§9εἰ δὲ δεῖ συλλήβδην περὶ τῆς δυνάμεως ταύτης εἰπεῖν, οὐδὲν τῶν φρονίμως πραττομένων εὑρήσομεν ἀλόγως γιγνόμενον, ἀλλὰ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων ἁπάντων ἡγεμόνα λόγον ὄντα, καὶ μάλιστα χρωμένους αὐτῷ τοὺς πλεῖστον νοῦν ἔχοντας·
もしこの言辞の能力について要約して言う必要があるなら、賢明に行われることのうち言葉なしに行われるものは何もないこと、むしろすべての行為と思索の導き手は言葉であり、最も多くの知性を持つ人々が最も言葉を活用していることを見出すであろう。
ὥστε τοὺς τολμῶντας βλασφημεῖν περὶ τῶν παιδευόντων καὶ φιλοσοφούντων ὁμοίως ἄξιον μισεῖν ὥσπερ τοὺς εἰς τὰ τῶν θεῶν ἐξαμαρτάνοντας.
それゆえ、教育を施す人々や哲学する人々をあえて誹謗する者たちは、神々の領域において過ちを犯す者たちと同様に憎むに値する。
§10ἐγὼ δʼ ἀποδέχομαι μὲν ἅπαντας τοὺς λόγους τοὺς καὶ κατὰ μικρὸν ἡμᾶς ὠφελεῖν δυναμένους, οὐ μὴν ἀλλὰ καλλίστους ἡγοῦμαι καὶ βασιλικωτάτους καὶ μάλιστα πρέποντας ἐμοὶ τοὺς περὶ τῶν ἐπιτηδευμάτων καὶ τῶν πολιτειῶν παραινοῦντας, καὶ τούτων αὐτῶν ὅσοι διδάσκουσι τούς τε δυναστεύοντας ὡς δεῖ τῷ πλήθει χρῆσθαι, καὶ τοὺς ἰδιώτας ὡς χρὴ πρὸς τοὺς ἄρχοντας διακεῖσθαι·
私は、少しでも私たちに益をなしうるすべての言辞を歓迎するが、とはいえ、生き方や国制について勧告する言辞、そしてこれらのうちでも特に、支配者たちにどのように群衆を扱うべきかを教え、一般市民にどのように支配者に対して接すべきかを教えるものを、最も美しく、最も王者にふさわしく、また私に最も適したものと考えている。
διὰ γὰρ τούτων ὁρῶ τὰς πόλεις εὐδαιμονεστάτας καὶ μεγίστας γιγνομένας.
なぜなら、これらを通じて、国家が最も幸福に、また最も偉大になるのを私は見ているからである。
§11τὸν μὲν οὖν ἕτερον, ὡς χρὴ τυραννεῖν, Ἰσοκράτους ἠκούσατε, τὸν δʼ ἐχόμενον, ἃ δεῖ ποιεῖν τοὺς ἀρχομένους, ἐγὼ πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖνον ὑπερβαλούμενος, ἀλλʼ ὡς προσῆκόν μοι περὶ τούτων μάλιστα διαλεχθῆναι πρὸς ὑμᾶς.
さて、一方の、どのように独裁支配すべきかについては、イソクラテスからお聞きになった。 他方、それに続く、被支配者が何をなすべきかについては、私が説明することを試みよう。 それは彼を凌駕しようとするからではなく、私にとってこれらについてあなた方に語ることが最もふさわしいからである。
εἰ μὲν γὰρ ἐμοῦ μὴ δηλώσαντος ἃ βούλομαι ποιεῖν ὑμᾶς διαμάρτοιτε τῆς ἐμῆς γνώμης, οὐκ ἂν εἰκότως ὑμῖν ὀργιζοίμην·
もし私があなた方に何をなしてほしいかを明らかにしていないのに、あなた方が私の意図を誤解したとしても、私があなた方に腹を立てるのは当然ではないだろう。
εἰ δὲ προειπόντος ἐμοῦ μηδὲν γίγνοιτο τούτων, δικαίως ἂν ἤδη τοῖς μὴ πειθομένοις μεμφοίμην.
しかし、私が前もって告げたにもかかわらず、これらのことが何一つ行われないならば、その時は従わない人々を非難するのも当然であろう。
§12ἡγοῦμαι δʼ οὕτως ἂν μάλιστα παρακαλέσαι καὶ προτρέψαι πρὸς τὸ μνημονεύειν ὑμᾶς τὰ ῥηθέντα καὶ πειθαρχεῖν αὐτοῖς, οὐκ εἰ περὶ τὸ συμβουλεύειν μόνον γενοίμην καὶ ταῦτʼ ἀπαριθμήσας ἀπαλλαγείην, ἀλλʼ εἰ προεπιδείξαιμι πρῶτον μὲν τὴν πολιτείαν τὴν παροῦσαν ὡς ἄξιόν ἐστιν ἀγαπᾶν οὐ μόνον διὰ τὴν ἀνάγκην, οὐδʼ ὅτι πάντα τὸν χρόνον μετὰ ταύτης οἰκοῦμεν, ἀλλʼ ὅτι βελτίστη τῶν πολιτειῶν ἐστιν, §13ἔπειθʼ ὡς ἐγὼ ταύτην ἔχω τὴν ἀρχὴν οὐ παρανόμως οὐδʼ ἀλλοτρίαν, ἀλλʼ ὁσίως καὶ δικαίως καὶ διὰ τοὺς ἐξ ἀρχῆς προγόνους καὶ διὰ τὸν πατέρα καὶ διʼ ἐμαυτόν.
