§1τὴν μὲν ἐπιείκειαν τὴν σήν, ὦ Πολύκρατες, καὶ τὴν τοῦ βίου μεταβολὴν παρʼ ἄλλων πυνθανόμενος οἶδα· τῶν δὲ λόγων τινὰς ὧν γέγραφας, αὐτὸς ἀνεγνωκὼς ἥδιστα μὲν ἄν σοι περὶ ὅλης ἐπαρρησιασάμην τῆς παιδεύσεως περὶ ἣν ἠνάγκασαι διατρίβειν·
波里克拉底啊,我从他人处听说过你的温厚与生活的变故,因而对此有所了解;至于你所写的一些言论,我亲自阅读之后,本会非常乐意向你坦诚谈谈你不得不身处其中的整个教育活动。
ἡγοῦμαι γὰρ τοῖς ἀναξίως μὲν δυστυχοῦσιν, ἐκ δὲ φιλοσοφίας χρηματίζεσθαι ζητοῦσιν, ἅπαντας τοὺς πλείω πεπραγματευμένους καὶ μᾶλλον ἀπηκριβωμένους προσήκειν ἐθελοντὰς τοῦτον εἰσφέρειν τὸν ἔρανον·
因为我认为,对于那些无辜遭遇不幸、并试图通过哲学谋生的人,所有经验更丰富、研究更精确的人自愿提供这种援助般的建议,是十分合适的。
§2ἐπειδὴ δʼ οὔπω περιτετυχήκαμεν ἀλλήλοις, περὶ μὲν τῶν ἄλλων, ἤν ποτʼ εἰς ταὐτὸν ἔλθωμεν, τόθʼ ἡμῖν ἐξέσται διὰ πλειόνων ποιήσασθαι τὴν συνουσίαν, ἃ δʼ ἐν τῷ παρόντι δυναίμην ἂν εὐεργετῆσαί σε, ταῦτα δʼ ᾠήθην χρῆναι σοὶ μὲν ἐπιστεῖλαι, πρὸς δὲ τοὺς ἄλλους ὡς οἷόν τε μάλιστʼ ἀποκρύψασθαι.
但既然我们尚未彼此谋面,关于其他事情,如果我们有朝一日相聚一处,届时我们将有余暇进行更深入的交流;但在目前,我所能带给你的益处,我认为应该通过书信寄送给你,而对其他人则尽可能予以隐瞒。
§3γιγνώσκω μὲν οὖν ὅτι τοῖς πλείστοις τῶν νουθετουμένων ἔμφυτόν ἐστι μὴ πρὸς τὰς ὠφελείας ἀποβλέπειν, ἀλλὰ τοσούτῳ χαλεπώτερον ἀκούειν τῶν λεγομένων, ὅσῳ περ ἂν αὐτῶν τις ἀκριβέστερον ἐξετάζῃ τὰς ἁμαρτίας·
确实,我知道对于大多数接受劝诫的人来说,不顾及自己的利益,且别人越是精确地审视他们的错误,他们听起话来就越发感到难受,这是人之常情。
ὅμως δʼ οὐκ ὀκνητέον ὑπομένειν τὴν ἀπέχθειαν ταύτην τοῖς εὐνοϊκῶς πρός τινας ἔχουσιν, ἀλλὰ πειρατέον μεθιστάναι τὴν δόξαν τῶν οὕτω πρὸς τοὺς συμβουλεύοντας διακειμένων.
然而,那些对他人怀有善意的人,不应因害怕这种怨恨而退缩,而应当努力改变那些对劝告者抱有如此态度之人的看法。
§4αἰσθόμενος οὖν οὐχ ἥκιστά σε μεγαλαυχούμενον ἐπί τε τῇ Βουσίριδος ἀπολογίᾳ καὶ τῇ Σωκράτους κατηγορίᾳ, πειράσομαί σοι ποιῆσαι καταφανὲς ὅτι πολὺ τοῦ δέοντος ἐν ἀμφοτέροις τοῖς λόγοις διήμαρτες. ἁπάντων γὰρ εἰδότων ὅτι δεῖ τοὺς μὲν εὐλογεῖν τινὰς βουλομένους πλείω τῶν ὑπαρχόντων ἀγαθῶν αὐτοῖς προσόντʼ ἀποφαίνειν, τοὺς δὲ κατηγοροῦντας τἀναντία τούτων ποιεῖν,
因此,我察觉到你对自己的《布西里斯辩护》和《控告苏格拉底》这两篇作品感到不无自豪,我将努力向你阐明,在这两篇言论中你都大大偏离了应有的标准。
