Humanitext Reader

イソクラテス · プラタイコス §12-21

スパルタ従属の弁明とテーバイの専横批判

2 / 6 箇所 · ギリシア語

要旨

プラタイアの代表者は、ラケダイモン人との過去の同盟は強制されたものであったと弁明し、テーバイ人の暴虐を非難するとともに、アテナイ人こそが同盟国の自治を守るために立ち上がるべきだと訴える。

§12ἐγὼ δʼ ἡγοῦμαι μὲν χρῆναι μηδεμίαν μήτʼ αἰτίαν μήτε κατηγορίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν·
私は、どのような罪状も告訴も、誓約や条約よりも強い力を持つべきではないと考えます。
οὐ μὴν ἀλλʼ εἰ δεῖ τινὰς κακῶς παθεῖν διὰ τὴν Λακεδαιμονίων συμμαχίαν, οὐκ ἂν Πλαταιεῖς ἐξ ἁπάντων τῶν Ἑλλήνων προὐκρίθησαν δικαίως·
しかしながら、もしラケダイモン人との同盟を理由に誰かが苦難を被らねばならないとしても、全ギリシア人の中からプラタイア人が選ばれるのは不当です。
οὐ γὰρ ἑκόντες, ἀλλʼ ἀναγκασθέντες αὐτοῖς ἐδουλεύομεν.
なぜなら、私たちは自発的にではなく、強制されて彼らに隷属していたからです。
§13τίς γὰρ ἂν πιστεύσειεν εἰς τοῦθʼ ἡμᾶς ἀνοίας ἐλθεῖν ὥστε περὶ πλείονος ποιήσασθαι τοὺς ἐξανδραποδισαμένους ἡμῶν τὴν πατρίδα μᾶλλον ἢ τοὺς τῆς πόλεως τῆς αὑτῶν μεταδόντας;
私たちの祖国を奴隷化した者たちを、自らの市民権を分け与えてくれた人々よりも重んじるほど、私たちが愚行に陥ると誰が信じるでしょうか。
ἀλλὰ γάρ, οἶμαι, χαλεπὸν ἦν νεωτερίζειν αὐτοὺς μὲν μικρὰν πόλιν οἰκοῦντας, ἐκείνων δʼ οὕτω μεγάλην δύναμιν κεκτημένων, ἔτι δὲ πρὸς τούτοις ἁρμοστοῦ καθεστῶτος καὶ φρουρᾶς ἐνούσης καὶ τηλικούτου στρατεύματος ὄντος Θεσπιᾶσιν,
しかし、彼ら自身は小さな都市に住んでおり、あちらはこれほど大きな力を得ており、さらにその上、ハルモステスが置かれ、守備隊が駐屯し、テスピアイにはこれほどの大軍がいたのですから、体制を覆すことは困難であったのだと私は思います。
§14ὑφʼ ὧν οὐ μόνον ἂν θᾶττον ἢ Θηβαίων διεφθάρημεν, ἀλλὰ καὶ δικαιότερον·
その軍隊によって、私たちはテーバイ人によるよりも早く、かつより正当に滅ぼされていたでしょう。
τούτους μὲν γὰρ εἰρήνης οὔσης οὐ προσῆκε μνησικακεῖν περὶ τῶν τότε γεγενημένων, ἐκεῖνοι δʼ ἐν τῷ πολέμῳ προδοθέντες εἰκότως ἂν παρʼ ἡμῶν τὴν μεγίστην δίκην ἐλάμβανον.
なぜなら、テーバイ人にとっては、平和の時に当時の出来事を根に持つことはふさわしくありませんが、あちらにとっては、戦争において裏切られたならば、当然ながら私たちから最大の報いを受け取ったであろうからです。
§15ἡγοῦμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πολλοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τοῖς μὲν σώμασι μετʼ ἐκείνων ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μεθʼ ὑμῶν ἦσαν.
私は、他の多くのギリシア人も、肉体的にはあちらに従うことを強いられながらも、好意においてはあなたがたと共にあったことを、あなたがたが知らないわけではないと考えます。
οὓς τίνα χρὴ προσδοκᾶν γνώμην ἕξειν, ἢν ἀκούσωσιν ὅτι Θηβαῖοι τὸν δῆμον τὸν Ἀθηναίων πεπείκασιν ὡς οὐδενός ἐστι φειστέον τῶν ὑπὸ Λακεδαιμονίοις γενομένων;
もし、ラケダイモン人の配下にあった者は誰も容赦すべきではないとテーバイ人がアテナイの民衆を説得したと聞いたなら、彼らがどのような心持ちになることを期待すべきでしょうか。
§16ὁ γὰρ τούτων λόγος οὐδὲν ἄλλʼ ἢ τοῦτο φανήσεται δυνάμενος·
なぜなら、彼らの主張はこれ以外の何ものでもないことが明らかになるでしょう。
οὐ γὰρ ἰδίαν κατηγορίαν ποιούμενοι κατὰ τῆς πόλεως τῆς ἡμετέρας ἀπολωλέκασιν αὐτήν, ἀλλʼ ἣν ὁμοίως καὶ κατʼ ἐκείνων ἕξουσιν εἰπεῖν.
彼らは私たちの都市に対する個別の告訴によってそれを滅ぼしたのではなく、他の人々に対しても同様に言える告訴によって滅ぼしたのですから。
ὑπὲρ ὧν βουλεύεσθαι χρὴ καὶ σκοπεῖν, ὅπως μὴ τοὺς πρότερον μισοῦντας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων ἡ τούτων ὕβρις διαλλάξει καὶ ποιήσει τὴν ἐκείνων συμμαχίαν αὑτῶν νομίζειν εἶναι σωτηρίαν.
これらについて熟考し、かつてラケダイモン人の支配を嫌っていた人々が、彼らの傲慢さによって和解し、彼らとの同盟こそが自らの救いであると考えるようにならないよう見極めるべきです。
