§42ἀλλʼ εἰ μὲν ἡμῶν τις τῆς τῶν ἀνθρώπων φύσεως κατασταίη κύριος, οὐδʼ ἂν τοὺς οἰκέτας ἐάσειεν εἶναι πονηρούς·
しかし、もし私たちの誰かが人間の本性の支配者になったとしたら、召使いたちでさえ邪悪なままでいることを許さないだろう。
ἐκείνων δὲ καταγιγνώσκομεν ὡς καὶ τοὺς ἐξ αὑτῶν γεγονότας περιεῖδον οὕτως ἀσεβεῖς καὶ παρανόμους ὄντας.
それなのに、彼ら(神々)については、彼らが自分自身から生まれた者たちがこれほどまでに不敬で不法であることを放任したと、私たちは非難しているのである。
καὶ σὺ μὲν οἴει καὶ τοὺς μηδὲν προσήκοντας, ἤν σοι πλησιάσωσι, βελτίους ποιήσειν, τοὺς δὲ θεοὺς οὐδεμίαν ἡγεῖ τῆς τῶν παίδων ἀρετῆς ἔχειν ἐπιμέλειαν.
また、あなたは自分と何の関係もない人々であっても、あなたに近づくならより良くするだろうと思っている一方で、神々については、自分たちの子供の徳に全く配慮を払わないと考えている。
§43καίτοι κατὰ τὸν σὸν λόγον δυοῖν τοῖν αἰσχίστοιν οὐ διαμαρτάνουσιν·
けれども、あなたの議論によれば、彼らは二つの最も不名誉なことのどちらをも免れない。
εἰ μὲν γὰρ μηδὲν δέονται χρηστοὺς αὐτοὺς εἶναι, χείρους εἰσὶ τῶν ἀνθρώπων τὴν διάνοιαν, εἰ δὲ βούλονται μέν, ἀποροῦσι δʼ ὅπως ποιήσωσιν, ἐλάττω τῶν σοφιστῶν τὴν δύναμιν ἔχουσιν.
すなわち、もし彼らが子供たちが善良であることを全く望まないなら、その考えにおいて人間よりも劣っているし、もし望んではいるものの、いかにしてそうすべきかに窮しているなら、ソフィストたちよりも劣る力しか持っていない。
§44πολλῶν δʼ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις καὶ τὸν ἔπαινον καὶ τὴν ἀπολογίαν μηκύνειεν, οὐχ ἡγοῦμαι δεῖν μακρολογεῖν·
それによって称賛も弁明も引き延ばすことができるような、語るべき多くの事柄があるが、私は長々と語るべきではないと考える。
οὐ γὰρ ἐπίδειξιν τοῖς ἄλλοις ποιούμενος, ἀλλʼ ὑποδεῖξαί σοι βουλόμενος ὡς χρὴ τούτων ἑκάτερον ποιεῖν, διείλεγμαι περὶ αὐτῶν, ἐπεὶ τόν γε λόγον ὃν σὺ γέγραφας, οὐκ ἀπολογίαν ὑπὲρ Βουσίριδος, ἀλλʼ ὁμολογίαν τῶν ἐπικαλουμένων δικαίως ἄν τις εἶναι νομίσειεν.
なぜなら、私は他の人々に誇示しているのではなく、あなたに対してこれらのそれぞれをどのように行うべきかを示したいと望んで、これらについて論じてきたからである。 というのも、あなたが書いたあの議論については、ブーシーリスのための弁明ではなく、告発されている罪の容認であると、誰もが正当にみなすだろうからである。
§45οὐ γὰρ ἀπολύεις αὐτὸν τῶν αἰτιῶν, ἀλλʼ ἀποφαίνεις ὡς καὶ τῶν ἄλλων τινὲς ταὐτὰ πεποιήκασι, ῥᾳθυμοτάτην τοῖς ἁμαρτάνουσιν εὑρίσκων καταφυγήν.
なぜなら、あなたは彼を罪から解き放つのではなく、他の人々の一部も同じことを行ったのだと示しており、過ちを犯す者たちにとって最も安易な逃げ場を見出しているからである。
εἰ γὰρ τῶν μὲν ἀδικημάτων μὴ ῥᾴδιον εὑρεῖν ὃ μήπω τυγχάνει γεγενημένον, τοὺς δʼ ἐφʼ ἑκάστοις αὐτῶν ἁλισκομένους μηδὲν ἡγοίμεθα δεινὸν ποιεῖν, ὅταν ἕτεροι ταὐτὰ φαίνωνται διαπεπραγμένοι, πῶς οὐκ ἂν καὶ τὰς ἀπολογίας ἅπασι ῥᾳδίας ποιήσαιμεν, καὶ τοῖς βουλομένοις εἶναι πονηροῖς πολλὴν ἐξουσίαν παρασκευάσαιμεν;
なぜなら、不正な行為のうち、いまだかつて行われたことのないものを見出すことは容易ではなく、もし私たちが、他の人々も同じことを行ったことが明らかである時に、それぞれの不正で捕らえられた者たちが何ら恐ろしいことをしていないと見なすならば、どうして私たちはすべての人にとって弁明を容易にし、邪悪でありたいと望む者たちに多大な自由を与えることにならないだろうか。
§46μάλιστα δʼ ἂν κατίδοις τὴν εὐήθειαν τῶν εἰρημένων ἐπὶ σαυτοῦ θεωρήσας.