そして、私がこのようにすれば、あなた方が語られたことを記憶し、それらに従うよう最も促し、勧めることができると私は考えている。 すなわち、私が単に勧告することだけに終始し、それらを列挙して立ち去るのではなく、まず第一に、現在の国制が単に必要性から、あるいは私たちがずっとこの国制のもとで暮らしてきたからという理由だけでなく、それが諸国制の中で最善であるからこそ愛されるに値することを示し、第二に、私がこの支配権を違法に、あるいは他人のものとしてではなく、神聖にかつ正当に、当初からの祖先、父、そして私自身のゆえに保持していることを示すならば、である。
τούτων γὰρ προαποδειχθέντων τίς οὐκ αὐτὸς αὑτοῦ καταγνώσεται τὴν μεγίστην ζημίαν, ἂν μὴ πειθαρχῇ τοῖς ὑπʼ ἐμοῦ συμβουλευθεῖσι καὶ προσταχθεῖσιν;
なぜなら、これらが前もって証明されるならば、私が勧告し命令することに従わない場合、誰が自分自身に対して最大の罰を宣告しないでおられようか。
§14περὶ μὲν οὖν τῶν πολιτειῶν (ἐντεῦθεν γὰρ ὑποτιθέμενος ἠρξάμην) οἶμαι πᾶσι δοκεῖν δεινότατον μὲν εἶναι τὸ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς χρηστοὺς καὶ τοὺς πονηρούς, δικαιότατον δὲ τὸ διωρίσθαι περὶ τούτων καὶ μὴ τοὺς ἀνομοίους τῶν ὁμοίων τυγχάνειν, ἀλλὰ καὶ πράττειν καὶ τιμᾶσθαι κατὰ τὴν ἀξίαν ἑκάστους.
さて、国制について言えば(私はこれを前提として議論を始めたのであるが)、優れた人々と悪しき人々が同じ扱いを受けることは最も不当であり、一方で、これらについて区別がなされ、異質な人々が同等なものを得ることがなく、むしろ各自がその価値に応じて行動し、名誉を与えられることこそが最も公正であると、すべての人が考えていると思う。
§15αἱ μὲν τοίνυν ὀλιγαρχίαι καὶ δημοκρατίαι τὰς ἰσότητας τοῖς μετέχουσι τῶν πολιτειῶν ζητοῦσι, καὶ τοῦτʼ εὐδοκιμεῖ παρʼ αὐταῖς, ἢν μηδὲν ἕτερος ἑτέρου δύνηται πλέον ἔχειν·
それゆえ、寡頭制や民主制は、国制に参画する人々の間で平等を追求し、他者より多くを持つことができないことを良しとする。
ὃ τοῖς πονηροῖς συμφέρον ἐστίν·
これは悪しき人々にとって都合が良いことである。
αἱ δὲ μοναρχίαι πλεῖστον μὲν νέμουσι τῷ βελτίστῳ, δεύτερον δὲ τῷ μετʼ ἐκεῖνον, τρίτον δὲ καὶ τέταρτον τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν λόγον.
他方、君主制は、最も優れた人に最大のものを分け与え、次に優れた人に第二のものを、さらに同じ比率に従って他の人々にも第三、第四のものを分け与える。
καὶ ταῦτʼ εἰ μὴ πανταχοῦ καθέστηκεν, ἀλλὰ τό γε βούλημα τῆς πολιτείας τοιοῦτόν ἐστιν.
そして、これがすべての場所で確立されているわけではないとしても、少なくともこの国制の志向はそういうものである。
§16καὶ μὲν δὴ διορᾶν καὶ τὰς φύσεις τῶν ἀνθρώπων καὶ τὰς πράξεις ἅπαντες ἂν τὰς τυραννίδας μᾶλλον ὁμολογήσαιεν.
さらに、人間の本性と行動を見分けることにおいても、独裁制のほうが優れていると誰もが認めるであろう。
καίτοι τίς οὐκ ἂν δέξαιτο τῶν εὖ φρονούντων τοιαύτης πολιτείας μετέχειν ἐν ᾗ μὴ διαλήσει χρηστὸς ὤν, μᾶλλον ἢ φέρεσθαι μετὰ τοῦ πλήθους μὴ γιγνωσκόμενος ὁποῖός τίς ἐστιν;
だが、良識ある者のうち誰が、自分が優れていることが見過ごされないような国制に参加するよりも、群衆の中に流されて自分がどのような人間であるかを知られないままでいることを望むだろうか。
ἀλλὰ μὴν καὶ πραοτέραν τοσούτῳ δικαίως ἂν αὐτὴν εἶναι κρίνοιμεν, ὅσῳ περ ῥᾷόν ἐστιν ἑνὸς ἀνδρὸς γνώμῃ προσέχειν τὸν νοῦν μᾶλλον ἢ πολλαῖς καὶ παντοδαπαῖς διανοίαις ζητεῖν ἀρέσκειν.
さらにまた、私たちは、多くの多様な考えに気に入られようと努めるよりも、一人の人間の意志に心を配る方がいかに容易であるかというその度合いに応じて、この国制の方がそれだけ穏やかであると、正当に判断するであろう。