§1εἰσί τινες οἳ δυσκόλως ἔχουσι πρὸς τοὺς λόγους καὶ διαμέμφονται τοὺς φιλοσοφοῦντας, καί φασιν αὐτοὺς οὐκ ἀρετῆς ἀλλὰ πλεονεξίας ἕνεκα ποιεῖσθαι τὰς τοιαύτας διατριβάς.
言葉に対して不快な感情を抱き、知恵を愛求する人々を非難する者がおり、彼らはそうした知的営みを徳のためではなく、私利私欲のために行っているのだと主張する。
ἡδέως ἂν οὖν πυθοίμην τῶν οὕτω διακειμένων, διὰ τί τοὺς μὲν εὖ λέγειν ἐπιθυμοῦντας ψέγουσι, τοὺς δʼ ὀρθῶς πράττειν βουλομένους ἐπαινοῦσιν·
そこで私は、そのように考えている人々に対して、なぜ雄弁を望む人々を非難する一方で、正しく行動することを望む人々を賞賛するのか、喜んで尋ねてみたい。
εἰ γὰρ αἱ πλεονεξίαι λυποῦσιν αὐτούς, πλείους καὶ μείζους ἐκ τῶν ἔργων ἢ τῶν λόγων εὑρήσομεν γιγνομένας.
もし私利私欲が彼らを不快にさせるというなら、言葉からよりも行動から、より多く、より大きな私利私欲が生じることを私たちは見出すであろうからである。
§2ἔπειτα κἀκεῖνʼ ἄτοπον εἰ λέληθεν αὐτούς, ὅτι τὰ περὶ τοὺς θεοὺς εὐσεβοῦμεν καὶ τὴν δικαιοσύνην ἀσκοῦμεν καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύομεν οὐχ ἵνα τῶν ἄλλων ἔλαττον ἔχωμεν, ἀλλʼ ὅπως ἂν ὡς μετὰ πλείστων ἀγαθῶν τὸν βίον διάγωμεν.
さらに、次のことも奇妙である。 もし彼らが、私たちが神々を敬い、正義を実践し、その他の徳に励むのは、他者よりも取り分を少なくするためではなく、できる限り多くの善きものとともに生涯を送るためであることを、気づかずにいるとするならば。
ὥστʼ οὐ κατηγορητέον τῶν πραγμάτων τούτων ἐστί, διʼ ὧν ἄν τις μετʼ ἀρετῆς πλεονεκτήσειεν, ἀλλὰ τῶν ἀνθρώπων τῶν περὶ τὰς πράξεις ἐξαμαρτανόντων ἢ τοῖς λόγοις ἐξαπατώντων καὶ μὴ δικαίως χρωμένων αὐτοῖς.
したがって、それによって人が徳を伴いつつ利を得ることができるような事柄を非難すべきではなく、行動において過ちを犯したり、言葉によって欺いたりして、それらを正しく用いていない人々を非難すべきである。
§3θαυμάζω δὲ τῶν ταύτην τὴν γνώμην ἐχόντων, ὅπως οὐ καὶ τὸν πλοῦτον καὶ τὴν ῥώμην καὶ τὴν ἀνδρίαν κακῶς λέγουσιν.
また、私はこの意見を持つ人々が、なぜ富や強さや勇気をも悪く言わないのか不思議に思う。
εἴπερ γὰρ διὰ τοὺς ἐξαμαρτάνοντας καὶ τοὺς ψευδομένους πρὸς τοὺς λόγους χαλεπῶς ἔχουσι, προσήκει καὶ τοῖς ἄλλοις ἀγαθοῖς αὐτοὺς ἐπιτιμᾶν·
というのも、もし過ちを犯す者や嘘をつく者のゆえに言葉に対して悪感情を抱いているのだとすれば、彼らは他の善きものに対しても非難を加えるのが当然だからである。
φανήσονται γάρ τινες καὶ τῶν ταῦτα κεκτημένων ἐξαμαρτάνοντες καὶ πολλοὺς διὰ τούτων κακῶς ποιοῦντες.
なぜなら、これらを所有している者たちの中にも、過ちを犯し、これらによって多くの人々に害を与える者が現れるに違いないからである。
§4ἀλλὰ γὰρ οὐ δίκαιον, οὔτʼ εἴ τινες τοὺς ἀπαντῶντας τύπτουσι, τῆς ῥώμης κατηγορεῖν, οὔτε διὰ τοὺς ἀποκτείνοντας οὓς οὐ δεῖ τὴν ἀνδρίαν λοιδορεῖν, οὔθʼ ὅλως τὴν τῶν ἀνθρώπων πονηρίαν ἐπὶ τὰ πράγματα μεταφέρειν, ἀλλʼ αὐτοὺς ἐκείνους ψέγειν, ὅσοι τοῖς ἀγαθοῖς κακῶς χρῶνται καὶ τοῖς ὠφελεῖν δυναμένοις, τούτοις βλάπτειν τοὺς συμπολιτευομένους ἐπιχειροῦσι.
