§17ὅτι μὲν οὖν ἡδίων ἐστὶ καὶ πραοτέρα καὶ δικαιοτέρα, διὰ πλειόνων μὲν ἄν τις ἀποδείξειεν, οὐ μὴν ἀλλὰ καὶ διὰ τούτων συνιδεῖν ῥᾴδιόν ἐστι·
それゆえ、君主制がより快く、より穏やかで、より公正であることは、多くの議論を通じて証明することもできようが、しかしそれだけでなく、これらを通じても理解することは容易である。
περὶ δὲ τῶν λοιπῶν, ὅσον αἱ μοναρχίαι πρὸς τὸ βουλεύεσθαι καὶ πρᾶξαί τι τῶν δεόντων διαφέρουσιν, οὕτως ἂν κάλλιστα θεωρήσαιμεν, εἰ τὰς μεγίστας τῶν πράξεων παρʼ ἀλλήλας τιθέντες ἐξετάζειν ἐπιχειρήσαιμεν αὐτάς.
他方、残りの点、すなわち君主制が熟議することと必要なことを実行することにおいてどれほど優れているかについては、もし私たちが最も重大な行為を互いに並べて検討することを試みるならば、このようにして最も見事に考察することができるであろう。
οἱ μὲν τοίνυν κατʼ ἐνιαυτὸν εἰς τὰς ἀρχὰς εἰσιόντες πρότερον ἰδιῶται γίγνονται, πρὶν αἰσθέσθαι τι τῶν τῆς πόλεως καὶ λαβεῖν ἐμπειρίαν αὐτῶν·
さて、一方の、年ごとに官職に就く人々は、国家の事柄について何かを理解し、それらの経験を得る前に、再び一般市民に戻ってしまう。
§18οἱ δʼ ἀεὶ τοῖς αὐτοῖς ἐπιστατοῦντες, ἢν καὶ τὴν φύσιν καταδεεστέραν ἔχωσιν, ἀλλʼ οὖν ταῖς γʼ ἐμπειρίαις πολὺ τῶν ἄλλων προέχουσιν.
他方、常に同じ事柄を監督している人々は、仮にその生まれつきの能力が劣っているとしても、少なくとも経験においては他の人々をはるかに凌駕している。
ἔπειθʼ οἱ μὲν πολλῶν καταμελοῦσιν εἰς ἀλλήλους ἀποβλέποντες, οἱ δʼ οὐδενὸς ὀλιγωροῦσιν, εἰδότες ὅτι πάντα δεῖ διʼ αὑτῶν γίγνεσθαι.
さらに、前者は互いに顔を見合わせて多くのことを怠るが、後者はすべてが自分自身を通じて行われなければならないことを知っているため、何一つ軽視しない。
πρὸς δὲ τούτοις οἱ μὲν ἐν ταῖς ὀλιγαρχίαις καὶ ταῖς δημοκρατίαις διὰ τὰς πρὸς σφᾶς αὐτοὺς φιλοτιμίας λυμαίνονται τοῖς κοινοῖς· οἱ δʼ ἐν ταῖς μοναρχίαις ὄντες, οὐκ ἔχοντες ὅτῳ φθονήσουσι, πάντων, ὡς οἷόν τʼ ἐστί, βέλτιστα πράττουσιν.
これらに加えて、寡頭制や民主制における人々は、互いの間の虚栄心のゆえに公務に害を与えるが、他方、君主制にいる人々は、嫉妬すべき相手を持たないため、可能な限り最善にすべてのことを行う。
§19ἔπειθʼ οἱ μὲν ὑστερίζουσι τῶν πραγμάτων·
さらに、前者は事態に遅れをとる。
τὸν μὲν γὰρ πλεῖστον χρόνον ἐπὶ τοῖς ἰδίοις διατρίβουσιν, ἐπειδὰν δʼ εἰς τὰ συνέδρια συνέλθωσιν, πλεονάκις ἄν τις αὐτοὺς εὕροι διαφερομένους ἢ κοινῇ βουλευομένους·
なぜなら、彼らは大半の時間を私事に費やし、評議会に集まるときには、共同で熟議するよりも対立しているのを見出すことの方が多いからである。
οἱ δʼ οὔτε συνεδρίων οὔτε χρόνων αὐτοῖς ἀποδεδειγμένων, ἀλλὰ καὶ τὰς ἡμέρας καὶ τὰς νύκτας ἐπὶ ταῖς πράξεσιν ὄντες οὐκ ἀπολείπονται τῶν καιρῶν, ἀλλʼ ἕκαστον ἐν τῷ δέοντι πράττουσιν.
他方、後者は、彼らのために定められた評議会も時間もないが、昼も夜も実務に携わっているため、好機を逃すことなく、個々のことをなすべき時に行う。
§20ἔτι δʼ οἱ μὲν δυσμενῶς ἔχουσι, καὶ βούλοιντʼ ἂν καὶ τοὺς πρὸ αὑτῶν ἄρχοντας καὶ τοὺς ἐφʼ αὑτοῖς ὡς κάκιστα διοικῆσαι τὴν πόλιν, ἵνʼ ὡς μεγίστην δόξαν αὐτοὶ λάβωσιν·
さらに、前者は敵意を抱いており、自分より前の支配者たちも後の支配者たちも、国家を可能な限り最悪に統治することを望む。 それは自分たちが最大の評判を得るためである。
οἱ δὲ διὰ παντὸς τοῦ βίου κύριοι τῶν πραγμάτων ὄντες εἰς ἅπαντα τὸν χρόνον καὶ τὰς εὐνοίας ἔχουσιν.
