§22νῦν δὲ τὰς μὲν οὐσίας τὰς ἡμετέρας ἰδίᾳ διηρπάκασι, τῆς δὲ διαβολῆς ἅπασι τοῖς συμμάχοις ἥκουσι μεταδώσοντες.
ところが今や、彼らは私たちの財産を個別に略奪しておきながら、その悪評を同盟国すべてに分け与えようとしてやって来ています。
ἣν ὑμεῖς, ἢν σωφρονῆτε, φυλάξεσθε·
あなたがたは、もし賢明であるならば、これを警戒せねばなりません。
πολὺ γὰρ κάλλιον τούτους ἀναγκάσαι μιμήσασθαι τὴν ὁσιότητα τὴν ὑμετέραν ἢ τῆς τούτων παρανομίας αὐτοὺς πεισθῆναι μετασχεῖν, οἳ μηδὲν τῶν αὐτῶν τοῖς ἄλλοις γιγνώσκουσιν.
なぜなら、他の人々とは全く異なる考え方をするこれらの者たちに説得されて、彼らの不法行為をあなたがた自身が分かち合うよりは、彼らに対してあなたがたの虔虔さを模倣するよう強制する方が、はるかに優れているからです。
§23οἶμαι γὰρ ἅπασι φανερὸν εἶναι διότι προσήκει τοὺς εὖ φρονοῦντας ἐν μὲν τῷ πολέμῳ σκοπεῖν ὅπως ἐκ παντὸς τρόπου πλέον ἕξουσι τῶν ἐχθρῶν, ἐπειδὰν δʼ εἰρήνη γένηται, μηδὲν περὶ πλείονος ποιεῖσθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν.
なぜなら、思慮深い人々にとっては、戦争においてはあらゆる手段で敵に対して優位に立つよう図り、平和が訪れたときには、誓約や条約よりも重んじるものは何もないようにすることがふさわしいということは、誰の目にも明らかであると思うからです。
§24οὗτοι δὲ τότε μὲν ἐν ἁπάσαις ταῖς πρεσβείαις ὑπὲρ τῆς ἐλευθερίας καὶ τῆς αὐτονομίας ἐποιοῦντο τοὺς λόγους· ἐπειδὴ δὲ νομίζουσιν αὑτοῖς ἄδειαν γεγενῆσθαι, πάντων τῶν ἄλλων ἀμελήσαντες ὑπὲρ τῶν ἰδίων κερδῶν καὶ τῆς αὑτῶν βίας λέγειν τολμῶσι,
ところが、これらの者たちは、当時はあらゆる使節派遣において自由と自治のために弁じていたのに、自分たちに不処罰の保証が生じたと考えるや、他のすべてのことを無視して、自らの私利私欲と暴力のためにあえて発言しているのです。
§25καὶ φασὶ τὸ Θηβαίους ἔχειν τὴν ἡμετέραν, τοῦτο συμφέρον εἶναι τοῖς συμμάχοις, κακῶς εἰδότες ὡς οὐδʼ αὐτοῖς τοῖς παρὰ τὸ δίκαιον πλεονεκτοῦσιν οὐδὲ πώποτε συνήνεγκεν, ἀλλὰ πολλοὶ δὴ τῆς ἀλλοτρίας ἀδίκως ἐπιθυμήσαντες περὶ τῆς αὑτῶν δικαίως εἰς τοὺς μεγίστους κινδύνους κατέστησαν.
そして、テーバイ人が私たちの土地を所有することが同盟国にとって有益であると主張していますが、彼らは、正義に反して不当に貪る者自身にとってもそれが決して益となったためしがないことをよく分かっていないのです。 むしろ、他人の土地を不当に欲した多くの者が、自分たちの土地をめぐって正当にも最大の危険に陥ってきたのです。
§26ἀλλὰ μὴν οὐδʼ ἐκεῖνό γʼ ἕξουσι λέγειν, ὡς αὐτοὶ μέν, μεθʼ ὧν ἂν γένωνται, πιστοὶ διατελοῦσιν ὄντες, ἡμᾶς δʼ ἄξιον φοβεῖσθαι, μὴ κομισάμενοι τὴν χώραν πρὸς Λακεδαιμονίους ἀποστῶμεν·
さらに言えば、彼らは、自分たち自身は味方となった者たちに対して常に忠実であり続け、私たちについては、土地を取り戻した後にラケダイモン人の側に寝返るのではないかと恐れるに値する、などと言うこともできないでしょう。
εὑρήσετε γὰρ ἡμᾶς μὲν δὶς ἐκπεπολιορκημένους ὑπὲρ τῆς φιλίας τῆς ὑμετέρας, τούτους δὲ πολλάκις εἰς ταύτην τὴν πόλιν ἐξημαρτηκότας.
