§25καίτοι πῶς ἄν τις σαφέστερον ἐπιδείξειεν ἢ διὰ τοιούτων παραδειγμάτων πλείστου τὰς μοναρχίας ἀξίας οὔσας;
しかしながら、これほど明確な実例による以上に、どうして君主制が極めて価値のあるものであることをよりはっきりと示すことができようか。
φαίνονται γὰρ οἵ τε διὰ τέλους τυραννευόμενοι μεγίστας δυνάμεις ἔχοντες, οἵ τε καλῶς ὀλιγαρχούμενοι, περὶ ἃ μάλιστα σπουδάζουσιν, οἱ μὲν ἕνα μόνον στρατηγὸν οἱ δὲ βασιλέα τῶν στρατοπέδων κύριον καθιστάντες, οἵ τε μισοῦντες τὰς τυραννίδας, ὁπόταν πολλοὺς ἄρχοντας ἐκπέμψωσιν, §26οὐδὲν τῶν δεόντων πράττοντες.
実際、終始独裁者によって治められている人々は、最大の勢力を持っているように見え、また、よく治められた寡頭制をとる人々も、彼らが最も真剣に取り組む事柄においては、ある人々はただ一人の将軍を、他の人々は王を軍隊の主権者として任命しており、また、独裁制を憎んでいる人々が、多くの支配者を派遣するときには、なすべきことを何一つ行わないのが見られるからである。
εἰ δὲ δεῖ τι καὶ τῶν ἀρχαίων εἰπεῖν, λέγεται καὶ τοὺς θεοὺς ὑπὸ Διὸς βασιλεύεσθαι.
また、古代の事柄についても何かを述べるべきであるならば、神々もまたゼウスによって王支配されていると言われている。
περὶ ὧν εἰ μὲν ἀληθὴς ὁ λόγος ἐστί, δῆλον ὅτι κἀκεῖνοι ταύτην τὴν κατάστασιν προκρίνουσιν, εἰ δὲ τὸ μὲν σαφὲς μηδεὶς οἶδεν, αὐτοὶ δʼ εἰκάζοντες οὕτω περὶ αὐτῶν ὑπειλήφαμεν, σημεῖον ὅτι πάντες τὴν μοναρχίαν προτιμῶμεν·
このことについて、もしその言葉が真実であるなら、彼らもまたこの体制を好んでいることは明らかである。 他方、もし確かなことを誰も知らず、私たち自身が推測して彼らについてそのように思い込んでいるのだとすれば、それは私たち全員が君主制を好んでいる証拠である。
οὐ γὰρ ἄν ποτʼ αὐτῇ χρῆσθαι τοὺς θεοὺς ἔφαμεν, εἰ μὴ πολὺ τῶν ἄλλων αὐτὴν προέχειν ἐνομίζομεν.
なぜなら、もし君主制が他のものよりもはるかに優れていると私たちが信じていなかったならば、神々がそれを用いているなどとは決して言わなかったはずだからである。
§27περὶ μὲν οὖν τῶν πολιτειῶν, ὅσον ἀλλήλων διαφέρουσιν, ἅπαντα μὲν οὔθʼ εὑρεῖν οὔτʼ εἰπεῖν δυνατόν ἐστιν·
さて、国制について、それらがどれほど互いに異なっているかを、すべて見出したり述べたりすることは不可能である。
οὐ μὴν ἀλλὰ πρός γε τὸ παρὸν ἀποχρώντως καὶ νῦν εἴρηται περὶ αὐτῶν.
しかし、少なくとも現時点においては、それらについて十分なことが既に述べられた。
ὡς δὲ προσηκόντως τὴν ἀρχὴν ἡμεῖς ἔχομεν, πολὺ τούτου συντομώτερος καὶ μᾶλλον ὁμολογούμενος ὁ λόγος ἐστίν.
他方、私たちがふさわしく支配権を握っているということについては、これよりもはるかに短く、より広く合意されている議論がある。
§28τίς γὰρ οὐκ οἶδεν ὅτι Τεῦκρος μὲν ὁ τοῦ γένους ἡμῶν ἀρχηγός, παραλαβὼν τοὺς τῶν ἄλλων πολιτῶν προγόνους, πλεύσας δεῦρο καὶ τὴν πόλιν αὐτοῖς ἔκτισε καὶ τὴν χώραν κατένειμεν, ὁ δὲ πατὴρ Εὐαγόρας ἀπολεσάντων ἑτέρων τὴν ἀρχὴν πάλιν ἀνέλαβεν, ὑποστὰς τοὺς μεγίστους κινδύνους, καὶ τοσοῦτον μετέστησεν ὥστε μηκέτι Φοίνικας Σαλαμινίων τυραννεῖν, ἀλλʼ ὧνπερ ἦν τὴν ἀρχήν, τούτους καὶ νῦν ἔχειν τὴν βασιλείαν;
なぜなら、私たちの家系の始祖であるテウクロスが、他の市民たちの先祖を引き連れてここへ航海し、彼らのために都市を創建し、土地を分配したこと、また、父エウアゴラスは、他の者たちが支配権を失ったときに、最大の危険に立ち向かってそれを再び奪い返し、事態を非常に大きく変えたため、もはやフェニキア人がサラミス人を支配することはなく、もともと支配権を持っていたまさにその者たちが今でも王位を保持しているということを、誰が知らないであろうか。
§29λοιπὸν οὖν ἐστιν ὧν προεθέμην περὶ ἐμαυτοῦ διελθεῖν ἵνʼ ἐπίστησθʼ ὅτι τοιοῦτός ἐστιν ὑμῶν ὁ βασιλεύων, ὃς οὐ μόνον διὰ τοὺς προγόνους ἀλλὰ καὶ διʼ ἐμαυτὸν δικαίως ἂν καὶ μείζονος τιμῆς ἢ τηλικαύτης ἠξιώθην.
