Humanitext Reader

伊索克拉底 · 普拉提亚人 §12-21

为附庸斯巴达辩解与批判底比斯专横

第 2 段,共 6 段 · 希腊语

内容简介

普拉提亚代表申辩称,他们过去与拉刻代蒙人的结盟系被迫无奈,并谴责了底比斯人的暴政,敦促雅典站出来捍卫盟友的自治。

§12ἐγὼ δʼ ἡγοῦμαι μὲν χρῆναι μηδεμίαν μήτʼ αἰτίαν μήτε κατηγορίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν· οὐ μὴν ἀλλʼ εἰ δεῖ τινὰς κακῶς παθεῖν διὰ τὴν Λακεδαιμονίων συμμαχίαν, οὐκ ἂν Πλαταιεῖς ἐξ ἁπάντων τῶν Ἑλλήνων προὐκρίθησαν δικαίως· οὐ γὰρ ἑκόντες, ἀλλʼ ἀναγκασθέντες αὐτοῖς ἐδουλεύομεν.
我个人认为,任何指责或控诉都不应当比誓言和条约具有更大的效力;然而,如果有人必须因为与拉刻代蒙人的同盟而遭受苦难,那么在所有的希腊人中,普拉提亚人也绝不应当被公正地挑选出来;因为我们并非出于自愿,而是被迫臣服于他们。
§13τίς γὰρ ἂν πιστεύσειεν εἰς τοῦθʼ ἡμᾶς ἀνοίας ἐλθεῖν ὥστε περὶ πλείονος ποιήσασθαι τοὺς ἐξανδραποδισαμένους ἡμῶν τὴν πατρίδα μᾶλλον ἢ τοὺς τῆς πόλεως τῆς αὑτῶν μεταδόντας;
因为谁会相信,我们竟然愚蠢到这种地步,去器重那些将我们的祖国奴役的人,甚于器重那些将他们自己的城邦与我们分享的人呢?
ἀλλὰ γάρ, οἶμαι, χαλεπὸν ἦν νεωτερίζειν αὐτοὺς μὲν μικρὰν πόλιν οἰκοῦντας, ἐκείνων δʼ οὕτω μεγάλην δύναμιν κεκτημένων, ἔτι δὲ πρὸς τούτοις ἁρμοστοῦ καθεστῶτος καὶ φρουρᾶς ἐνούσης καὶ τηλικούτου στρατεύματος ὄντος Θεσπιᾶσιν,
然而,我认为,他们自己居住在一个小城邦里,而那些人又拥有如此巨大的力量,此外还设立了哈尔摩斯特斯,城内驻有守备队,且在帖斯庇亚驻扎着如此庞大的军队,他们要想图谋变革是极其困难的。
§14ὑφʼ ὧν οὐ μόνον ἂν θᾶττον ἢ Θηβαίων διεφθάρημεν, ἀλλὰ καὶ δικαιότερον· τούτους μὲν γὰρ εἰρήνης οὔσης οὐ προσῆκε μνησικακεῖν περὶ τῶν τότε γεγενημένων, ἐκεῖνοι δʼ ἐν τῷ πολέμῳ προδοθέντες εἰκότως ἂν παρʼ ἡμῶν τὴν μεγίστην δίκην ἐλάμβανον.
倘若如此,我们不仅会比被底比斯人毁灭得更快,而且也更公正;因为在和平时期,这些人是不应该对当时发生的事耿耿于怀的,而那些人在战争中遭到背叛,自然会从我们这里夺取最大的惩罚。
§15ἡγοῦμαι δʼ ὑμᾶς οὐκ ἀγνοεῖν ὅτι πολλοὶ καὶ τῶν ἄλλων Ἑλλήνων τοῖς μὲν σώμασι μετʼ ἐκείνων ἀκολουθεῖν ἠναγκάζοντο, ταῖς δʼ εὐνοίαις μεθʼ ὑμῶν ἦσαν.
我认为你们并非不知道,其他希腊人中也有许多人,虽然在身体上被迫跟随那些人,但在善意上却是与你们在一起的。
οὓς τίνα χρὴ προσδοκᾶν γνώμην ἕξειν, ἢν ἀκούσωσιν ὅτι Θηβαῖοι τὸν δῆμον τὸν Ἀθηναίων πεπείκασιν ὡς οὐδενός ἐστι φειστέον τῶν ὑπὸ Λακεδαιμονίοις γενομένων;
如果他们听说底比斯人说服了雅典的民众,声称凡是在拉刻代蒙人统治下的人一个也不该放过,那么我们应该指望他们持有怎样的想法呢?
§16ὁ γὰρ τούτων λόγος οὐδὲν ἄλλʼ ἢ τοῦτο φανήσεται δυνάμενος· οὐ γὰρ ἰδίαν κατηγορίαν ποιούμενοι κατὰ τῆς πόλεως τῆς ἡμετέρας ἀπολωλέκασιν αὐτήν, ἀλλʼ ἣν ὁμοίως καὶ κατʼ ἐκείνων ἕξουσιν εἰπεῖν.
因为他们的言论显然不会有别的意思;因为他们消灭我们的城邦,并不是通过对它提出个别的指控,而是提出了一套同样适用于那些人的指控。
ὑπὲρ ὧν βουλεύεσθαι χρὴ καὶ σκοπεῖν, ὅπως μὴ τοὺς πρότερον μισοῦντας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων ἡ τούτων ὕβρις διαλλάξει καὶ ποιήσει τὴν ἐκείνων συμμαχίαν αὑτῶν νομίζειν εἶναι σωτηρίαν.
对于这些事,你们必须深思熟慮并多加留意,免得这些人的狂妄自大让那些以前憎恨拉刻代蒙人统治的人与他们和解,并使他们认为与拉刻代蒙人的同盟才是自己的救星。