なぜなら、あなたがたは、私たちはあなたがたとの友情のために二度も包囲されて攻め落とされたのに対し、これらの者たちはこの都市に対して何度も罪を犯してきたことを見出すであろうからです。
§27καὶ τὰς μὲν παλαιὰς προδοσίας πολὺ ἂν ἔργον εἴη λέγειν·
かつての裏切りの数々を語ることは大変な労力となるでしょう。
γενομένου δὲ τοῦ Κορινθιακοῦ πολέμου διὰ τὴν ὕβριν τὴν τούτων, καὶ Λακεδαιμονίων μὲν ἐπʼ αὐτοὺς στρατευσάντων, διʼ ὑμᾶς δὲ σωθέντες οὐχ ὅπως τούτων χάριν ἀπέδοσαν, ἀλλʼ ἐπειδὴ διελέλυσθε τὸν πόλεμον, ἀπολιπόντες ὑμᾶς εἰς τὴν Λακεδαιμονίων συμμαχίαν εἰσῆλθον.
しかし、これらの者たちの傲慢さゆえにコリントス戦争が勃発し、ラケダイモン人が彼らに向けて進軍した際、あなたがたのおかげで救われたにもかかわらず、彼らはこのことに対して感謝を返すどころか、あなたがたが戦争を終結させるやいなや、あなたがたを見捨ててラケダイモン人の同盟に加わったのです。
§28καὶ Χῖοι μὲν καὶ Μυτιληναῖοι καὶ Βυζάντιοι συμπαρέμειναν, οὗτοι δὲ τηλικαύτην πόλιν οἰκοῦντες οὐδὲ κοινοὺς σφᾶς αὐτοὺς παρασχεῖν ἐτόλμησαν, ἀλλʼ εἰς τοῦτʼ ἀνανδρίας καὶ πονηρίας ἦλθον, ὥστʼ ὤμοσαν ἦ μὴν ἀκολουθήσειν μετʼ ἐκείνων ἐφʼ ὑμᾶς τοὺς διασώσαντας τὴν πόλιν αὐτῶν·
キオス人、ミュティレネ人、ビュザンティオン人は留まり続けたのに、これらの者はこれほど大きな都市に住んでいながら、自らを共通の仲間として提供することさえあえてせず、それどころか、自分たちの都市を救ったあなたがたに対して、あちらの者たちと共に進軍することを誓うほどの、臆病と不義に陥ったのです。
ὑπὲρ ὧν δόντες τοῖς θεοῖς δίκην καὶ τῆς Καδμείας καταληφθείσης ἠναγκάσθησαν ἐνθάδε καταφυγεῖν.
これらに対して、彼らは神々に罰せられ、カドメイアが占領されると、ここに逃げ込むことを余儀なくされました。
ὅθεν καὶ μάλιστʼ ἐπεδείξαντο τὴν αὑτῶν ἀπιστίαν·
そしてそこにおいて、彼らは自らの不信を最もはっきりと示したのです。
§29σωθέντες γὰρ πάλιν διὰ τῆς ὑμετέρας δυνάμεως καὶ κατελθόντες εἰς τὴν αὑτῶν οὐδένα χρόνον ἐνέμειναν, ἀλλʼ εὐθὺς εἰς Λακεδαίμονα πρέσβεις ἀπέστελλον, ἕτοιμοι δουλεύειν ὄντες καὶ μηδὲν κινεῖν τῶν πρότερον πρὸς αὐτοὺς ὡμολογημένων.
なぜなら、再びあなたがたの力によって救われて祖国へ帰還するやいなや、彼らは一刻も留まることなく、直ちにラケダイモンへ使節を送って、隷属すること、そして以前あちらと合意した事柄を何一つ変更しないことを申し出たからです。
καὶ τί δεῖ μακρολογεῖν;
長々と語る必要がどこにありましょうか。
εἰ γὰρ μὴ προσέταττον ἐκεῖνοι τούς τε φεύγοντας καταδέχεσθαι καὶ τοὺς αὐτόχειρας ἐξείργειν, οὐδὲν ἂν ἐκώλυεν αὐτοὺς μετὰ τῶν ἠδικηκότων ἐφʼ ὑμᾶς τοὺς εὐεργέτας στρατεύεσθαι.
