§1τὴν μὲν ἐπιείκειαν τὴν σήν, ὦ Πολύκρατες, καὶ τὴν τοῦ βίου μεταβολὴν παρʼ ἄλλων πυνθανόμενος οἶδα·
ポリュクラテスよ、あなたの実直さと、生活の境遇の変化については、他から聞いて知っている。
τῶν δὲ λόγων τινὰς ὧν γέγραφας, αὐτὸς ἀνεγνωκὼς ἥδιστα μὲν ἄν σοι περὶ ὅλης ἐπαρρησιασάμην τῆς παιδεύσεως περὶ ἣν ἠνάγκασαι διατρίβειν·
しかし、あなたが書いたいくつかの言論については、私自身が読んだので、あなたが携わらざるを得なくなっている教育活動の全体について、喜んで率直にあなたに意見を述べたいところであった。
ἡγοῦμαι γὰρ τοῖς ἀναξίως μὲν δυστυχοῦσιν, ἐκ δὲ φιλοσοφίας χρηματίζεσθαι ζητοῦσιν, ἅπαντας τοὺς πλείω πεπραγματευμένους καὶ μᾶλλον ἀπηκριβωμένους προσήκειν ἐθελοντὰς τοῦτον εἰσφέρειν τὸν ἔρανον·
不当に不運に見舞われ、哲学から糧を得ようとしている人々に対しては、より多くの経験を積み、より厳密に修行したすべての者が、自発的にこのささやかな助言の拠出を差し出すのがふさわしいと私は思うからだ。
§2ἐπειδὴ δʼ οὔπω περιτετυχήκαμεν ἀλλήλοις, περὶ μὲν τῶν ἄλλων, ἤν ποτʼ εἰς ταὐτὸν ἔλθωμεν, τόθʼ ἡμῖν ἐξέσται διὰ πλειόνων ποιήσασθαι τὴν συνουσίαν, ἃ δʼ ἐν τῷ παρόντι δυναίμην ἂν εὐεργετῆσαί σε, ταῦτα δʼ ᾠήθην χρῆναι σοὶ μὲν ἐπιστεῖλαι, πρὸς δὲ τοὺς ἄλλους ὡς οἷόν τε μάλιστʼ ἀποκρύψασθαι.
しかし、私たちはまだ直接会ったことがないので、他のことについては、いつか直接会うことがあれば、そのときにより時間をかけて交わりを持つことができるだろう。 だが、現在のところで私があなたに益しうると思うこと、これらについては、あなたに手紙で送り、他の人々に対してはできる限り隠しておくべきだと考えた。
§3γιγνώσκω μὲν οὖν ὅτι τοῖς πλείστοις τῶν νουθετουμένων ἔμφυτόν ἐστι μὴ πρὸς τὰς ὠφελείας ἀποβλέπειν, ἀλλὰ τοσούτῳ χαλεπώτερον ἀκούειν τῶν λεγομένων, ὅσῳ περ ἂν αὐτῶν τις ἀκριβέστερον ἐξετάζῃ τὰς ἁμαρτίας·
もちろん、忠告を受ける多くの人々には、自らの利益に目を向けず、自分の過ちを誰かがより正確に吟味すればするほど、言われることをより不快に聞くという性質が生まれつき備わっていることは知っている。
ὅμως δʼ οὐκ ὀκνητέον ὑπομένειν τὴν ἀπέχθειαν ταύτην τοῖς εὐνοϊκῶς πρός τινας ἔχουσιν, ἀλλὰ πειρατέον μεθιστάναι τὴν δόξαν τῶν οὕτω πρὸς τοὺς συμβουλεύοντας διακειμένων.
それでも、誰かに対して好意を抱く者は、このような反感を耐え忍ぶことをためらうべきではなく、助言者に対してそのように身構えている人々の考えを変えさせようと試みるべきである。
§4αἰσθόμενος οὖν οὐχ ἥκιστά σε μεγαλαυχούμενον ἐπί τε τῇ Βουσίριδος ἀπολογίᾳ καὶ τῇ Σωκράτους κατηγορίᾳ, πειράσομαί σοι ποιῆσαι καταφανὲς ὅτι πολὺ τοῦ δέοντος ἐν ἀμφοτέροις τοῖς λόγοις διήμαρτες.
