§30δῆλον δʼ ἐκ τῶν ἔργων·
这从他的行动中显而易见。
ἀποβὰς γὰρ εἰς τὴν νῆσον οὐχ ἡγήσατο δεῖν χωρίον ἐχυρὸν καταλαβὼν καὶ τὸ σῶμʼ ἐν ἀσφαλείᾳ καταστήσας περιιδεῖν εἴ τινες αὑτῷ τῶν πολιτῶν βοηθήσουσιν· ἀλλʼ εὐθύς, ὥσπερ εἶχε, ταύτης τῆς νυκτὸς διελὼν τοῦ τείχους πυλίδα καὶ ταύτῃ τοὺς μεθʼ αὑτοῦ διαγαγὼν προσέβαλλε πρὸς τὸ βασίλειον.
因为在登上岛屿时,他并不认为应该先占领一个险要的地方,使自己的身体处于安全之中,然后静观是否有公民会来协助他;相反,他立即以当时的状态,在当天夜里破开了城壁的一扇小门,并带领同行的人从那里穿过,向王宫发起了进攻。
§31καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τοῖς τοιούτοις καιροῖς γιγνομένους καὶ τοὺς φόβους τοὺς τῶν ἄλλων καὶ τὰς παρακελεύσεις τὰς ἐκείνου τί δεῖ λέγοντα διατρίβειν;
在这种危急关头所产生的混乱、他人的恐惧以及他的鼓舞,我又何必费言赘述以虚耗时光呢?
γενομένων δʼ αὐτῷ τῶν μὲν περὶ τὸν τύραννον ἀνταγωνιστῶν, τῶν δʼ ἄλλων πολιτῶν θεατῶν, δεδιότες γὰρ τοῦ μὲν τὴν ἀρχήν, τοῦ δὲ τὴν ἀρετήν, §32ἡσυχίαν εἶχον, οὐ πρότερον ἐπαύσατο μαχόμενος καὶ μόνος πρὸς πολλοὺς καὶ μετʼ ὀλίγων πρὸς ἅπαντας τοὺς ἐχθροὺς, πρὶν ἑλεῖν τὸ βασίλειον, καὶ τούς τʼ ἐχθροὺς ἐτιμωρήσατο καὶ τοῖς φίλοις ἐβοήθησεν, ἔτι δὲ τῷ γένει τὰς τιμὰς τὰς πατρίους ἐκομίσατο, καὶ τύραννον αὑτὸν τῆς πόλεως κατέστησεν.
当对于他而言,僭主的党羽成了对手,而其他公民则成了旁观者——因为他们一方面畏惧僭主的权力,另一方面又敬畏埃瓦戈拉斯的美德—— 他们保持了静默,而他则不断战斗,既以一人抗击众人,也以少数人对抗所有的敌人,直到夺取了王宫;他惩罚了敌人,援助了朋友,更使自己的家族重新获得了祖传的尊荣,并确立自己为该城的僭主。
§33ἡγοῦμαι μὲν οὖν, εἰ καὶ μηδενὸς ἄλλου μνησθείην, ἀλλʼ ἐνταῦθα καταλίποιμι τὸν λόγον, ῥᾴδιον ἐκ τούτων εἶναι γνῶναι τήν τʼ ἀρετὴν τὴν Εὐαγόρου καὶ τὸ μέγεθος τῶν πεπραγμένων·
因此,我认为即使我不再提及其他任何事,而是在这里结束论述,也能很容易地从这些事中了解埃瓦戈拉斯的美德以及他功绩的伟大。
οὐ μὴν ἀλλʼ ἔτι γε σαφέστερον περὶ ἀμφοτέρων τούτων ἐκ τῶν ἐχομένων οἶμαι δηλώσειν.
然而,我相信我能从接下来的内容中,将这两点展现得更加清楚。
§34τοσούτων γὰρ τυράννων ἐν ἅπαντι τῷ χρόνῳ γεγενημένων οὐδεὶς φανήσεται τὴν τιμὴν ταύτην κάλλιον ἐκείνου κτησάμενος.
因为在有史以来的所有僭主中,将没有一个人被发现能比他更光荣地获得这一显荣。
εἰ μὲν οὖν πρὸς ἕκαστον αὐτῶν τὰς πράξεις τὰς Εὐαγόρου παραβάλλοιμεν, οὔτʼ ἂν ὁ λόγος ἴσως τοῖς καιροῖς ἁρμόσειεν οὔτʼ ἂν ὁ χρόνος τοῖς λεγομένοις ἀρκέσειεν· ἢν δὲ προελόμενοι τοὺς εὐδοκιμωτάτους ἐπὶ τούτων σκοπῶμεν, οὐδὲν μὲν χεῖρον ἐξετῶμεν, πολὺ δὲ συντομώτερον διαλεχθησόμεθα περὶ αὐτῶν.
如果我们将埃瓦戈拉斯的功绩与他们每一个人进行对比,也许这番论述与当前的场合不相适应,时间也无法容纳这些叙述;但如果我们挑选出最负盛名的人来并对照这些进行考察,我们不仅不会逊色地完成审视,而且能以简短得多的方式探讨他们。
§35τῶν μὲν οὖ τὰς πατρικὰς βασιλείας παραλαβόντων τίς οὐκ ἂν τοὺς Εὐαγόρου κινδύνους προκρίνειεν;
首先,在那些继承了父辈王位的人当中,有谁不会更倾向于埃瓦戈拉斯所经历的险阻?
