Humanitext Reader

伊索克拉底 · 尼科克勒斯或塞浦路斯人 §25-32

君主制的崇高地位与自身的统治正当性及善政

第 4 段,共 8 段 · 希腊语

内容简介

作者论证了无论是在人类社会还是在神界,君主制都最受推崇,并宣称自己对萨拉米斯拥有合法的世袭统治权,强调自己基于节制与公正的善政。

§25καίτοι πῶς ἄν τις σαφέστερον ἐπιδείξειεν ἢ διὰ τοιούτων παραδειγμάτων πλείστου τὰς μοναρχίας ἀξίας οὔσας;
然而,比起通过这些实例,还有谁能更清楚地证明君主制具有极高的价值呢?
φαίνονται γὰρ οἵ τε διὰ τέλους τυραννευόμενοι μεγίστας δυνάμεις ἔχοντες, οἵ τε καλῶς ὀλιγαρχούμενοι, περὶ ἃ μάλιστα σπουδάζουσιν, οἱ μὲν ἕνα μόνον στρατηγὸν οἱ δὲ βασιλέα τῶν στρατοπέδων κύριον καθιστάντες, οἵ τε μισοῦντες τὰς τυραννίδας, ὁπόταν πολλοὺς ἄρχοντας ἐκπέμψωσιν,
因为那些终生受僭主统治的人,显然拥有着最强大的力量,而那些治理良好的寡头政体,在他们最重视的事情上,有的任命仅一名的将军,有的则任命国王作为军队的主宰,那些憎恨独裁统治的人,每当派遣多位掌权者时,便无法做成任何必要的事。
§26οὐδὲν τῶν δεόντων πράττοντες. εἰ δὲ δεῖ τι καὶ τῶν ἀρχαίων εἰπεῖν, λέγεται καὶ τοὺς θεοὺς ὑπὸ Διὸς βασιλεύεσθαι.
如果也必须提及古代的事,据说连众神也受宙斯的王权统治。
περὶ ὧν εἰ μὲν ἀληθὴς ὁ λόγος ἐστί, δῆλον ὅτι κἀκεῖνοι ταύτην τὴν κατάστασιν προκρίνουσιν, εἰ δὲ τὸ μὲν σαφὲς μηδεὶς οἶδεν, αὐτοὶ δʼ εἰκάζοντες οὕτω περὶ αὐτῶν ὑπειλήφαμεν, σημεῖον ὅτι πάντες τὴν μοναρχίαν προτιμῶμεν· οὐ γὰρ ἄν ποτʼ αὐτῇ χρῆσθαι τοὺς θεοὺς ἔφαμεν, εἰ μὴ πολὺ τῶν ἄλλων αὐτὴν προέχειν ἐνομίζομεν.
关于此事,如果这个说法是真的,显然他们也首选这种体制;但如果没人知道确切的真相,而只是我们自己通过推测对他们做出了这样的设想,这便是我们所有人都更推崇君主制的证明;因为如果我们不认为它远优于其他制度,我们绝不会说神明在采用它。
§27περὶ μὲν οὖν τῶν πολιτειῶν, ὅσον ἀλλήλων διαφέρουσιν, ἅπαντα μὲν οὔθʼ εὑρεῖν οὔτʼ εἰπεῖν δυνατόν ἐστιν· οὐ μὴν ἀλλὰ πρός γε τὸ παρὸν ἀποχρώντως καὶ νῦν εἴρηται περὶ αὐτῶν.
因此,关于各种国制之间有多大差别,既不可能找出也无法言尽其全部;然而,至少对于当前而言,即使是现在,对它们的论述也已经足够了。
ὡς δὲ προσηκόντως τὴν ἀρχὴν ἡμεῖς ἔχομεν, πολὺ τούτου συντομώτερος καὶ μᾶλλον ὁμολογούμενος ὁ λόγος ἐστίν.
而至于我们合情合理地拥有这一统治权,这一论证要比上述内容简短得多,也更广为人所公认。
§28τίς γὰρ οὐκ οἶδεν ὅτι Τεῦκρος μὲν ὁ τοῦ γένους ἡμῶν ἀρχηγός, παραλαβὼν τοὺς τῶν ἄλλων πολιτῶν προγόνους, πλεύσας δεῦρο καὶ τὴν πόλιν αὐτοῖς ἔκτισε καὶ τὴν χώραν κατένειμεν, ὁ δὲ πατὴρ Εὐαγόρας ἀπολεσάντων ἑτέρων τὴν ἀρχὴν πάλιν ἀνέλαβεν, ὑποστὰς τοὺς μεγίστους κινδύνους, καὶ τοσοῦτον μετέστησεν ὥστε μηκέτι Φοίνικας Σαλαμινίων τυραννεῖν, ἀλλʼ ὧνπερ ἦν τὴν ἀρχήν, τούτους καὶ νῦν ἔχειν τὴν βασιλείαν;
谁人不知,我们家族的始祖 Teucer 带领其他市民的祖先,航行至此,为他们建立了这座城市并分配了土地;而我的父亲 Evagoras,在他人丧失统治权时,冒着极大的危险重新夺回了它,并使局势发生了巨大的改变,以至于不再是腓尼基人统治萨拉米斯人,而是起初拥有统治权的那家人至今仍保有王位?
§29λοιπὸν οὖν ἐστιν ὧν προεθέμην περὶ ἐμαυτοῦ διελθεῖν ἵνʼ ἐπίστησθʼ ὅτι τοιοῦτός ἐστιν ὑμῶν ὁ βασιλεύων, ὃς οὐ μόνον διὰ τοὺς προγόνους ἀλλὰ καὶ διʼ ἐμαυτὸν δικαίως ἂν καὶ μείζονος τιμῆς ἢ τηλικαύτης ἠξιώθην.
因此,在我所提出的内容中,剩下的便是详细阐述关乎我个人的事,以便让你们知道,统治你们的人是怎样的一位君王:他不仅由于祖先,也由于其自身,本就理应配受比这更伟大的尊荣。
οἶμαι γὰρ ἐγὼ πάντας ἂν ὁμολογῆσαι πλείστου τῶν ἀρετῶν ἀξίας εἶναι τήν τε σωφροσύνην καὶ τὴν δικαιοσύνην.
因为我认为,所有人都会同意,在诸德行中,节制与公正具有极高的价值。
§30οὐ γὰρ μόνον ἡμᾶς τὸ καθʼ αὑτὰς ὠφελοῦσιν, ἀλλʼ εἰ ʼθέλοιμεν σκοπεῖν καὶ τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς χρήσεις τῶν πραγμάτων, εὑρήσομεν τὰς μὲν μὴ μετεχούσας τούτων τῶν ἰδεῶν μεγάλων κακῶν αἰτίας οὔσας, τὰς δὲ μετὰ δικαιοσύνης καὶ σωφροσύνης γιγνομένας πολλὰ τὸν βίον τὸν τῶν ἀνθρώπων ὠφελούσας.
因为它们不仅自身能使我们获益,而且如果我们愿意去考察事物的本性、力量和用途,我们就会发现,那些不分享这些性质的事物是巨大灾祸的根源,而伴随公正与节制而生的事物,则极大地造福了人类的生活。
εἰ δή τινες τῶν προγεγενημένων ἐπὶ ταύταις ταῖς ἀρεταῖς εὐδοκίμησαν, ἡγοῦμαι κἀμοὶ προσήκειν τῆς αὐτῆς δόξης ἐκείνοις τυγχάνειν.
所以,如果在前人中有人因这些德行而享有盛誉,我认为我也理应获得与他们相同的名望。
§31τὴν μὲν οὖν δικαιοσύνην ἐκεῖθεν ἂν μάλιστα κατίδοιτε.
对于我的公正,你们可以最能从以下方面看清。
παραλαβὼν γάρ, ὅτʼ εἰς τὴν ἀρχὴν καθιστάμην, τὰ μὲν βασίλεια χρημάτων κενὰ καὶ πάντα κατηναλωμένα, τὰ δὲ πράγματα ταραχῆς μεστὰ καὶ πολλῆς ἐπιμελείας δεόμενα καὶ φυλακῆς καὶ δαπάνης, εἰδὼς ἑτέρους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ παντὸς τρόπου τὰ σφέτερʼ αὐτῶν διορθουμένους καὶ πολλὰ παρὰ τὴν φύσιν τὴν αὑτῶν πράττειν ἀναγκαζομένους, ὅμως οὐδʼ ὑφʼ ἑνὸς τούτων διεφθάρην, §32ἀλλʼ ὁσίως καὶ καλῶς ἐπεμελήθην τῶν πραγμάτων, ὥστε μηδὲν ἐλλείπειν ἐξ ὧν οἷόν τʼ ἦν αὐξηθῆναι καὶ πρὸς εὐδαιμονίαν ἐπιδοῦναι τὴν πόλιν.
因为当我登基统治之时,接管的是国库空虚、一切消耗殆尽的宫廷,以及充满混乱、需要极大关注、守卫与开支的国政,虽深知其他人在这种关头会千方百计地重整自己的私利,并被迫做出许多违背自身本性的事,但我却未曾受其中任何一件事的腐蚀,而是虔敬且体面地打理国政,以至于凡是能使城邦壮大并走向繁荣的手段,无一匮乏。
πρός τε γὰρ τοὺς πολίτας μετὰ τοιαύτης πραότητος προσηνέχθην, ὥστε μήτε φυγὰς μήτε θανάτους μήτε χρημάτων ἀποβολὰς μήτʼ ἄλλην μηδεμίαν τοιαύτην συμφορὰν ἐπὶ τῆς ἐμῆς γεγενῆσθαι βασιλείας.
因为我对市民的态度极其温和,以至于在我的统治期间,既没有发生流放,也没有发生死刑,没有财产没收,也没有任何其他类似的灾祸。

