Humanitext Reader

伊索克拉底 · 布西里斯 §42-50

对拙劣辩护的批判与对维护哲学声誉的劝告

第 6 段,共 6 段 · 希腊语

内容简介

作者反驳了对话者关于神明放任子嗣不敬的荒谬主张,批评对方的辩护极其拙劣、实则等同于默认指控。他警告说,这种不当的言论会损害整个哲学的声誉,并劝告对方,尽管自己年轻,也应听取这一忠告。

§42ἀλλʼ εἰ μὲν ἡμῶν τις τῆς τῶν ἀνθρώπων φύσεως κατασταίη κύριος, οὐδʼ ἂν τοὺς οἰκέτας ἐάσειεν εἶναι πονηρούς· ἐκείνων δὲ καταγιγνώσκομεν ὡς καὶ τοὺς ἐξ αὑτῶν γεγονότας περιεῖδον οὕτως ἀσεβεῖς καὶ παρανόμους ὄντας.
但是,如果我们中有人成为人类本性的主宰,他甚至不会允许奴仆作恶;然而,我们却谴责神明,说他们听任自己所生之子如此不敬和不法。
καὶ σὺ μὲν οἴει καὶ τοὺς μηδὲν προσήκοντας, ἤν σοι πλησιάσωσι, βελτίους ποιήσειν, τοὺς δὲ θεοὺς οὐδεμίαν ἡγεῖ τῆς τῶν παίδων ἀρετῆς ἔχειν ἐπιμέλειαν.
你一方面认为,即使是那些与你毫无关系的人,只要接近你,你就能使他们变得更好,另一方面却认为,神明对他们自己孩子的德行毫不关心。
§43καίτοι κατὰ τὸν σὸν λόγον δυοῖν τοῖν αἰσχίστοιν οὐ διαμαρτάνουσιν· εἰ μὲν γὰρ μηδὲν δέονται χρηστοὺς αὐτοὺς εἶναι, χείρους εἰσὶ τῶν ἀνθρώπων τὴν διάνοιαν, εἰ δὲ βούλονται μέν, ἀποροῦσι δʼ ὅπως ποιήσωσιν, ἐλάττω τῶν σοφιστῶν τὴν δύναμιν ἔχουσιν.
然而,根据你的论点,他们绝不能免于两件最可耻的事:因为如果他们根本不要求他们善良,那他们在心智上比人类更坏;但如果他们确实希望如此,却不知该如何做到,那他们的能力就比诡辩家们还要低下。
§44πολλῶν δʼ ἐνόντων εἰπεῖν ἐξ ὧν ἄν τις καὶ τὸν ἔπαινον καὶ τὴν ἀπολογίαν μηκύνειεν, οὐχ ἡγοῦμαι δεῖν μακρολογεῖν· οὐ γὰρ ἐπίδειξιν τοῖς ἄλλοις ποιούμενος, ἀλλʼ ὑποδεῖξαί σοι βουλόμενος ὡς χρὴ τούτων ἑκάτερον ποιεῖν, διείλεγμαι περὶ αὐτῶν, ἐπεὶ τόν γε λόγον ὃν σὺ γέγραφας, οὐκ ἀπολογίαν ὑπὲρ Βουσίριδος, ἀλλʼ ὁμολογίαν τῶν ἐπικαλουμένων δικαίως ἄν τις εἶναι νομίσειεν.
虽然有许多话可说,人们可以借此拉长赞美和辩护,但我认为没有必要长篇大论;因为我讨论这些并非为了向他人展示,而是希望向你示范应当如何进行这两者,因为任何人都会公正地认为你写的那篇言论不是为布希里斯辩护,而是对指控的承认。
§45οὐ γὰρ ἀπολύεις αὐτὸν τῶν αἰτιῶν, ἀλλʼ ἀποφαίνεις ὡς καὶ τῶν ἄλλων τινὲς ταὐτὰ πεποιήκασι, ῥᾳθυμοτάτην τοῖς ἁμαρτάνουσιν εὑρίσκων καταφυγήν.
因为你并没有免除他的罪责,而是表明其他一些人也做了同样的事,这为犯错的人找到了一个最安逸的避难所。
εἰ γὰρ τῶν μὲν ἀδικημάτων μὴ ῥᾴδιον εὑρεῖν ὃ μήπω τυγχάνει γεγενημένον, τοὺς δʼ ἐφʼ ἑκάστοις αὐτῶν ἁλισκομένους μηδὲν ἡγοίμεθα δεινὸν ποιεῖν, ὅταν ἕτεροι ταὐτὰ φαίνωνται διαπεπραγμένοι, πῶς οὐκ ἂν καὶ τὰς ἀπολογίας ἅπασι ῥᾳδίας ποιήσαιμεν, καὶ τοῖς βουλομένοις εἶναι πονηροῖς πολλὴν ἐξουσίαν παρασκευάσαιμεν;
因为,如果不容易找出哪一件不义之事尚未发生,而如果在别人显然也做了同样的事时,我们便认为每个因这些事被捕的人都没有做可怕的事,那我们岂不是会让所有人的辩护都变得容易,并给那些想要作恶的人提供极大的放任吗?