§17ἐνθυμεῖσθε δʼ ὅτι τὸν πόλεμον ἀνείλεσθε τὸν ὑπογυιότατον οὐχ ὑπὲρ τῆς ὑμετέρας οὐδʼ ὑπὲρ τῆς τῶν συμμάχων ἐλευθερίας, ἅπασι γὰρ ὑπῆρχεν ὑμῖν, ἀλλʼ ὑπὲρ τῶν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τῆς αὐτονομίας ἀποστερουμένων.
あなたがたがごく最近の戦争を引き受けたのは、自分たちのためでも同盟国のためでもなく(それは皆に備わっていたからです)、誓約や条約に反して自治を奪われている人々のためにでした。
ὃ δὴ καὶ πάντων σχετλιώτατον, εἰ τὰς πόλεις ἃς οὐκ ᾤεσθε δεῖν Λακεδαιμονίοις δουλεύειν, ταύτας περιόψεσθε νῦν ὑπὸ Θηβαίων ἀπολλυμένας·
ラケダイモン人に隷属すべきではないとあなたがたが考えていた都市が、今テーバイ人によって滅ぼされるのを見過ごすなら、これこそまさにすべての事柄の中で最も無惨なことです。
οἳ τοσούτου δέουσι μιμεῖσθαι τὴν πραότητα τὴν ὑμετέραν, ὥσθʼ ὃ δοκεῖ πάντων δεινότατον εἶναι, §18δοριαλώτους γενέσθαι, τοῦτο κρεῖττον ἦν ἡμῖν παθεῖν ὑπὸ ταύτης τῆς πόλεως ἢ τούτων τυχεῖν ὁμόρους ὄντας.
彼らはあなたがたの寛大さを模倣するどころか、すべての事柄の中で最も恐ろしいと思われること、すなわち、戦いによって捕らえられること、この苦難を彼らから被る方が、彼らの隣人としてこのような仕打ちに遭うよりも、私たちにとってはマシだったでしょう。
οἱ μὲν γὰρ ὑφʼ ὑμῶν κατὰ κράτος ἁλόντες εὐθὺς μὲν ἁρμοστοῦ καὶ δουλείας ἀπηλλάγησαν, νῦν δὲ τοῦ συνεδρίου καὶ τῆς ἐλευθερίας μετέχουσιν· οἱ δὲ τούτων πλησίον οἰκοῦντες οἱ μὲν οὐδὲν ἧττον τῶν ἀργυρωνήτων δουλεύουσι, τοὺς δʼ οὐ πρότερον παύσονται πρὶν ἂν οὕτως ὥσπερ ἡμᾶς διαθῶσιν.
なぜなら、あなたがたによって力ずくで捕らえられた者たちは、直ちにハルモステスや隷属から解放され、今や評議会と自由を分かち合っていますが、あちらの近くに住む者たちは、ある者は金で買われた奴隷と変わらず隷属しており、ある者に対しては、私たちと同じ目に遭わせるまでは手を緩めないからです。
καὶ Λακεδαιμονίων μὲν κατηγοροῦσιν, §19ὅτι τὴν Καδμείαν κατέλαβον καὶ φρουρὰς εἰς τὰς πόλεις καθίστασαν, αὐτοὶ δʼ οὐ φύλακας εἰσπέμποντες, ἀλλὰ τῶν μὲν τὰ τείχη κατασκάπτοντες, τοὺς δʼ ἄρδην ἀπολλύοντες οὐδὲν οἴονται δεινὸν ποιεῖν, ἀλλʼ εἰς τοῦτʼ ἀναισχυντίας ἐληλύθασιν, ὥστε τῆς μὲν αὑτῶν σωτηρίας τοὺς συμμάχους ἅπαντας ἀξιοῦσιν ἐπιμελεῖσθαι, τῆς δὲ τῶν ἄλλων δουλείας αὑτοὺς κυρίους καθιστᾶσιν.
そして彼らはラケダイモン人を非難しているのです、カドメイアを占領し、都市に守備隊を置いたと。 しかし自分たちは、単に監視兵を送り込むのではなく、ある都市の城壁を破壊し、ある人々を根絶やしにしながら、何も恐ろしいことをしていないと考えております。 そればかりか、これほどの恥知らずに至っており、自らの救済については同盟国すべてに配慮するよう求めながら、他人の隷属については自分たちが決定権を握っているのです。
§20καίτοι τίς οὐκ ἂν μισήσειε τὴν τούτων πλεονεξίαν, οἳ τῶν μὲν ἀσθενεστέρων ἄρχειν ζητοῦσι, τοῖς δὲ κρείττοσιν ἴσον ἔχειν οἴονται δεῖν, καὶ τῇ μὲν ὑμετέρᾳ πόλει τῆς γῆς τῆς ὑπʼ Ὠρωπίων δεδομένης φθονοῦσιν, αὐτοὶ δὲ βία τὴν ἀλλοτρίαν χώραν κατανέμονται;
それにしても、弱い者を支配しようと求め、強い者とは対等でなければならないと考え、オロポス人から与えられた土地についてはあなたがたの都市を妬みながら、自分たちは暴力によって他人の土地を不当に掠奪している彼らの強欲を、誰が憎まずにいられるでしょうか。
§21καὶ πρὸς τοῖς ἄλλοις κακοῖς λέγουσιν ὡς ὑπὲρ τοῦ κοινοῦ τῶν συμμάχων ταῦτʼ ἔπραξαν.
そして、他の多くの悪行に加えて、彼らは同盟国の共同の利益のためにこれらを行ったと主張しています。
καίτοι χρῆν αὐτούς, ὄντος ἐνθάδε συνεδρίου καὶ τῆς ὑμετέρας πόλεως ἄμεινον βουλεύεσθαι δυναμένης ἢ τῆς Θηβαίων, οὐχ ὑπὲρ τῶν πεπραγμένων ἥκειν ἀπολογησομένους, ἀλλὰ πρὶν ποιῆσαί τι τούτων ἐλθεῖν ὡς ὑμᾶς βουλευσομένους.
しかし、ここに評議会が存在し、あなたがたの都市がテーバイ人よりも優れた決定を下すことができる以上、彼らは行われたことについて釈明するために来るべきではなく、これらを行う前にあなたがたのもとに相談に来るべきだったのです。