そこで、あなたが『ブシリス弁護』と『ソクラテス告発』の双方を大いに自慢していることを察し、どちらの言論においてもあなたが本来あるべき姿から大いに外れていることを、あなたに明らかにしようと思う。
ἁπάντων γὰρ εἰδότων ὅτι δεῖ τοὺς μὲν εὐλογεῖν τινὰς βουλομένους πλείω τῶν ὑπαρχόντων ἀγαθῶν αὐτοῖς προσόντʼ ἀποφαίνειν, τοὺς δὲ κατηγοροῦντας τἀναντία τούτων ποιεῖν, §5τοσούτου δεῖς οὕτω κεχρῆσθαι τοῖς λόγοις, ὥσθʼ ὑπὲρ μὲν Βουσίριδος ἀπολογήσασθαι φάσκων, οὐχ ὅπως τῆς ὑπαρχούσης αὐτὸν διαβολῆς ἀπήλλαξας, ἀλλὰ καὶ τηλικαύτην αὐτῷ τὸ μέγεθος παρανομίαν προσῆψας ἧς οὐκ ἔσθʼ ὅπως ἄν τις δεινοτέραν ἐξευρεῖν δυνηθείη·
というのも、誰かを称賛したいと望む者は、その人に本来備わっている以上の善い性質が備わっていることを示すべきであり、告発する者はこれとは反対のことをすべきであるということは、誰もが知っていることなのに、あなたは言論をそのように用いるには程遠く、ブシリスのために弁護すると言いながら、彼にかけられている従来の中傷から彼を解放するどころか、これ以上恐ろしいものは誰も見いだしえないほどの、きわめて重大な無法行為を彼に着せてしまった。
τῶν γὰρ ἄλλων τῶν ἐπιχειρησάντων ἐκεῖνον λοιδορεῖν τοσοῦτον μόνον περὶ αὐτοῦ βλασφημούντων, ὡς ἔθυε τῶν ξένων τοὺς ἀφικνουμένους, σὺ καὶ κατεσθίειν αὐτὸν τοὺς ἀνθρώπους ᾐτιάσω·
すなわち、彼を非難しようと試みた他の人々が、彼はやって来る異邦人を犠牲に捧げていたとだけ中傷しているのに対し、あなたは彼が人間を食らってさえいたと非難したのだ。
Σωκράτους δὲ κατηγορεῖν ἐπιχειρήσας, ὥσπερ ἐγκωμιάσαι βουλόμενος Ἀλκιβιάδην ἔδωκας αὐτῷ μαθητήν, ὃν ὑπʼ ἐκείνου μὲν οὐδεὶς ᾔσθετο παιδευόμενον, ὅτι δὲ πολὺ διήνεγκε τῶν ἄλλων ἅπαντες ἂν ὁμολογήσειαν.
またソクラテスを告発しようと試みながら、まるでアルキビアデスを称賛したいかのように、彼をソクラテスの弟子として与えた。 アルキビアデスがソクラテスに教育されていたと気づいた者は誰もいないが、彼が他者より大いに優れていたことは誰もが認めるであろう。
§6τοιγαροῦν εἰ γένοιτʼ ἐξουσία τοῖς τετελευτηκόσι βουλεύσασθαι περὶ τῶν εἰρημένων, ὁ μὲν ἄν σοι τοσαύτην ἔχοι χάριν ὑπὲρ τῆς κατηγορίας, ὅσην οὐδενὶ τῶν ἐπαινεῖν αὐτὸν εἰθισμένων, ὁ δʼ εἰ καὶ περὶ τοὺς ἄλλους πραότατος ἦν, ἀλλʼ οὖν ἐπί γε τοῖς ὑπὸ σοῦ λεγομένοις οὕτως ἂν ἀγανακτήσειεν ὥστε μηδεμιᾶς ἀποσχέσθαι τιμωρίας.
したがって、もし死者たちに言われたことについて意見を交わす機会が与えられるなら、一方(ソクラテス)は自分の告発に対して、彼を称賛することに慣れている誰よりも大きな感謝をあなたに抱くであろうし、他方(ブシリス)は、たとえ他の者に対してどれほど温厚であったとしても、あなたの言うことに対しては、いかなる報復をも辞さないほどに激怒するであろう。
καίτοι πῶς οὐκ αἰσχύνεσθαι μᾶλλον ἢ σεμνύνεσθαι προσήκει τὸν παρὰ τοῖς λοιδορουμένοις ὑφʼ αὑτοῦ μᾶλλον ἀγαπώμενον ἢ παρὰ τοῖς ἐγκωμιαζομένοις;
ところで、自分が非難している相手からより好かれ、自分が称賛している相手からより嫌われるような者が、誇るよりもむしろ恥じ入るべきなのは、当然ではないか。
§7οὕτω δʼ ἠμέλησας εἰ μηδὲν ὁμολογούμενον ἐρεῖς, ὥστε φῂς μὲν αὐτὸν τὴν Αἰόλου καὶ τὴν Ὀρφέως ζηλῶσαι δόξαν, ἀποφαίνεις δʼ οὐδὲν τῶν αὐτῶν ἐκείνοις ἐπιτηδεύσαντα.
また、あなたは自ら矛盾のないことを言おうとすることにあまりにも無頓着であったため、彼がアイオロスやオルペウスの評判に憧れたと言いながら、彼らと同じことを彼が何一つ実践しなかったことを示している。
πότερα γὰρ τοῖς περὶ Αἰόλου λεγομένοις αὐτὸν παρατάξωμεν;
我々は彼をアイオロスについて語られていることと同列に置くべきだろうか。
ἀλλʼ ἐκεῖνος μὲν τῶν ξένων τοὺς ἐπὶ τὴν χώραν ἐκπίπτοντας εἰς τὰς αὑτῶν πατρίδας ἀπέστελλεν, ὁ δʼ εἰ χρὴ τοῖς ὑπὸ σοῦ λεγομένοις πιστεύειν, θύσας κατήσθιεν.
しかしアイオロスは、自分の土地に漂着した異邦人を彼らの祖国へと送り出していたのに対し、この者は、あなたの言うことを信じるならば、彼らを犠牲に捧げて食らっていたのだから。