§46μάλιστα δʼ ἂν κατίδοις τὴν εὐήθειαν τῶν εἰρημένων ἐπὶ σαυτοῦ θεωρήσας.
如果你看看自己的情况,最能看清所说之言的愚蠢。
ἐνθυμήθητι γάρ· εἰ μεγάλων καὶ δεινῶν αἰτιῶν περὶ σὲ γεγονυιῶν τοῦτόν τις τὸν τρόπον σοι συνείποι, πῶς ἂν διατεθείης;
因为试想:如果对你提出了重大而可怕的控诉,有人用这种方式为你辩护,你会怎么想?
ἐγὼ μὲν γὰρ οἶδʼ ὅτι μᾶλλον ἂν αὐτὸν μισήσειας ἢ τοὺς κατηγοροῦντας.
我知道你对他的恨甚至会超过控告你的人。
καίτοι πῶς οὐκ αἰσχρὸν τοιαύτας ὑπὲρ τῶν ἄλλων ποιεῖσθαι τὰς ἀπολογίας, ἐφʼ αἷς ὑπὲρ σαυτοῦ λεγομέναις μάλιστʼ ἂν ὀργισθείης;
然而,为他人做这样的辩护,而如果这些话是用在你自己身上,你却会最为愤怒,这难道不是很可耻吗?
§47σκέψαι δὲ κἀκεῖνο καὶ δίελθε πρὸς αὑτόν. εἴ τις τῶν σοι συνόντων ἐπαρθείη ποιεῖν ἃ σὺ τυγχάνεις εὐλογῶν, πῶς οὐκ ἂν ἀθλιώτατος εἴη καὶ τῶν νῦν ὄντων καὶ τῶν πώποτε γεγενημένων;
也请考虑这一点并自问:如果与你交往的人中有人被鼓动去做出你恰好赞美的行为,他难道不会成为现在和过去所有人中最悲惨的人吗?
ἆρʼ οὖν χρὴ τοιούτους λόγους γράφειν οἷς τοῦτο προσέσται μέγιστον ἀγαθόν, ἢν μηδένα πεῖσαι τῶν ἀκουσάντων δυνηθῶσιν;
那么,难道应该写出这样一种言论,其最大的好处就是无法说服任何听众吗?
§48ἀλλὰ γὰρ ἴσως ἂν εἴποις ὡς οὐδὲ σὲ τοῦτο παρέλαθεν, ἀλλʼ ἐβουλήθης τοῖς φιλοσόφοις παράδειγμα καταλιπεῖν ὡς χρὴ περὶ τῶν αἰσχρῶν αἰτιῶν καὶ δυσχερῶν πραγμάτων ποιεῖσθαι τὰς ἀπολογίας.
不过,也许你会说,你也没有忽略这一点,而是希望给哲学者们留下一个范例,展示如何针对可耻的指控和困难的事物进行辩护。
ἀλλʼ εἰ καὶ πρότερον ἠγνόεις, οἶμαί σοι νῦν γεγενῆσθαι φανερὸν ὅτι πολὺ θᾶττον ἄν τις σωθείη μηδὲν φθεγξάμενος ἢ τοῦτον τὸν τρόπον ἀπολογησάμενος.
但是,即使你以前不知道,我想现在对你来说已经很清楚了:不发一言要比用这种方式辩护让人得救得多。
§49καὶ μὲν δὴ καὶ τοῦτο δῆλον, ὅτι τῆς φιλοσοφίας ἐπικήρως διακειμένης καὶ φθονουμένης διὰ τοὺς τοιούτους τῶν λόγων ἔτι μᾶλλον αὐτὴν μισήσουσιν.
而且这一点也是显而易见的:由于哲学处于危险的境地,并因这类言论而招致嫉妒,人们对它会更加憎恨。
ἢν οὖν ἐμοὶ πείθῃ, μάλιστα μὲν οὐ ποιήσει τοῦ λοιποῦ πονηρὰς ὑποθέσεις, εἰ δὲ μή, τοιαῦτα ζητήσεις λέγειν ἐξ ὧν μήτʼ αὐτὸς χείρων εἶναι δόξεις μήτε τοὺς μιμουμένους λυμανεῖ μήτε τὴν περὶ τοὺς λόγους παίδευσιν διαβαλεῖς.
因此,如果你听从我,最好以后不要再作邪恶的假设;如果不然,你也要力求说出这样的话,使你既不显得更坏,也不会害了模仿你的人,更不会诽谤关于言论的教育。
§50καὶ μὴ θαυμάσῃς, εἰ νεώτερος ὢν καὶ μηδέν σοι προσήκων οὕτω προχείρως ἐπιχειρῶ σε νουθετεῖν· ἡγοῦμαι γὰρ οὐ τῶν πρεσβυτάτων οὐδὲ τῶν οἰκειοτάτων, ἀλλὰ τῶν πλεῖστʼ εἰδότων καὶ βουλομένων ὠφελεῖν ἔργον εἶναι περὶ τῶν τοιούτων συμβουλεύειν.
请不要感到奇怪,我虽年轻且与你毫无关系,却如此轻率地试图规劝你;因为我认为,在这些事情上提出建议,不是最年长者或最亲近者的任务,而是最懂行且愿意提供帮助者的任务。

