Humanitext Reader

伊索克拉底 · 尼科克勒斯或塞浦路斯人 §9-16

关于统治与服从的言辞及君主制的优越性

第 2 段,共 8 段 · 希腊语

内容简介

在对言辞的力量和伟大进行最后概括后,说话者强调了关于统治者与被统治者关系的言辞的重要性,并在讨论被统治者的职责之前,开始论证君主制的优越性。

§9εἰ δὲ δεῖ συλλήβδην περὶ τῆς δυνάμεως ταύτης εἰπεῖν, οὐδὲν τῶν φρονίμως πραττομένων εὑρήσομεν ἀλόγως γιγνόμενον, ἀλλὰ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων ἁπάντων ἡγεμόνα λόγον ὄντα, καὶ μάλιστα χρωμένους αὐτῷ τοὺς πλεῖστον νοῦν ἔχοντας· ὥστε τοὺς τολμῶντας βλασφημεῖν περὶ τῶν παιδευόντων καὶ φιλοσοφούντων ὁμοίως ἄξιον μισεῖν ὥσπερ τοὺς εἰς τὰ τῶν θεῶν ἐξαμαρτάνοντας.
如果需要对这种言辞的力量进行概括阐述,我们会发现,一切明智的行动没有一件是离开言辞而发生的,相反,言辞是所有行动和思想的引导者,而那些拥有最多智慧的人最常使用它;因此,那些敢于诽谤教育者和哲学研究者的人,就像在神明的事物上犯下罪过的人一样,同样值得被憎恨。
§10ἐγὼ δʼ ἀποδέχομαι μὲν ἅπαντας τοὺς λόγους τοὺς καὶ κατὰ μικρὸν ἡμᾶς ὠφελεῖν δυναμένους, οὐ μὴν ἀλλὰ καλλίστους ἡγοῦμαι καὶ βασιλικωτάτους καὶ μάλιστα πρέποντας ἐμοὶ τοὺς περὶ τῶν ἐπιτηδευμάτων καὶ τῶν πολιτειῶν παραινοῦντας, καὶ τούτων αὐτῶν ὅσοι διδάσκουσι τούς τε δυναστεύοντας ὡς δεῖ τῷ πλήθει χρῆσθαι, καὶ τοὺς ἰδιώτας ὡς χρὴ πρὸς τοὺς ἄρχοντας διακεῖσθαι· διὰ γὰρ τούτων ὁρῶ τὰς πόλεις εὐδαιμονεστάτας καὶ μεγίστας γιγνομένας.
我接受所有哪怕只能在微小程度上对我们有益的言辞,但尽管如此,我仍认为那些关于生活习惯和城邦国制的劝诫之辞是最优美、最具有王者风范、也最适合我的,尤其是其中那些教导统治者如何对待群众、以及教导普通公民应当如何对待统治者的言辞;因为通过这些,我看到城邦变得最繁荣、最伟大。
§11τὸν μὲν οὖν ἕτερον, ὡς χρὴ τυραννεῖν, Ἰσοκράτους ἠκούσατε, τὸν δʼ ἐχόμενον, ἃ δεῖ ποιεῖν τοὺς ἀρχομένους, ἐγὼ πειράσομαι διελθεῖν, οὐχ ὡς ἐκεῖνον ὑπερβαλούμενος, ἀλλʼ ὡς προσῆκόν μοι περὶ τούτων μάλιστα διαλεχθῆναι πρὸς ὑμᾶς.
那么,其中关于如何实行独裁统治的一方,你们已经从伊索克拉底那里听过了;而接下来关于被统治者应当做什么,我将努力予以阐述,这并非为了超越他,而是因为由我来向你们讨论这些是最合适的。
εἰ μὲν γὰρ ἐμοῦ μὴ δηλώσαντος ἃ βούλομαι ποιεῖν ὑμᾶς διαμάρτοιτε τῆς ἐμῆς γνώμης, οὐκ ἂν εἰκότως ὑμῖν ὀργιζοίμην· εἰ δὲ προειπόντος ἐμοῦ μηδὲν γίγνοιτο τούτων, δικαίως ἂν ἤδη τοῖς μὴ πειθομένοις μεμφοίμην.
因为如果在我没有明确说明我希望你们做什么的情况下,你们误解了我的意图,我便不能合理地对你们发怒;但如果在我预先说明之后,这些事情却一件也没有发生,那么我便理所当然地可以去责备那些不顺从的人了。
§12ἡγοῦμαι δʼ οὕτως ἂν μάλιστα παρακαλέσαι καὶ προτρέψαι πρὸς τὸ μνημονεύειν ὑμᾶς τὰ ῥηθέντα καὶ πειθαρχεῖν αὐτοῖς, οὐκ εἰ περὶ τὸ συμβουλεύειν μόνον γενοίμην καὶ ταῦτʼ ἀπαριθμήσας ἀπαλλαγείην, ἀλλʼ εἰ προεπιδείξαιμι πρῶτον μὲν τὴν πολιτείαν τὴν παροῦσαν ὡς ἄξιόν ἐστιν ἀγαπᾶν οὐ μόνον διὰ τὴν ἀνάγκην, οὐδʼ ὅτι πάντα τὸν χρόνον μετὰ ταύτης οἰκοῦμεν, ἀλλʼ ὅτι βελτίστη τῶν πολιτειῶν ἐστιν, §13ἔπειθʼ ὡς ἐγὼ ταύτην ἔχω τὴν ἀρχὴν οὐ παρανόμως οὐδʼ ἀλλοτρίαν, ἀλλʼ ὁσίως καὶ δικαίως καὶ διὰ τοὺς ἐξ ἀρχῆς προγόνους καὶ διὰ τὸν πατέρα καὶ διʼ ἐμαυτόν.