これに対して、後者は生涯を通じて国政の主権者であるため、すべての時間に対して好意を抱き続ける。
§21τὸ δὲ μέγιστον· τοῖς γὰρ κοινοῖς οἱ μὲν ὡς ἀλλοτρίοις, οἱ δʼ ὡς ἰδίοις προσέχουσι τὸν νοῦν, καὶ συμβούλοις χρῶνται περὶ αὐτῶν οἱ μὲν τῶν ἀστῶν τοῖς τολμηροτάτοις, οἱ δʼ ἐξ ἁπάντων ἐκλεξάμενοι τοῖς φρονιμωτάτοις, καὶ τιμῶσιν οἱ μὲν τοὺς ἐν τοῖς ὄχλοις εἰπεῖν δυναμένους, οἱ δὲ τοὺς χρῆσθαι τοῖς πράγμασιν ἐπισταμένους.
そして最大の点は、前者は公務を他人のものとして、後者は自分のものとして心を配り、公務について、前者は市民のうちで最も大胆な人々を相談相手とし、後者はすべての中から選び抜いた最も賢明な人々を相談相手とすること、また、前者は群衆の中で演説できる人々を重んじ、後者は実務を処理することを知っている人々を重んじることである。
§22οὐ μόνον δʼ ἐν τοῖς ἐγκυκλίοις καὶ τοῖς κατὰ τὴν ἡμέραν ἑκάστην γιγνομένοις αἱ μοναρχίαι διαφέρουσιν, ἀλλὰ καὶ τὰς ἐν τῷ πολέμῳ πλεονεξίας ἁπάσας περιειλήφασιν.
また、君主制が優れているのは、日常の雑務や日々の出来事においてだけではなく、戦争におけるすべての利点をも包摂している点である。
καὶ γὰρ παρασκευάσασθαι δυνάμεις καὶ χρήσασθαι ταύταις, ὥστε καὶ λαθεῖν καὶ φθῆναι, καὶ τοὺς μὲν πεῖσαι, τοὺς δὲ βιάσασθαι, παρὰ δὲ τῶν ἐκπρίασθαι, τοὺς δὲ ταῖς ἄλλαις θεραπείαις προσαγαγέσθαι, μᾶλλον αἱ τυραννίδες τῶν ἄλλων πολιτειῶν οἷαί τʼ εἰσίν.
なぜなら、軍備を整え、それらを用いて、人目を忍び、また先手を打つこと、また、ある人々を説得し、他の人々を強制し、ある人々からは買い取り、他の人々を様々な懐柔策によって味方に引き入れることは、独裁制のほうが他の国制よりもはるかに実行できるからである。
καὶ ταῦτʼ ἐκ τῶν ἔργων ἄν τις οὐχ ἧττον ἢ τῶν λόγων πιστεύσειεν.
そして、このことは実際の行動から、言葉からと同様に信じられるであろう。
§23τοῦτο μὲν γὰρ τὴν τῶν Περσῶν δύναμιν ἅπαντες ἴσμεν τηλικαύτην τὸ μέγεθος γεγενημένην οὐ διὰ τὴν τῶν ἀνδρῶν φρόνησιν, ἀλλʼ ὅτι μᾶλλον τῶν ἄλλων τὴν βασιλείαν τιμῶσι·
一方では、ペルシア人の勢力がこれほど強大になったのは、彼らの知恵によるのではなく、彼らが他の人々よりも王政を重んじているからであることを私たちは皆知っている。
τοῦτο δὲ Διονύσιον τὸν τύραννον, ὅτι παραλαβὼν τὴν μὲν ἄλλην Σικελίαν ἀνάστατον γεγενημένην, τὴν δʼ αὑτοῦ πατρίδα πολιορκουμένην, οὐ μόνον αὐτὴν τῶν παρόντων κινδύνων ἀπήλλαξεν, ἀλλὰ καὶ μεγίστην τῶν Ἑλληνίδων πόλεων ἐποίησεν·
他方では、僭主ディオニュシオスが、シケリアの他の地域が荒廃し、彼の祖国が包囲されている状況で政権を引き継ぎながらも、祖国を現在の危険から救っただけでなく、ギリシア最大の都市にしたことを私たちは知っている。
ἔτι δὲ Καρχηδονίους καὶ Λακεδαιμονίους,
さらに、カルタゴ人やラケダイモン人についても同様である。
§24τοὺς ἄριστα τῶν ἄλλων πολιτευομένους, οἴκοι μὲν ὀλιγαρχουμένους, παρὰ δὲ τὸν πόλεμον βασιλευομένους.
彼らは他の人々よりも優れた国制を持っているが、本国では寡頭制を敷いているものの、戦争の際には王政に従うのである。
ἔχοι δʼ ἄν τις ἐπιδεῖξαι καὶ τὴν πόλιν, τὴν μάλιστα τὰς τυραννίδας μισοῦσαν, ὅταν μὲν πολλοὺς ἐκπέμψῃ στρατηγούς, ἀτυχοῦσαν, ὅταν δὲ διʼ ἑνὸς ποιήσηται τοὺς κινδύνους, κατορθοῦσαν.
また、独裁制を最も憎んでいるあの都市でさえ、多くの将軍を派遣したときには失敗し、一人の人物を通じて危機に対処したときには成功を収めることを、誰もが示すことができるであろう。