词汇与语法注释

  1. §25φαίνονται γὰρ — 三个以“οἵ τε”引导的从句(即 (1) “οἵ τε διὰ τέλους τυραννευόμενοι”、(2) “οἵ τε καλῶς ὀλιγαρχούμενοι” 以及 (3) “οἵ τε μισοῦντες τὰς τυραννίδας”)并列作为动词 “φαίνονται” 的主语,而相应的分词(“ἔχοντες”、“καθιστάντες”、“πράττοντες”)作为表语补足语,表示“显然……”。
  2. §28τὴν ἀρχήν — 此处为对格的副词性用法(或关系对格),意为“起初”或“本来”。关系从句“ὧνπερ ἦν”结合了表示领有的属格“ὧν-περ”与动词“ἦν”,意为“本来属于那些人的(统治权)”。
  3. §29λοιπὸν οὖν ἐστιν ὧν προεθέμην — 无人称表达“λοιπόν ἐστιν”(剩下需要……)的主语是不定式“διελθεῖν”。“ὧν”是关系代名词,因省略的属格先行词“τούτων”而被牵引(吸引)为属格(其原型为中性复数宾格“ἃ”),整句结构原为“τούτων ἃ προεθέμην”(在我所提出的那些事情中)。

引用这一段

伊索克拉底, 尼科克勒斯或塞浦路斯人 §25-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg014.humanitext-grc2:25-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。