§30δῆλον δʼ ἐκ τῶν ἔργων·
このことは彼の行動から明らかである。
ἀποβὰς γὰρ εἰς τὴν νῆσον οὐχ ἡγήσατο δεῖν χωρίον ἐχυρὸν καταλαβὼν καὶ τὸ σῶμʼ ἐν ἀσφαλείᾳ καταστήσας περιιδεῖν εἴ τινες αὑτῷ τῶν πολιτῶν βοηθήσουσιν·
すなわち、島に上陸した際、彼は険阻な場所を占領して自分の身を安全な状態に置き、市民の誰かが自分を助けに来てくれるかどうかを傍観すべきだとは考えなかった。
ἀλλʼ εὐθύς, ὥσπερ εἶχε, ταύτης τῆς νυκτὸς διελὼν τοῦ τείχους πυλίδα καὶ ταύτῃ τοὺς μεθʼ αὑτοῦ διαγαγὼν προσέβαλλε πρὸς τὸ βασίλειον.
そうではなく、ただちに、そのままの姿で、その夜のうちに城壁の潜り戸を破り、そこから同行者たちを導き入れて王宮へと襲いかかったのである。
§31καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τοῖς τοιούτοις καιροῖς γιγνομένους καὶ τοὺς φόβους τοὺς τῶν ἄλλων καὶ τὰς παρακελεύσεις τὰς ἐκείνου τί δεῖ λέγοντα διατρίβειν;
このような危急の時に生じる大騒ぎや、他の人々の恐怖、そして彼の激励について、語ることで時間を費やす必要がどこにあろうか。
γενομένων δʼ αὐτῷ τῶν μὲν περὶ τὸν τύραννον ἀνταγωνιστῶν, τῶν δʼ ἄλλων πολιτῶν θεατῶν, δεδιότες γὰρ τοῦ μὲν τὴν ἀρχήν, τοῦ δὲ τὴν ἀρετήν,
彼に対して、僭主の側近たちが敵対者となり、他の市民たちが傍観者となったとき――というのも、彼らは一方の支配権を恐れ、他方の卓越性を恐れていたからであるが――、市民たちは静観していた。
§32ἡσυχίαν εἶχον, οὐ πρότερον ἐπαύσατο μαχόμενος καὶ μόνος πρὸς πολλοὺς καὶ μετʼ ὀλίγων πρὸς ἅπαντας τοὺς ἐχθροὺς, πρὶν ἑλεῖν τὸ βασίλειον, καὶ τούς τʼ ἐχθροὺς ἐτιμωρήσατο καὶ τοῖς φίλοις ἐβοήθησεν, ἔτι δὲ τῷ γένει τὰς τιμὰς τὰς πατρίους ἐκομίσατο, καὶ τύραννον αὑτὸν τῆς πόλεως κατέστησεν.
彼は、一人で多数を相手に、また少数の仲間とともに敵の全員を相手に戦うことを、王宮を奪取するまでやめなかった。 そして敵に報復し、友を助け、さらに自分の一族に先祖伝来の栄誉を取り戻し、自らをその都市の僭主(支配者)に据えたのである。
§33ἡγοῦμαι μὲν οὖν, εἰ καὶ μηδενὸς ἄλλου μνησθείην, ἀλλʼ ἐνταῦθα καταλίποιμι τὸν λόγον, ῥᾴδιον ἐκ τούτων εἶναι γνῶναι τήν τʼ ἀρετὴν τὴν Εὐαγόρου καὶ τὸ μέγεθος τῶν πεπραγμένων·
それゆえ、たとえ私が他の何事にも言及せず、ここで話を終えるとしても、これらからエヴァゴラスの卓越性と、その事績の偉大さを知ることは容易であると私は考える。
οὐ μὴν ἀλλʼ ἔτι γε σαφέστερον περὶ ἀμφοτέρων τούτων ἐκ τῶν ἐχομένων οἶμαι δηλώσειν.
とはいえ、これに続く事柄から、これら両方についていっそう明確に示すことができると考えている。
§34τοσούτων γὰρ τυράννων ἐν ἅπαντι τῷ χρόνῳ γεγενημένων οὐδεὶς φανήσεται τὴν τιμὴν ταύτην κάλλιον ἐκείνου κτησάμενος.
なぜなら、すべての時代を通じてこれほど多くの僭主が現れたが、この栄誉を彼よりも美しく手に入れた者は一人もいないことが明らかになるからである。
εἰ μὲν οὖν πρὸς ἕκαστον αὐτῶν τὰς πράξεις τὰς Εὐαγόρου παραβάλλοιμεν, οὔτʼ ἂν ὁ λόγος ἴσως τοῖς καιροῖς ἁρμόσειεν οὔτʼ ἂν ὁ χρόνος τοῖς λεγομένοις ἀρκέσειεν·
もし私たちが彼らの一人一人とエヴァゴラスの事績を比較するならば、おそらくこの演説は状況に適わなくなり、時間もまた語るべきことに対して足りなくなるだろう。
ἢν δὲ προελόμενοι τοὺς εὐδοκιμωτάτους ἐπὶ τούτων σκοπῶμεν, οὐδὲν μὲν χεῖρον ἐξετῶμεν, πολὺ δὲ συντομώτερον διαλεχθησόμεθα περὶ αὐτῶν.