οὐδεὶς γάρ ἐστιν οὕτω ῥᾴθυμος, ὅστις ἂν δέξαιτο παρὰ τῶν προγόνων τὴν ἀρχὴν ταύτην παραλαβεῖν μᾶλλον ἢ κτησάμενος ὥσπερ ἐκεῖνος τοῖς παισὶ τοῖς αὑτοῦ καταλιπεῖν.
因为没有一个人是如此怠惰,以至于宁愿从祖先那里接受这个统治权,而不愿像他那样亲手开创并留给自己的子孙。
§36καὶ μὴν τῶν γε παλαιῶν καθόδων αὗται μάλιστʼ εὐδοκιμοῦσιν ἃς παρὰ τῶν ποιητῶν ἀκούομεν· οὗτοι γὰρ οὐ μόνον τῶν γεγενημένων τὰς καλλίστας ἡμῖν ἀπαγγέλλουσιν, ἀλλὰ καὶ παρʼ αὑτῶν καινὰς συντιθέασιν.
此外,在古代的归国事迹中,那些我们从诗人那里听到的最为著名;因为他们不仅向我们叙述了发生过的最美好的事,而且还自己创作出新的故事。
ἀλλʼ ὅμως οὐδεὶς αὐτῶν μεμυθολόγηκεν, ὅστις οὕτω δεινοὺς καὶ φοβεροὺς ποιησάμενος τοὺς κινδύνους εἰς τὴν αὑτοῦ κατῆλθεν· ἀλλʼ οἱ μὲν πλεῖστοι πεποίηνται διὰ τύχην λαβόντες τὰς βασιλείας, οἱ δὲ μετὰ δόλου καὶ τέχνης περιγενόμενοι τῶν ἐχθρῶν.
然而,他们中没有一个人曾虚构过有谁在经历了如此可怕和令人畏惧的险阻之后回到了自己的国土;相反,大多数人都被塑造为因运气而获得王权,其余的人则是通过诡计和智谋战胜了敌人。
§37ἀλλὰ μὴν τῶν γʼ ἐπὶ τάδε γεγενημένων, ἴσως δὲ καὶ τῶν ἁπάντων, Κῦρον τὸν Μήδων μὲν ἀφελόμενον τὴν ἀρχήν, Πέρσαις δὲ κτησάμενον, καὶ πλεῖστοι καὶ μάλιστα θαυμάζουσιν.
再者,在那个时代以后的人当中,甚至可能在所有人当中,居鲁士——他夺取了米底人的统治权并为波斯人赢得了它——最受最多人的赞叹。
ἀλλʼ ὁ μὲν τῷ Περσῶν στρατοπέδῳ τὸ Μήδων ἐνίκησεν, ὃ πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων ῥᾳδίως ἂν ποιήσειαν· ὁ δὲ διὰ τῆς ψυχῆς τῆς αὑτοῦ καὶ τοῦ σώματος τὰ πλεῖστα φαίνεται τῶν προειρημένων διαπραξάμενος.
然而,前者是依靠波斯人的军队战胜了米底人,这是许多希腊人和蛮族人也都能轻易做到的;而后者,则显然是通过他自己的灵魂和身体完成了上述大部分的功绩。
§38ἔπειτʼ ἐκ μὲν τῆς Κύρου στρατηγίας οὔπω δῆλον ὅτι καὶ τοὺς Εὐαγόρου κινδύνους ἂν ὑπέμεινεν, ἐκ δὲ τῶν τούτῳ πεπραγμένων ἅπασι φανερόν, ὅτι ῥᾳδίως ἂν κἀκείνοις τοῖς ἔργοις ἐπεχείρησεν.
其次,从居鲁士的将才中,尚不能清楚他是否也能承受埃瓦戈拉斯所经历的那些险阻;但从后者所成就的事迹中,所有人都可以看出,他也同样能轻易尝试那些事业。
πρὸς δὲ τούτοις τῷ μὲν ὁσίως καὶ δικαίως ἅπαντα πέπρακται, τῷ δʼ οὐκ εὐσεβῶς ἔνια συμβέβηκεν· ὁ μὲν γὰρ τοὺς ἐχθροὺς ἀπώλεσε, Κῦρος δὲ τὸν πατέρα τὸν τῆς μητρὸς ἀπέκτεινεν.
此外,对埃瓦戈拉斯而言,一切都是虔敬而正义地完成的,而对居鲁士而言,有些事的发生却是不敬的;因为前者消灭的是敌人,而居鲁士杀死的却是自己母亲的父亲。
ὥστʼ εἴ τινες βούλοιντο μὴ τὸ μέγεθος τῶν συμβάντων ἀλλὰ τὴν ἀρετὴν τὴν ἑκατέρου κρίνειν, δικαίως ἂν Εὐαγόραν καὶ τούτου μᾶλλον ἐπαινέσειαν.
因此,如果有人不想根据发生的事情的规模、而是根据两者的美德来做评判,他们自然会比称赞居鲁士更称赞埃瓦戈拉斯。