語釈・文法注

  1. 12μηδεμίαν μήτʼ αἰτίαν μήτε κατηγορίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν — 非人称動詞 `χρῆναι` に導かれる対格不定詞構文。否定の形容詞 `μηδεμίαν` が `μήτε αἰτίαν μήτε κατηγορίαν` の双方に係り、比較級の形容詞 `μεῖζον`(中性単数対格で副詞的に機能)が `δύνασθαι` を修飾する。比較の対象として属格の `τῶν ὅρκων καὶ τῶν συνθηκῶν`(比較属格)が置かれている。
  2. 13χαλεπὸν ἦν νεωτερίζειν αὐτοὺς μὲν μικρὰν πόλιν οἰκοῦντας — 非人称表現 `χαλεπὸν ἦν` に続く不定詞 `νεωτερίζειν` の意味上の主語が、対格の `αὐτοὺς` である。現在分詞 `οἰκοῦντας` は主語の `αὐτοὺς`(ここではプラタイア人自身を指す)に性・数・格を一致させている。
  3. 14ὑφʼ ὧν οὐ μόνον ἂν θᾶττον ἢ Θηβαίων διεφθάρημεν, ἀλλὰ καὶ δικαιότερον — §13の文尾で言及されたラケダイモン軍などの軍事的脅威を受ける関係代名詞 `ὧν` の前置詞句。助動詞的に働く小辞 `ἂν` を伴う直説法過去(アオリスト受動)`διεφθάρημεν` は、過去の事実に反する帰結(反実仮想)を示し、「〜によって滅ぼされていたであろう」という意味を表す。
  4. 16ὅπως μὴ τοὺς πρότερον μισοῦντας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων ἡ τούτων ὕβρις διαλλάξει — 配慮や懸念を意味する動詞(ここでは `σκοπεῖν`)から導かれる `ὅπως μὴ` 節。通常、直説法未来(ここでは `διαλλάξει` と `ποιήσει`)を伴って「〜しないように配慮すべきである」という強い警告を表す。
  5. 21χρῆν αὐτούς ... οὐχ ὑπὲρ τῶν πεπραγμένων ἥκειν ἀπολογησομένους — 未完了過去 `χρῆν`(`ἐχρῆν` の異形)は「本来〜すべきであったのに(実際にはしなかった)」という過去の不履行の義務を表す。未来分詞 `ἀπολογησομένους` は目的を表し、不定詞 `ἥκειν` に係る。

この箇所を引用する

イソクラテス, プラタイコス §12-21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg012.humanitext-grc2:12-21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。