαγόραν τῆς ἀρχῆς ζηλοῦν ἢ τοὺς ἄλλους τῆς ὑπʼ ἐκείνου βασιλείας·
既然让自己处于这样细致的管辖之中,即使对于每日突发的事情,他也没有在任何一件上出现失误,而是如此敬神且爱人地治理着城市,以至于凡是造访此地的人,羡慕埃瓦戈拉斯拥有统治权,并不亚于羡慕其他公民能处于他的王权统治之下。
ἅπαντα γὰρ τὸν χρόνον διετέλεσεν οὐδένα μὲν ἀδικῶν, τοὺς δὲ χρηστοὺς τιμῶν, καὶ σφόδρα μὲν ἁπάντων ἄρχων, νομίμως δὲ τοὺς ἐξαμαρτόντας κολάζων· §44οὐδὲν μὲν συμβούλων δεόμενος, ὅμως δὲ τοῖς φίλοις συμβουλευόμενος· πολλὰ μὲν τῶν χρωμένων ἡττώμενος, ἅπαντα δὲ τῶν ἐχθρῶν περιγιγνόμενος· σεμνὸς ὢν οὐ ταῖς τοῦ προσώπου συναγωγαῖς ἀλλὰ ταῖς τοῦ βίου κατασκευαῖς· οὐδὲ πρὸς ἓν ἀτάκτως οὐδʼ ἀνωμάλως διακείμενος, ἀλλʼ ὁμοίως τὰς ἐν τοῖς ἔργοις ὁμολογίας ὥσπερ τὰς ἐν τοῖς λόγοις διαφυλάττων· §45μέγα φρονῶν οὐκ ἐπὶ τοῖς διὰ τύχην ἀλλʼ ἐπὶ τοῖς διʼ αὑτὸν γιγνομένοις· τοὺς μὲν φίλους ταῖς εὐεργεσίαις ὑφʼ αὑτῷ ποιούμενος, τοὺς δʼ ἄλλους τῇ μεγαλοψυχίᾳ καταδουλούμενος· φοβερὸς ὢν οὐ τῷ πολλοῖς χαλεπαίνειν, ἀλλὰ τῷ πολὺ τὴν τῶν ἄλλων φύσιν ὑπερβάλλειν· ἡγούμενος τῶν ἡδονῶν, ἀλλʼ οὐκ ἀγόμενος ὑπʼ αὐτῶν· ὀλίγοις πόνοις πολλὰς ῥᾳστώνας κτώμενος, ἀλλʼ οὐ διὰ μικρὰς ῥᾳθυμίας μεγάλους πόνους ὑπολειπόμενος· §46ὅλως οὐδὲν παραλείπων ὧν προσεῖναι δεῖ τοῖς βασιλεῦσιν, ἀλλʼ ἐξ ἑκάστης τῆς πολιτείας ἐξειλεγμένος τὸ βέλτιστον, καὶ δημοτικὸς μὲν ὢν τῇ τοῦ πλήθους θεραπείᾳ, πολιτικὸς δὲ τῇ τῆς πόλεως ὅλης διοικήσει, στρατηγικὸς δὲ τῇ πρὸς τοὺς κινδύνους εὐβουλίᾳ, τυραννικὸς δὲ τῷ πᾶσι τούτοις διαφέρειν.
因为他终其一生没有对任何人行不义,而是重用善良的人,在强有力地统治所有人的同时,依法惩处犯错的人;他全然不需要顾问,却仍然与朋友商议;他在许多事情上对交往的人退让,却在一切事情上战胜敌人;他的庄严不表现在脸上紧锁眉头,而表现在生活的作风上;在任何一件事上他都不杂乱无章、也不反复无常,而是如同遵守言论中的契约一样,同样遵守行为中的一致性;他不为因运气而得的事物感到自豪,而为凭着自己而成就的事物感到自豪;他以施予恩惠来使朋友归附自己,以宽宏大度来使其他人服从;他令人敬畏,不是因为对众人苛刻,而是因为他的天资远远超越了常人;他支配着享乐,而不为享乐所支配;他以少许的辛劳换取长久的安逸,而不因一时的贪图安逸而留下巨大的后患;总之,凡是君王应当具备的品质,他无一遗漏,而是从每一种政体中汲取了最优秀的部分:由于关怀大众而具有民主作风,由于治理整个城市而具有政治家风范,由于面对危险时的深谋远虑而具有将帅才能,由于在所有这些方面都出类拔萃而具有主宰者的气度。
καὶ ταῦθʼ ὅτι προσῆν Εὐαγόρᾳ, καὶ πλείω τούτων, ἐξ αὐτῶν τῶν ἔργων ῥᾴδιον καταμαθεῖν.
而这些品质,甚至比这更多的品质都存在于埃瓦戈拉斯身上,这从他的功绩本身就很容易理解。

词汇与语法注释

  1. §39εὑρεθήσεται ... λαβών — 被动语态动词 εὑρίσκομαι 连用主格分词(此处为 λαβών)充当主语补足语,表示“将被发现已经获得了……”。此外,ἐκείνου 是比较属格,修饰比较级副词 κάλλιον、λαμπρότερον 和 εὐσεβέστερον。
  2. §41καλῶς αὑτῷ καὶ τὴν βασιλείαν ἕξειν — 不定式 ἕξειν 是由分词 ἡγούμενος 引导的“带对格的不定式”结构的一部分。动词 ἔχω 与副词(此处为 καλῶς)连用,作不及物动词,表示“处于某种状态”,其主语是处于对格的 τὴν βασιλείαν。αὑτῷ 是利益与格(“对他而言”)。
  3. §43Εὐαγόραν τῆς ἀρχῆς ζηλοῦν ἢ τοὺς ἄλλους τῆς ὑπʼ ἐκείνου βασιλείας — 动词 ζηλόω 采用“对格(人)+ 属格(原因/对象)”的结构,表示“因某事而羡慕/称赞某人”。此处,对格 Εὐαγόραν 和属格 τῆς ἀρχῆς 与对格 τοὺς ἄλλους(其他公民)和属格 τῆς ὑπʼ ἐκείνου βασιλείας(在他统治之下,即处于被统治的境地)进行了对比。

引用这一段

伊索克拉底, 埃瓦戈拉斯 §39-46. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg015.humanitext-grc2:39-46

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。