しかしながら、出会う人々を殴る者がいるからといって強さを非難することも、殺すべきでない人々を殺す者のゆえに勇気を罵ることも、また一般に人間の邪悪さを事物に転嫁することも正しくはない。 むしろ、善いもの、また助けとなりうるものを悪用し、それらをもって同胞たる市民を害しようと企てる当の本人たちを非難すべきである。
§5νῦν δʼ ἀμελήσαντες τοῦτον τὸν τρόπον περὶ ἑκάστου διορίζεσθαι πρὸς ἅπαντας τοὺς λόγους δυσκόλως διάκεινται, καὶ τοσοῦτον διημαρτήκασιν ὥστʼ οὐκ αἴσθονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες, ὃ πάντων τῶν ἐνόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν αἴτιόν ἐστι.
だが今や、彼らはそれぞれについてこのように区別して考えることを怠り、すべての言葉に対して敵対的な態度をとっており、人間の本性に内在するすべてのものの中で最も多くの善きものの原因となっている当の事柄に対して悪感情を抱いていることに気づかないほど、大いに誤っている。
τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν οὐδὲν τῶν ἄλλων ζῴων διαφέρομεν, ἀλλὰ πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις καταδεέστεροι τυγχάνομεν ὄντες·
というのも、私たちが持っている他のものにおいては、私たちは他の動物と何ら異なっておらず、むしろ多くの動物に対して、速さにおいても強さにおいても、またその他の能力においても劣っているからである。
§6ἐγγενομένου δʼ ἡμῖν τοῦ πείθειν ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτοὺς περὶ ὧν ἂν βουληθῶμεν, οὐ μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις ᾠκίσαμεν καὶ νόμους ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ διʼ ἡμῶν μεμηχανημένα λόγος ἡμῖν ἐστιν ὁ συγκατασκευάσας.
しかし、互いに説得し合い、私たちが望むことについてお互いに明らかにし合う能力が私たちに備わったことによって、私たちは野獣のように生きることから脱却しただけでなく、集まって都市を築き、法律を制定し、技術を発明した。 そして、私たちの手によって考案されたほぼすべてのものは、言葉が私たちとともに創り上げたものなのである。
§7οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν αἰσχρῶν καὶ τῶν καλῶν ἐνομοθέτησεν·
なぜなら、言葉こそが、正しいことと正しくないこと、恥ずべきことと美わしいことについて法を定めたからである。
ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τʼ ἦμεν οἰκεῖν μετʼ ἀλλήλων.
これらが規定されていなかったならば、私たちは互いに共に暮らすことはできなかったであろう。
τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς ἀγαθοὺς ἐγκωμιάζομεν.
これによって私たちは悪人を論駁し、善人を称賛する。
διὰ τούτου τούς τʼ ἀνοήτους παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμάζομεν·
これを通じて、私たちは愚者を教育し、賢者を試す。
τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν.
というのも、しかるべき方法で語ることを私たちは正しく思考していることの最大の証拠としているからであり、真実で、法にかない、正しい言葉は、善く信頼に足る魂の写し絵だからである。
§8μετὰ τούτου καὶ περὶ τῶν ἀμφισβητησίμων ἀγωνιζόμεθα καὶ περὶ τῶν ἀγνοουμένων σκοπούμεθα·
言葉とともに私たちは議論のある事柄について争い、未知の事柄について考究する。
ταῖς γὰρ πίστεσιν αἷς τοὺς ἄλλους λέγοντες πείθομεν, ταῖς αὐταῖς ταύταις βουλευόμενοι χρώμεθα, καὶ ῥητορικοὺς μὲν καλοῦμεν τοὺς ἐν τῷ πλήθει δυναμένους λέγειν, εὐβούλους δὲ νομίζομεν οἵτινες ἂν αὐτοὶ πρὸς αὑτοὺς ἄριστα περὶ τῶν πραγμάτων διαλεχθῶσιν.
なぜなら、私たちが語ることによって他者を説得する際に用いるまさにその確信を、私たちは熟議する際にも用いるからである。 そして、群衆の中で語る能力のある人々を私たちは弁論家と呼び、他方で、自分自身の中で事柄について最も優れた仕方で対話できる人々を、私たちは思慮深い人々であるとみなすのである。