§1εἰσί τινες οἳ δυσκόλως ἔχουσι πρὸς τοὺς λόγους καὶ διαμέμφονται τοὺς φιλοσοφοῦντας, καί φασιν αὐτοὺς οὐκ ἀρετῆς ἀλλὰ πλεονεξίας ἕνεκα ποιεῖσθαι τὰς τοιαύτας διατριβάς.
有些人对言辞怀有敌意,并指责那些研究哲学的人,声称他们从事这些活动并非为了德行,而是为了攫取私利。
ἡδέως ἂν οὖν πυθοίμην τῶν οὕτω διακειμένων, διὰ τί τοὺς μὲν εὖ λέγειν ἐπιθυμοῦντας ψέγουσι, τοὺς δʼ ὀρθῶς πράττειν βουλομένους ἐπαινοῦσιν· εἰ γὰρ αἱ πλεονεξίαι λυποῦσιν αὐτούς, πλείους καὶ μείζους ἐκ τῶν ἔργων ἢ τῶν λόγων εὑρήσομεν γιγνομένας.
因此,我很想向那些持有这种态度的人请教,为什么他们谴责那些渴望善于辞令的人,却赞赏那些希望正确行动的人;因为如果让他们感到不快的是私利,我们会发现,从行动中产生的私利比从言辞中产生的更多也更大。
§2ἔπειτα κἀκεῖνʼ ἄτοπον εἰ λέληθεν αὐτούς, ὅτι τὰ περὶ τοὺς θεοὺς εὐσεβοῦμεν καὶ τὴν δικαιοσύνην ἀσκοῦμεν καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύομεν οὐχ ἵνα τῶν ἄλλων ἔλαττον ἔχωμεν, ἀλλʼ ὅπως ἂν ὡς μετὰ πλείστων ἀγαθῶν τὸν βίον διάγωμεν.
此外,如果他们没有注意到这一点,那也是荒谬的:我们敬奉神明、实践正义并培养其他德行,并非为了比别人得到更少,而是为了能伴随尽可能多的善物度过一生。
ὥστʼ οὐ κατηγορητέον τῶν πραγμάτων τούτων ἐστί, διʼ ὧν ἄν τις μετʼ ἀρετῆς πλεονεκτήσειεν, ἀλλὰ τῶν ἀνθρώπων τῶν περὶ τὰς πράξεις ἐξαμαρτανόντων ἢ τοῖς λόγοις ἐξαπατώντων καὶ μὴ δικαίως χρωμένων αὐτοῖς.
因此,我们不应该指责那些可以让人结合德行而获得优势的事物,而应当指责那些在行动中犯错或用言辞欺骗、且未能公正地使用它们的人。
§3θαυμάζω δὲ τῶν ταύτην τὴν γνώμην ἐχόντων, ὅπως οὐ καὶ τὸν πλοῦτον καὶ τὴν ῥώμην καὶ τὴν ἀνδρίαν κακῶς λέγουσιν.
我也对持有这种观点的人感到惊讶,他们怎么不也贬低财富、力量和勇气呢。
εἴπερ γὰρ διὰ τοὺς ἐξαμαρτάνοντας καὶ τοὺς ψευδομένους πρὸς τοὺς λόγους χαλεπῶς ἔχουσι, προσήκει καὶ τοῖς ἄλλοις ἀγαθοῖς αὐτοὺς ἐπιτιμᾶν· φανήσονται γάρ τινες καὶ τῶν ταῦτα κεκτημένων ἐξαμαρτάνοντες καὶ πολλοὺς διὰ τούτων κακῶς ποιοῦντες.
因为如果他们是因为那些犯错和撒谎的人而对言辞感到愤怒,那么他们也应该谴责其他善物;因为显然,在拥有这些善物的人当中,也有人会犯错,并凭借这些善物伤害许多人。
§4ἀλλὰ γὰρ οὐ δίκαιον, οὔτʼ εἴ τινες τοὺς ἀπαντῶντας τύπτουσι, τῆς ῥώμης κατηγορεῖν, οὔτε διὰ τοὺς ἀποκτείνοντας οὓς οὐ δεῖ τὴν ἀνδρίαν λοιδορεῖν, οὔθʼ ὅλως τὴν τῶν ἀνθρώπων πονηρίαν ἐπὶ τὰ πράγματα μεταφέρειν, ἀλλʼ αὐτοὺς ἐκείνους ψέγειν, ὅσοι τοῖς ἀγαθοῖς κακῶς χρῶνται καὶ τοῖς ὠφελεῖν δυναμένοις, τούτοις βλάπτειν τοὺς συμπολιτευομένους ἐπιχειροῦσι.