あなたは、自分自身について考察してみることで、語られたことの愚かさを最もよく理解できるだろう。
ἐνθυμήθητι γάρ·
考えてみなさい。
εἰ μεγάλων καὶ δεινῶν αἰτιῶν περὶ σὲ γεγονυιῶν τοῦτόν τις τὸν τρόπον σοι συνείποι, πῶς ἂν διατεθείης;
もしあなたに対して重大で恐ろしい告発がなされているときに、誰かがこのような方法であなたを弁護するとしたら、あなたはいかなる気持ちになるだろうか。
ἐγὼ μὲν γὰρ οἶδʼ ὅτι μᾶλλον ἂν αὐτὸν μισήσειας ἢ τοὺς κατηγοροῦντας.
私は、あなたが彼を告発者たちよりも熱心に憎むだろうということを知っている。
καίτοι πῶς οὐκ αἰσχρὸν τοιαύτας ὑπὲρ τῶν ἄλλων ποιεῖσθαι τὰς ἀπολογίας, ἐφʼ αἷς ὑπὲρ σαυτοῦ λεγομέναις μάλιστʼ ἂν ὀργισθείης;
けれども、他人のためにそのような弁明を行いながら、それが自分自身のために語られたときには最も腹を立てるだろうというのは、どうして恥ずべきことではないだろうか。
§47σκέψαι δὲ κἀκεῖνο καὶ δίελθε πρὸς αὑτόν.
次のことも考え、自分自身に問いかけてみなさい。
εἴ τις τῶν σοι συνόντων ἐπαρθείη ποιεῖν ἃ σὺ τυγχάνεις εὐλογῶν, πῶς οὐκ ἂν ἀθλιώτατος εἴη καὶ τῶν νῦν ὄντων καὶ τῶν πώποτε γεγενημένων;
もしあなたと交わっている者のうちの誰かが、あなたがたまたま称賛している行為を行うように唆されたとしたら、彼は現在生きている人々の中でも、またかつて存在したすべての人々の中でも、最も惨めな者になるのではないか。
ἆρʼ οὖν χρὴ τοιούτους λόγους γράφειν οἷς τοῦτο προσέσται μέγιστον ἀγαθόν, ἢν μηδένα πεῖσαι τῶν ἀκουσάντων δυνηθῶσιν;
それなら、聞く者の誰も説得できないことが、最大の善となるような、そのような議論を書くべきなのだろうか。
§48ἀλλὰ γὰρ ἴσως ἂν εἴποις ὡς οὐδὲ σὲ τοῦτο παρέλαθεν, ἀλλʼ ἐβουλήθης τοῖς φιλοσόφοις παράδειγμα καταλιπεῖν ὡς χρὴ περὶ τῶν αἰσχρῶν αἰτιῶν καὶ δυσχερῶν πραγμάτων ποιεῖσθαι τὰς ἀπολογίας.
しかしおそらく、あなたは自分もこのことを見落としていたわけではなく、恥ずべき告発や困難な事柄についてどのように弁明を行うべきか、哲学者たちにお手本を残したかったのだと言うかもしれない。
ἀλλʼ εἰ καὶ πρότερον ἠγνόεις, οἶμαί σοι νῦν γεγενῆσθαι φανερὸν ὅτι πολὺ θᾶττον ἄν τις σωθείη μηδὲν φθεγξάμενος ἢ τοῦτον τὸν τρόπον ἀπολογησάμενος.
しかし、たとえ以前は知らなかったとしても、今やあなたにとって、何も口にしない方が、このような方法で弁明するよりもはるかに早く救われるだろうということが明らかになったと私は思う。
§49καὶ μὲν δὴ καὶ τοῦτο δῆλον, ὅτι τῆς φιλοσοφίας ἐπικήρως διακειμένης καὶ φθονουμένης διὰ τοὺς τοιούτους τῶν λόγων ἔτι μᾶλλον αὐτὴν μισήσουσιν.
さらにまた次のことも明らかである。 すなわち、哲学が危うい状況にあり、そのような議論のせいで嫉妬されているため、人々は哲学をさらにいっそう憎むようになるだろうということである。
ἢν οὖν ἐμοὶ πείθῃ, μάλιστα μὲν οὐ ποιήσει τοῦ λοιποῦ πονηρὰς ὑποθέσεις, εἰ δὲ μή, τοιαῦτα ζητήσεις λέγειν ἐξ ὧν μήτʼ αὐτὸς χείρων εἶναι δόξεις μήτε τοὺς μιμουμένους λυμανεῖ μήτε τὴν περὶ τοὺς λόγους παίδευσιν διαβαλεῖς.
それゆえ、もしあなたが私に従うなら、最も望ましくは、今後は邪悪な仮説を扱わないことである。 もしそうしないなら、あなた自身が悪人であると思われることもなく、あなたを模倣する者たちに害を与えることもなく、言論に関する教育を中傷することもないような事柄を語るように努めるべきである。
§50καὶ μὴ θαυμάσῃς, εἰ νεώτερος ὢν καὶ μηδέν σοι προσήκων οὕτω προχείρως ἐπιχειρῶ σε νουθετεῖν·
そして、私があなたより若く、またあなたと何の関係もないのに、このように躊躇なくあなたを訓戒しようと試みていることを、奇妙に思わないでほしい。
ἡγοῦμαι γὰρ οὐ τῶν πρεσβυτάτων οὐδὲ τῶν οἰκειοτάτων, ἀλλὰ τῶν πλεῖστʼ εἰδότων καὶ βουλομένων ὠφελεῖν ἔργον εἶναι περὶ τῶν τοιούτων συμβουλεύειν.
なぜなら、このようなことについて助言することは、最も年長の人々や、最も親しい人々の仕事ではなく、最も多くのことを知っており、かつ力になりたいと望んでいる人々の仕事であると私は考えているからである。