§17ἐνθυμεῖσθε δʼ ὅτι τὸν πόλεμον ἀνείλεσθε τὸν ὑπογυιότατον οὐχ ὑπὲρ τῆς ὑμετέρας οὐδʼ ὑπὲρ τῆς τῶν συμμάχων ἐλευθερίας, ἅπασι γὰρ ὑπῆρχεν ὑμῖν, ἀλλʼ ὑπὲρ τῶν παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας τῆς αὐτονομίας ἀποστερουμένων.
请你们记住,你们承担最近的那场战争,既不是为了你们自己的自由,也不是为了盟友的自由(因为这一切你们都已经拥有),而是为了那些违反誓言和条约、被剥夺了自治权的人。
ὃ δὴ καὶ πάντων σχετλιώτατον, εἰ τὰς πόλεις ἃς οὐκ ᾤεσθε δεῖν Λακεδαιμονίοις δουλεύειν, ταύτας περιόψεσθε νῦν ὑπὸ Θηβαίων ἀπολλυμένας· οἳ τοσούτου δέουσι μιμεῖσθαι τὴν πραότητα τὴν ὑμετέραν, ὥσθʼ ὃ δοκεῖ πάντων δεινότατον εἶναι, §18δοριαλώτους γενέσθαι, τοῦτο κρεῖττον ἦν ἡμῖν παθεῖν ὑπὸ ταύτης τῆς πόλεως ἢ τούτων τυχεῖν ὁμόρους ὄντας.
如果你们现在坐视那些你们认为不应该臣服于拉刻代蒙人的城邦被底比斯人毁灭,这确实将是所有事情中最令人痛苦的;他们远没有效仿你们的温和,以至于那被认为是最可怕的事,即在战争中被俘,对我们来说,遭受你们的这种待遇,也比作为邻人遭受这些人的这种命运要好。
οἱ μὲν γὰρ ὑφʼ ὑμῶν κατὰ κράτος ἁλόντες εὐθὺς μὲν ἁρμοστοῦ καὶ δουλείας ἀπηλλάγησαν, νῦν δὲ τοῦ συνεδρίου καὶ τῆς ἐλευθερίας μετέχουσιν· οἱ δὲ τούτων πλησίον οἰκοῦντες οἱ μὲν οὐδὲν ἧττον τῶν ἀργυρωνήτων δουλεύουσι, τοὺς δʼ οὐ πρότερον παύσονται πρὶν ἂν οὕτως ὥσπερ ἡμᾶς διαθῶσιν.
因为那些被你们用武力攻占的人,立刻摆脱了哈尔摩斯特斯和奴役,如今分享着议会和自由;而居住在这些人附近的人,有的奴役程度不亚于买来的奴隶,有的他们绝不罢休,直到把他们置于和我们一样的境地。
καὶ Λακεδαιμονίων μὲν κατηγοροῦσιν, §19ὅτι τὴν Καδμείαν κατέλαβον καὶ φρουρὰς εἰς τὰς πόλεις καθίστασαν, αὐτοὶ δʼ οὐ φύλακας εἰσπέμποντες, ἀλλὰ τῶν μὲν τὰ τείχη κατασκάπτοντες, τοὺς δʼ ἄρδην ἀπολλύοντες οὐδὲν οἴονται δεινὸν ποιεῖν, ἀλλʼ εἰς τοῦτʼ ἀναισχυντίας ἐληλύθασιν, ὥστε τῆς μὲν αὑτῶν σωτηρίας τοὺς συμμάχους ἅπαντας ἀξιοῦσιν ἐπιμελεῖσθαι, τῆς δὲ τῶν ἄλλων δουλείας αὑτοὺς κυρίους καθιστᾶσιν.
而且他们还指责拉刻代蒙人,说他们占领了卡德美亚并在各城邦设立守备队,而他们自己虽然不是派驻守卫,而是拆毁一些城邦的城墙、彻底消灭另一些城邦,却认为自己没有做任何可怕的事;他们甚至已经到了如此厚颜无耻的地步,竟然要求所有的盟友都来关心他们自己的安全,却让自己成为他人奴役的主宰。
§20καίτοι τίς οὐκ ἂν μισήσειε τὴν τούτων πλεονεξίαν, οἳ τῶν μὲν ἀσθενεστέρων ἄρχειν ζητοῦσι, τοῖς δὲ κρείττοσιν ἴσον ἔχειν οἴονται δεῖν, καὶ τῇ μὲν ὑμετέρᾳ πόλει τῆς γῆς τῆς ὑπʼ Ὠρωπίων δεδομένης φθονοῦσιν, αὐτοὶ δὲ βία τὴν ἀλλοτρίαν χώραν κατανέμονται;
然而,谁能不痛恨这些人的贪婪呢? 他们企图统治弱者,却认为自己应当与强者平起平坐,嫉妒你们的城邦拥有奥罗波斯人所赠予的土地,而他们自己却用暴力侵占他人的土地。
§21καὶ πρὸς τοῖς ἄλλοις κακοῖς λέγουσιν ὡς ὑπὲρ τοῦ κοινοῦ τῶν συμμάχων ταῦτʼ ἔπραξαν.
而且,除了其他的恶行之外,他们还声称自己做这些事是为了盟友的共同利益。
καίτοι χρῆν αὐτούς, ὄντος ἐνθάδε συνεδρίου καὶ τῆς ὑμετέρας πόλεως ἄμεινον βουλεύεσθαι δυναμένης ἢ τῆς Θηβαίων, οὐχ ὑπὲρ τῶν πεπραγμένων ἥκειν ἀπολογησομένους, ἀλλὰ πρὶν ποιῆσαί τι τούτων ἐλθεῖν ὡς ὑμᾶς βουλευσομένους.
然而,既然这里设有议会,且你们的城邦能够比底比斯人做出更好的决策,他们本不应该在事情发生后来这里进行辩解,而应该在做任何这些事之前,先来到你们这里进行商议。