然而,如果因为有人殴打相遇的人就指责力量,或者因为有人杀害了不该杀的人就辱骂勇气,或者将人类的邪恶归咎于事物本身,这都是不公正的,而应当去指责那些滥用善物、企图用能够提供帮助的东西去伤害同胞市民的当事人。
§5νῦν δʼ ἀμελήσαντες τοῦτον τὸν τρόπον περὶ ἑκάστου διορίζεσθαι πρὸς ἅπαντας τοὺς λόγους δυσκόλως διάκεινται, καὶ τοσοῦτον διημαρτήκασιν ὥστʼ οὐκ αἴσθονται τοιούτῳ πράγματι δυσμενῶς ἔχοντες, ὃ πάντων τῶν ἐνόντων ἐν τῇ τῶν ἀνθρώπων φύσει πλείστων ἀγαθῶν αἴτιόν ἐστι.
但如今,他们忽视了对每种情况进行如此区分,而是对所有的言辞都怀有敌意,并且犯了如此大错,以至于他们没有意识到自己正排斥着这样一个事物:它是人类本性所具有的一切善物中,带来最多福祉的源泉。
τοῖς μὲν γὰρ ἄλλοις οἷς ἔχομεν οὐδὲν τῶν ἄλλων ζῴων διαφέρομεν, ἀλλὰ πολλῶν καὶ τῷ τάχει καὶ τῇ ῥώμῃ καὶ ταῖς ἄλλαις εὐπορίαις καταδεέστεροι τυγχάνομεν ὄντες·
因为在我们的其他天赋中,我们与其它动物毫无区别,甚至在速度、力量和其他生存手段上,我们还处于劣势。
§6ἐγγενομένου δʼ ἡμῖν τοῦ πείθειν ἀλλήλους καὶ δηλοῦν πρὸς ἡμᾶς αὐτοὺς περὶ ὧν ἂν βουληθῶμεν, οὐ μόνον τοῦ θηριωδῶς ζῆν ἀπηλλάγημεν, ἀλλὰ καὶ συνελθόντες πόλεις ᾠκίσαμεν καὶ νόμους ἐθέμεθα καὶ τέχνας εὕρομεν, καὶ σχεδὸν ἅπαντα τὰ διʼ ἡμῶν μεμηχανημένα λόγος ἡμῖν ἐστιν ὁ συγκατασκευάσας.
然而,由于我们被赋予了相互说服、并向彼此表明我们所想之事的力,我们不仅摆脱了如野兽般的生活,而且聚集在一起,建立了城市,制定了法律,发明了技艺;几乎所有由我们创造出来的东西,都是言辞与我们共同促成的。
§7οὗτος γὰρ περὶ τῶν δικαίων καὶ τῶν ἀδίκων καὶ τῶν αἰσχρῶν καὶ τῶν καλῶν ἐνομοθέτησεν· ὧν μὴ διαταχθέντων οὐκ ἂν οἷοί τʼ ἦμεν οἰκεῖν μετʼ ἀλλήλων.
因为正是它制定了关于正义与非正义、丑恶与美好的法律;若没有这些规范,我们便无法共同生活。
τούτῳ καὶ τοὺς κακοὺς ἐξελέγχομεν καὶ τοὺς ἀγαθοὺς ἐγκωμιάζομεν.
通过它,我们驳斥恶人,赞美善人。
διὰ τούτου τούς τʼ ἀνοήτους παιδεύομεν καὶ τοὺς φρονίμους δοκιμάζομεν· τὸ γὰρ λέγειν ὡς δεῖ τοῦ φρονεῖν εὖ μέγιστον σημεῖον ποιούμεθα, καὶ λόγος ἀληθὴς καὶ νόμιμος καὶ δίκαιος ψυχῆς ἀγαθῆς καὶ πιστῆς εἴδωλόν ἐστιν.
通过它,我们教育愚者,考验智者;因为我们把以应有方式说话视为正确思考的最大标志,而真实、合法且正义的言辞,则是善良而忠实灵魂的写照。
§8μετὰ τούτου καὶ περὶ τῶν ἀμφισβητησίμων ἀγωνιζόμεθα καὶ περὶ τῶν ἀγνοουμένων σκοπούμεθα·
借助它,我们对有争议的事物进行辩论,对未知的事物进行探究;因为我们在说话时说服他人的那些论据,正是我们在深思熟虑时所使用的。
ταῖς γὰρ πίστεσιν αἷς τοὺς ἄλλους λέγοντες πείθομεν, ταῖς αὐταῖς ταύταις βουλευόμενοι χρώμεθα, καὶ ῥητορικοὺς μὲν καλοῦμεν τοὺς ἐν τῷ πλήθει δυναμένους λέγειν, εὐβούλους δὲ νομίζομεν οἵτινες ἂν αὐτοὶ πρὸς αὑτοὺς ἄριστα περὶ τῶν πραγμάτων διαλεχθῶσιν.
我们将那些能在群众面前演说的人称为辩论家,而将那些最能在内心深处与自己讨论事物的人视为充满智慧的人。