それゆえ、私が提示したことのうち、私自身に関することを詳しく述べるのが残されている。 それは、あなたがたを支配している者がどのような人物であるか、すなわち、先祖のおかげだけでなく、私自身のおかげによっても、これほど大きな、あるいはそれ以上の名誉に正当に値するとみなされるべき人物であることを、あなたがたが知るためである。
οἶμαι γὰρ ἐγὼ πάντας ἂν ὁμολογῆσαι πλείστου τῶν ἀρετῶν ἀξίας εἶναι τήν τε σωφροσύνην καὶ τὴν δικαιοσύνην.
なぜなら、徳の中でも節制と正義が最も価値のあるものであることは、誰もが同意するであろうと私は思うからである。
§30οὐ γὰρ μόνον ἡμᾶς τὸ καθʼ αὑτὰς ὠφελοῦσιν, ἀλλʼ εἰ ʼθέλοιμεν σκοπεῖν καὶ τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς χρήσεις τῶν πραγμάτων, εὑρήσομεν τὰς μὲν μὴ μετεχούσας τούτων τῶν ἰδεῶν μεγάλων κακῶν αἰτίας οὔσας, τὰς δὲ μετὰ δικαιοσύνης καὶ σωφροσύνης γιγνομένας πολλὰ τὸν βίον τὸν τῶν ἀνθρώπων ὠφελούσας.
なぜなら、それらはそれ自体として私たちに益をもたらすだけでなく、もし私たちが事物の本性や能力や用いられ方を考察しようとするならば、これらの性質を分け持たない事柄は大きな悪の原因となっており、正義と節制を伴って行われる事柄は、人間の生活に多くの益をもたらしていることを見出すからである。
εἰ δή τινες τῶν προγεγενημένων ἐπὶ ταύταις ταῖς ἀρεταῖς εὐδοκίμησαν, ἡγοῦμαι κἀμοὶ προσήκειν τῆς αὐτῆς δόξης ἐκείνοις τυγχάνειν.
したがって、もし過去の先人のうちで、これらの徳によって名声を博した人々がいるならば、私もまた彼らと同じ評判を得るのがふさわしいと私は考える。
§31τὴν μὲν οὖν δικαιοσύνην ἐκεῖθεν ἂν μάλιστα κατίδοιτε.
さて、私の正義については、次のようなことから最もよく理解されるであろう。
παραλαβὼν γάρ, ὅτʼ εἰς τὴν ἀρχὴν καθιστάμην, τὰ μὲν βασίλεια χρημάτων κενὰ καὶ πάντα κατηναλωμένα, τὰ δὲ πράγματα ταραχῆς μεστὰ καὶ πολλῆς ἐπιμελείας δεόμενα καὶ φυλακῆς καὶ δαπάνης, εἰδὼς ἑτέρους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ παντὸς τρόπου τὰ σφέτερʼ αὐτῶν διορθουμένους καὶ πολλὰ παρὰ τὴν φύσιν τὴν αὑτῶν πράττειν ἀναγκαζομένους, ὅμως οὐδʼ ὑφʼ ἑνὸς τούτων διεφθάρην,
すなわち、私が支配権に就いたとき、王宮は資金が底をついてすべてが使い果たされており、国政は混乱に満ち、多大なる配慮と防衛と支出を必要としていたのを引き継ぎながらも、このような危機において、他の人々があらゆる手段で自分たちの私腹を肥やし、自らの本性に反する多くのことを行うよう強いられるのを知っていたにもかかわらず、私はこれらのことのただ一つによっても堕落させられず、敬虔かつ立派に国政を顧みた。
§32ἀλλʼ ὁσίως καὶ καλῶς ἐπεμελήθην τῶν πραγμάτων, ὥστε μηδὲν ἐλλείπειν ἐξ ὧν οἷόν τʼ ἦν αὐξηθῆναι καὶ πρὸς εὐδαιμονίαν ἐπιδοῦναι τὴν πόλιν.
その結果、都市が発展し、繁栄へと進むために可能であった手段のうち、何一つ欠けているものはなかった。
πρός τε γὰρ τοὺς πολίτας μετὰ τοιαύτης πραότητος προσηνέχθην, ὥστε μήτε φυγὰς μήτε θανάτους μήτε χρημάτων ἀποβολὰς μήτʼ ἄλλην μηδεμίαν τοιαύτην συμφορὰν ἐπὶ τῆς ἐμῆς γεγενῆσθαι βασιλείας.
実際、市民に対して私はこれほどの穏やかさをもって接したため、私の治世においては、追放も死刑も、財産の没収も、あるいは他のどのような同様の不幸も生じることがなかった。