しかし、最も名高い人々を選び出して、彼らを基準として考察するならば、私たちは十分に吟味することになり、かつ、彼らについて伝えるのもはるかに簡潔になるだろう。
§35τῶν μὲν οὖ τὰς πατρικὰς βασιλείας παραλαβόντων τίς οὐκ ἂν τοὺς Εὐαγόρου κινδύνους προκρίνειεν;
まず、父祖の王位を受け継いだ者たちの中で、エヴァゴラスの冒した危険のほうを優先しない者がいるだろうか。
οὐδεὶς γάρ ἐστιν οὕτω ῥᾴθυμος, ὅστις ἂν δέξαιτο παρὰ τῶν προγόνων τὴν ἀρχὴν ταύτην παραλαβεῖν μᾶλλον ἢ κτησάμενος ὥσπερ ἐκεῖνος τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν.
なぜなら、祖先からこの支配権を受け継ぐことを、彼のように自分でそれを手に入れて自分の子供たちに残してやるよりも望むほど、怠惰な者は一人もいないからである。
§36καὶ μὴν τῶν γε παλαιῶν καθόδων αὗται μάλιστʼ εὐδοκιμοῦσιν ἃς παρὰ τῶν ποιητῶν ἀκούομεν·
さらに、古代の帰還の物語の中でも、私たちが詩人たちから聞くものが最も名高い。
οὗτοι γὰρ οὐ μόνον τῶν γεγενημένων τὰς καλλίστας ἡμῖν ἀπαγγέλλουσιν, ἀλλὰ καὶ παρʼ αὑτῶν καινὰς συντιθέασιν.
なぜなら、彼らは実際に起こった出来事のうち最も美しいものを私たちに伝えるだけでなく、自分たちで新しい話を創作しさえするからである。
ἀλλʼ ὅμως οὐδεὶς αὐτῶν μεμυθολόγηκεν, ὅστις οὕτω δεινοὺς καὶ φοβεροὺς ποιησάμενος τοὺς κινδύνους εἰς τὴν αὑτοῦ κατῆλθεν·
しかしそれでも、彼らのうちの誰も、これほど恐ろしく恐るべき危険を自ら冒して自分の祖国へ帰還した人物については語っていない。
ἀλλʼ οἱ μὲν πλεῖστοι πεποίηνται διὰ τύχην λαβόντες τὰς βασιλείας, οἱ δὲ μετὰ δόλου καὶ τέχνης περιγενόμενοι τῶν ἐχθρῶν.
むしろ、彼らのうちの大部分は運によって王位を手に入れたと詠まれており、他の者たちは計略や欺瞞によって敵に打ち勝ったとされている。
§37ἀλλὰ μὴν τῶν γʼ ἐπὶ τάδε γεγενημένων, ἴσως δὲ καὶ τῶν ἁπάντων, Κῦρον τὸν Μήδων μὲν ἀφελόμενον τὴν ἀρχήν, Πέρσαις δὲ κτησάμενον, καὶ πλεῖστοι καὶ μάλιστα θαυμάζουσιν.
さらに、最近の時代に現れた人々、あるいは歴史上のすべての人々の中で、メディア人から支配権を奪い、ペルシア人のためにそれを獲得したキュロスを、多くの人々が最も称賛している。
ἀλλʼ ὁ μὲν τῷ Περσῶν στρατοπέδῳ τὸ Μήδων ἐνίκησεν, ὃ πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ῥᾳδίως ἂν ποιήσειαν·
しかし、一方(キュロス)はペルシアの軍勢によってメディアの軍勢を破ったが、それはギリシア人や異民族の多くの者でも容易になし得たことであろう。
ὁ δὲ διὰ τῆς ψυχῆς τῆς αὑτοῦ καὶ τοῦ σώματος τὰ πλεῖστα φαίνεται τῶν προειρημένων διαπραξάμενος.
他方(エヴァゴラス)は、自らの魂と身体の力によって、先述の事績の大部分を成し遂げたことが明らかだからである。
§38ἔπειτʼ ἐκ μὲν τῆς Κύρου στρατηγίας οὔπω δῆλον ὅτι καὶ τοὺς Εὐαγόρου κινδύνους ἂν ὑπέμεινεν, ἐκ δὲ τῶν τούτῳ πεπραγμένων ἅπασι φανερόν, ὅτι ῥᾳδίως ἂν κἀκείνοις τοῖς ἔργοις ἐπεχείρησεν.
さらに、キュロスの将帥としての手腕からは、彼がエヴァゴラスの冒したような危険にも耐え抜いたかどうかはまだ明らかではないが、他方、彼(エヴァゴラス)の成し遂げた事柄からは、彼がそれらの事業にも容易に挑んだであろうことは、すべての人にとって明白である。
πρὸς δὲ τούτοις τῷ μὲν ὁσίως καὶ δικαίως ἅπαντα πέπρακται, τῷ δʼ οὐκ εὐσεβῶς ἔνια συμβέβηκεν·
これに加えて、一方(エヴァゴラス)にとってはすべての事柄が敬虔かつ正義に則って成し遂げられたが、他方(キュロス)にとってはいくつかの事柄が不敬な形で生じてしまった。
ὁ μὲν γὰρ τοὺς ἐχθροὺς ἀπώλεσε, Κῦρος δὲ τὸν πατέρα τὸν τῆς μητρὸς ἀπέκτεινεν.
すなわち、一方(エヴァゴラス)は敵を滅ぼしただけだが、キュロスは母の父を殺害したからである。
ὥστʼ εἴ τινες βούλοιντο μὴ τὸ μέγεθος τῶν συμβάντων ἀλλὰ τὴν ἀρετὴν τὴν ἑκατέρου κρίνειν, δικαίως ἂν Εὐαγόραν καὶ τούτου μᾶλλον ἐπαινέσειαν.
したがって、もし人々が、起こった出来事の大きさではなく、両者の卓越性を評価したいと願うならば、当然、エヴァゴラスを彼(キュロス)以上に称賛することになるだろう。