もしあちらの者たちが、追放された人々を受け入れること、および実行犯たちを追放することを彼らに命じなかったならば、彼らが自分たちの恩人であるあなたがたに対して、かつて害をなした者たちと共に進軍することを妨げるものは何もなかったでしょう。
§30καὶ τοιοῦτοι μὲν νεωστὶ περὶ τὴν πόλιν τήνδε γεγενημένοι, τὸ δὲ παλαιὸν ἁπάσης τῆς Ἑλλάδος προδόται καταστάντες, αὐτοὶ μὲν ὑπὲρ οὕτως ἑκουσίων σίων καὶ μεγάλων ἀδικημάτων συγγνώμης τυχεῖν ἠξιώθησαν, ἡμῖν δʼ ὑπὲρ ὧν ἠναγκάσθημεν, οὐδεμίαν ἔχειν οἴονται δεῖν, ἀλλὰ τολμῶσιν ὄντες Θηβαῖοι λακωνισμὸν ἑτέροις ὀνειδίζειν, οὓς πάντες ἴσμεν πλεῖστον χρόνον Λακεδαιμονίοις δεδουλευκότας καὶ προθυμότερον ὑπὲρ τῆς ἐκείνων ἀρχῆς ἢ τῆς αὑτῶν σωτηρίας πεπολεμηκότας.
このように、この都市に対して最近ではそのような不義を働き、古くは全ギリシアの裏切り者となった彼ら自身は、これほど自発的かつ重大な悪行に対して寛恕を受けるに値するとされたのに対し、私たちが強制された事柄については、いかなる寛恕も受けるべきではないと考えているのです。 そればかりか、テーバイ人でありながら他人の親ラコニアを非難するとは、あえてしたものです。 彼らが最も長い間ラケダイモン人に隷属し、彼らの支配のために、自らの救済のためよりも熱心に戦ってきたことは、誰もが知っていることなのです。
§31ποίας γὰρ εἰσβολῆς ἀπελείφθησαν τῶν εἰς ταύτην τὴν χώραν γεγενημένων;
なぜなら、この土地に対して行われた侵略のうち、彼らが不参加であったものが何かあったでしょうか。
ἢ τίνων οὐκ ἐχθίους ὑμῖν καὶ δυσμενέστεροι διετέλεσαν ὄντες;
あるいは、彼らが誰よりもあなたがたに対して敵対的で、悪意を持ち続けなかったことがあったでしょうか。
οὐκ ἐν τῷ Λεκελεικῷ πολέμῳ πλειόνων αἴτιοι κακῶν ἐγένοντο τῶν ἄλλων τῶν συνεισβαλόντων;
デケレイア戦争において、彼らは共に侵入した他の誰よりも多くの災いの原因となったではありませんか。
οὐ δυστυχησάντων ὑμῶν μόνοι τῶν συμμάχων ἔθεντο τὴν ψῆφον, ὡς χρὴ τήν τε πόλιν ἐξανδραποδίσασθαι καὶ τὴν χώραν ἀνεῖναι μηλόβοτον ὥσπερ τὸ Κρισαῖον πεδίον;
あなたがたが不運に見舞われた際、同盟国の中で彼らだけが、この都市を奴隷化し、その土地をクリサの平原のように羊の放牧地として放置すべきだという票を投じたではありませんか。
§32ὥστʼ εἰ Λακεδαιμόνιοι τὴν αὐτὴν γνώμην ἔσχον Θηβαίοις, οὐδὲν ἂν ἐκώλυε τοὺς ἅπασι τοῖς Ἕλλησιν αἰτίους τῆς σωτηρίας γενομένους αὐτοὺς ὑπὸ τῶν Ἑλλήνων ἐξανδραποδισθῆναι καὶ ταῖς μεγίσταις συμφοραῖς περιπεσεῖν.
したがって、もしラケダイモン人がテーバイ人と同じ意見を持っていたならば、全ギリシア人にとって救いの恩人となった人々自身が、ギリシア人によって奴隷化され、最大の災厄に陥ることを妨げるものは何もなかったでしょう。
καίτοι τίνα τηλικαύτην εὐεργεσίαν ἔχοιεν ἂν εἰπεῖν, ἥτις ἱκανὴ γενήσεται διαλῦσαι τὴν ἔχθραν τὴν ἐκ τούτων δικαίως ἂν ὑπάρχουσαν πρὸς αὐτούς;
それにしても、彼らのこれらの行為から当然生じる彼らへの敵意を解消するのに十分であるような、どのような偉大な恩義を彼らは口にできるというのでしょうか。