§5τοσούτου δεῖς οὕτω κεχρῆσθαι τοῖς λόγοις, ὥσθʼ ὑπὲρ μὲν Βουσίριδος ἀπολογήσασθαι φάσκων, οὐχ ὅπως τῆς ὑπαρχούσης αὐτὸν διαβολῆς ἀπήλλαξας, ἀλλὰ καὶ τηλικαύτην αὐτῷ τὸ μέγεθος παρανομίαν προσῆψας ἧς οὐκ ἔσθʼ ὅπως ἄν τις δεινοτέραν ἐξευρεῖν δυνηθείη·
因为大家都知道,那些想要赞美某些人的人,应当表明他们拥有比实际更多的美德,而控告者则应当做相反的事;你非但没有这样运用你的言论,反而以至于,在声称替布西里斯辩护时,你不仅没能消除他原有的恶名,甚至还给他安上了极其重大的无法无天之罪,其严重程度恐无人能想出更甚者。
τῶν γὰρ ἄλλων τῶν ἐπιχειρησάντων ἐκεῖνον λοιδορεῖν τοσοῦτον μόνον περὶ αὐτοῦ βλασφημούντων, ὡς ἔθυε τῶν ξένων τοὺς ἀφικνουμένους, σὺ καὶ κατεσθίειν αὐτὸν τοὺς ἀνθρώπους ᾐτιάσω·
因为其他试图辱骂他的人,仅仅诽谤说他祭祀了到来的外邦人,而你却指控他甚至吃人。
Σωκράτους δὲ κατηγορεῖν ἐπιχειρήσας, ὥσπερ ἐγκωμιάσαι βουλόμενος Ἀλκιβιάδην ἔδωκας αὐτῷ μαθητήν, ὃν ὑπʼ ἐκείνου μὲν οὐδεὶς ᾔσθετο παιδευόμενον, ὅτι δὲ πολὺ διήνεγκε τῶν ἄλλων ἅπαντες ἂν ὁμολογήσειαν.
在试图控告苏格拉底时,你仿佛为了赞美他一般,将阿尔西比亚德斯作为弟子送给了他,虽从未有人察觉到此人曾受教于苏格拉底,但所有人都会承认他远胜于其他所有人。
§6τοιγαροῦν εἰ γένοιτʼ ἐξουσία τοῖς τετελευτηκόσι βουλεύσασθαι περὶ τῶν εἰρημένων, ὁ μὲν ἄν σοι τοσαύτην ἔχοι χάριν ὑπὲρ τῆς κατηγορίας, ὅσην οὐδενὶ τῶν ἐπαινεῖν αὐτὸν εἰθισμένων, ὁ δʼ εἰ καὶ περὶ τοὺς ἄλλους πραότατος ἦν, ἀλλʼ οὖν ἐπί γε τοῖς ὑπὸ σοῦ λεγομένοις οὕτως ἂν ἀγανακτήσειεν ὥστε μηδεμιᾶς ἀποσχέσθαι τιμωρίας.
既然如此,如果亡者有能力对这些言论进行评议,那么那一位(苏格拉底)会因你的控告而对你怀有感激,其程度是那些惯于赞美他的人所无法给予的;而另一位(布西里斯),即便他对其他人极其温和,但对你所说的话也必然会勃然大怒,以至于不会放弃任何报复。
καίτοι πῶς οὐκ αἰσχύνεσθαι μᾶλλον ἢ σεμνύνεσθαι προσήκει τὸν παρὰ τοῖς λοιδορουμένοις ὑφʼ αὑτοῦ μᾶλλον ἀγαπώμενον ἢ παρὰ τοῖς ἐγκωμιαζομένοις;
然而,一个被自己所辱骂的人爱戴、却被自己所赞美的人痛恨的人,难道不应该感到羞耻而非自豪吗?
§7οὕτω δʼ ἠμέλησας εἰ μηδὲν ὁμολογούμενον ἐρεῖς, ὥστε φῂς μὲν αὐτὸν τὴν Αἰόλου καὶ τὴν Ὀρφέως ζηλῶσαι δόξαν, ἀποφαίνεις δʼ οὐδὲν τῶν αὐτῶν ἐκείνοις ἐπιτηδεύσαντα.
而且,你对自己的话是否自相矛盾是如此地不在意,以至于你虽然说他仰慕艾奥罗斯和俄耳甫斯的名声,却又表明他没有实行任何与他们相同的事情。
πότερα γὰρ τοῖς περὶ Αἰόλου λεγομένοις αὐτὸν παρατάξωμεν;
难道我们要将他与有关艾奥罗斯的传说并列吗?
ἀλλʼ ἐκεῖνος μὲν τῶν ξένων τοὺς ἐπὶ τὴν χώραν ἐκπίπτοντας εἰς τὰς αὑτῶν πατρίδας ἀπέστελλεν, ὁ δʼ εἰ χρὴ τοῖς ὑπὸ σοῦ λεγομένοις πιστεύειν, θύσας κατήσθιεν.
但艾奥罗斯是将那些漂流到他土地上的外邦人送回他们自己的祖国,而这个人,如果必须相信你所说的话,则是将他们祭祀并吃掉。