我认为,如果我不仅限于提出劝告并在列举完这些之后便离去,而是首先证明当前的国制不仅因其必要性、或因我们一直生活在其中而值得被珍视,更是因为它是所有国制中最好的,其次证明我拥有这一统治权并非非法或篡夺自他人,而是神圣且公正的,这既是因为自始以来的祖先,也是因为父亲以及我自己,那么我便能以此最有效地激励并劝导你们记住这些话并顺从它们。
τούτων γὰρ προαποδειχθέντων τίς οὐκ αὐτὸς αὑτοῦ καταγνώσεται τὴν μεγίστην ζημίαν, ἂν μὴ πειθαρχῇ τοῖς ὑπʼ ἐμοῦ συμβουλευθεῖσι καὶ προσταχθεῖσιν;
因为如果这些已经预先得到了证明,那么如果不顺从我所劝告和命令的事,谁不会在心中判处自己最严厉的惩罚呢?
§14περὶ μὲν οὖν τῶν πολιτειῶν (ἐντεῦθεν γὰρ ὑποτιθέμενος ἠρξάμην) οἶμαι πᾶσι δοκεῖν δεινότατον μὲν εἶναι τὸ τῶν αὐτῶν ἀξιοῦσθαι τοὺς χρηστοὺς καὶ τοὺς πονηρούς, δικαιότατον δὲ τὸ διωρίσθαι περὶ τούτων καὶ μὴ τοὺς ἀνομοίους τῶν ὁμοίων τυγχάνειν, ἀλλὰ καὶ πράττειν καὶ τιμᾶσθαι κατὰ τὴν ἀξίαν ἑκάστους.
那么关于国制(因为我是以此为前提开始讨论的),我想在所有人看来,让优秀的人和恶劣的人获得同样的待遇是最不公正的,而在这些事情上做出区分,不让不同的人获得相同的东西,而是让每个人根据自己的价值去行动并获得尊誉,才是最公正的。
§15αἱ μὲν τοίνυν ὀλιγαρχίαι καὶ δημοκρατίαι τὰς ἰσότητας τοῖς μετέχουσι τῶν πολιτειῶν ζητοῦσι, καὶ τοῦτʼ εὐδοκιμεῖ παρʼ αὐταῖς, ἢν μηδὲν ἕτερος ἑτέρου δύνηται πλέον ἔχειν· ὃ τοῖς πονηροῖς συμφέρον ἐστίν·
因此,寡头制和民主制在参与国制的人中追求平等,并且这在它们之中倍受推崇,只要没有任何人能比他人占有更多;这对于恶人是有利的。
αἱ δὲ μοναρχίαι πλεῖστον μὲν νέμουσι τῷ βελτίστῳ, δεύτερον δὲ τῷ μετʼ ἐκεῖνον, τρίτον δὲ καὶ τέταρτον τοῖς ἄλλοις κατὰ τὸν αὐτὸν λόγον.
而君主制则将最多的东西分配给最优秀的人,其次分给第二优秀的人,并以此类推,按同样的比例将第三、第四分给其他人。
καὶ ταῦτʼ εἰ μὴ πανταχοῦ καθέστηκεν, ἀλλὰ τό γε βούλημα τῆς πολιτείας τοιοῦτόν ἐστιν.
即使这并非在所有地方都得以确立,但该国制的意图至少是这样的。
§16καὶ μὲν δὴ διορᾶν καὶ τὰς φύσεις τῶν ἀνθρώπων καὶ τὰς πράξεις ἅπαντες ἂν τὰς τυραννίδας μᾶλλον ὁμολογήσαιεν.
而且,所有人都会承认,君主制在洞察人类的天性和行为方面更为优越。
καίτοι τίς οὐκ ἂν δέξαιτο τῶν εὖ φρονούντων τοιαύτης πολιτείας μετέχειν ἐν ᾗ μὴ διαλήσει χρηστὸς ὤν, μᾶλλον ἢ φέρεσθαι μετὰ τοῦ πλήθους μὴ γιγνωσκόμενος ὁποῖός τίς ἐστιν;
然而,在明智的人当中,有谁不希望参与这样一种国制——在其中他的优秀不会被忽视,而不是随大流,不被知晓自己究竟是怎样的人?
ἀλλὰ μὴν καὶ πραοτέραν τοσούτῳ δικαίως ἂν αὐτὴν εἶναι κρίνοιμεν, ὅσῳ περ ῥᾷόν ἐστιν ἑνὸς ἀνδρὸς γνώμῃ προσέχειν τὸν νοῦν μᾶλλον ἢ πολλαῖς καὶ παντοδαπαῖς διανοίαις ζητεῖν ἀρέσκειν.
不仅如此,我们还理所当然地判定它要温和得多,因为关注一个人的意志,比力图讨好众多且各异的想法要容易得多。