词汇与语法注释

  1. 12μηδεμίαν μήτʼ αἰτίαν μήτε κατηγορίαν μεῖζον δύνασθαι τῶν ὅρκων καὶ τῶν συνθηκῶν — 由无人称动词 `χρῆναι` 引导的带宾格主语的不定式结构。否定形容词 `μηδεμίαν` 同时修饰 `αἰτίαν` 和 `κατηγορίαν`,比较级形容词 `μεῖζον`(中性单数宾格,作副词用)修饰 `δύνασθαι`。属格短语 `τῶν ὅρκων καὶ τῶν συνθηκῶν` 用作比较属格。
  2. 13χαλεπὸν ἦν νεωτερίζειν αὐτοὺς μὲν μικρὰν πόλιν οἰκοῦντας — 在无人称短语 `χαλεπὸν ἦν` 之后,不定式 `νεωτερίζειν` 的逻辑主语是宾格代词 `αὐτούς`。现在分词 `οἰκοῦντας` 在性、数、格上与 `αὐτούς`(指代普拉提亚人自己)保持一致。
  3. 14ὑφʼ ὧν οὐ μόνον ἂν θᾶττον ἢ Θηβαίων διεφθάρημεν, ἀλλὰ καὶ δικαιότερον — 介词短语,关系代名词 `ὧν` 指代§13末尾提到的军事力量。带有语气词 `ἂν` 的直陈式过去时被动语态 `διεφθάρημεν` 表示与过去事实相反的虚拟主句(反事实虚拟),意为“我们本会被毁灭”。
  4. 16ὅπως μὴ τοὺς πρότερον μισοῦντας τὴν ἀρχὴν τὴν Λακεδαιμονίων ἡ τούτων ὕβρις διαλλάξει — 由表示努力或预防的动词(此处为 `σκοπεῖν`)引导的 `ὅπως μὴ` 从句。它通常与直陈式将来时(此处为 `διαλλάξει` 和 `ποιήσει`)连用,表示强烈的警告或否定目的(“应当注意使……不……”)。
  5. 21χρῆν αὐτούς ... οὐχ ὑπὲρ τῶν πεπραγμένων ἥκειν ἀπολογησομένους — 未完成过去时形式 `χρῆν`(`ἐχρῆν` 的异体)表示过去未履行的义务(“他们本应当……”)。将来分词 `ἀπολογησομένους` 表示目的,修饰不定式 `ἥκειν`。

引用这一段

伊索克拉底, 普拉提亚人 §12-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg012.humanitext-grc2:12-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。