词汇与语法注释

  1. §42ἐκείνων δὲ καταγιγνώσκομεν ὡς — 动词 `καταγιγνώσκω`(谴责、判罪)将谴责的对象(此处指代神明的 `ἐκείνων`)置于属格,并由 `ὡς` 引导从句来说明控诉的内容。
  2. §43δυοῖν τοῖν αἰσχίστοιν οὐ διαμαρτάνουσιν — 动词 `διαμαρτάνω` 通常支配属格,意为“偏离、免除”。此处在否定句中,表示“他们无法免于两件最可耻的事(即必然落入其中之一)”的逻辑。
  3. §44πολλῶν δʼ ἐνόντων — 此处使用了非人称动词 `ἔνεστι`(能够、存在)的现在分词中性复数属格 `ἐνόντων` 构成的属格独立结构(genitive absolute)。具有让步语气,意为“虽然有许多(可说的)事物存在”。
  4. §47οἷς τοῦτο προσέσται μέγιστον ἀγαθόν, ἢν — 关系代名词 `οἷς` 指代先行词 `λόγους`,作所有与格。`τοῦτο` 是一个前指代词,预先指向后面的 `ἢν` 从句(“如果他们无法说服任何人”),从而构成了极具讽刺意味的句式:“其最大的好处将是‘无法说服任何人’的那些言论”。
  5. §50οὐ τῶν πρεσβυτάτων... ἔργον εἶναι — 这是 `εἶναι` 补以属格(`τῶν πρεσβυτάτων...`)表示“属于……的本分/义务”的句式。此处明示了名词 `ἔργον`(工作、职责),而整句的真正主语是不定式短语 `συμβουλεύειν`(劝告)。

引用这一段

伊索克拉底, 布西里斯 §42-50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg010.humanitext-grc2:42-50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。