词汇与语法注释

  1. §9εὑρήσομεν ... ὄντα, καὶ μάλιστα χρωμένους — 作为感知动词 εὑρήσομεν(εὑρίσκω 的将来时)的宾语补足语,双重使用了“宾格+分词”的结构。前半部分是 λόγον ὄντα(言辞是……),后半部分是 τοὺς πλεῖστον νοῦν ἔχοντας ... χρωμένους(拥有最多智慧的人使用……),两者由 καί 并列。
  2. §11Ἰσοκράτους ἠκούσατε — 动词 ἀκούω 在表示声音的来源或说话者时支配属格。在这里,它的意思是“你们从伊索克拉底那里听到了(教诲)”。
  3. §12οὐκ εἰ ... ἀλλʼ εἰ ... — 这构成了主句 ἡγοῦμαι 真实 ἂν παρακαλέσαι(不定式+ἄν,具有潜在/归结语气)的条件从句。它对比性地指出,促使听众顺从的真正条件并非仅仅提出劝告(εἰ περὶ τὸ συμβουλεύειν μόνον γενοίμην),而是首先证明当前国制的优越性(εἰ προεπιδείξαιμι...)。
  4. §16διορᾶν ... ἅπαντες ἂν τὰς τυραννίδας μᾶλλον ὁμολογήσαιεν — 不定式 διορᾶν(洞察、辨别)作为名词性成分,用作 ὁμολογήσαιεν 的宾语(或表示限制/方面的不定式)。在“所有人都会承认,君主制在洞察人类的天性和行为方面更为优越”的语境中,君主制(τυραννίδας)作为比较的对象,与 μᾶλλον 一起被强调。

引用这一段

伊索克拉底, 尼科克勒斯或塞浦路斯人 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。