Humanitext Reader

伊索克拉底 · 海伦颂 §40-49

求婚者的誓约与为帕里斯的选择辩护

第 5 段,共 7 段 · 希腊语

内容简介

作者讨论了海伦的求婚者们立下的互助誓言,并为帕里斯在“美之审判”中选择海伦的行为进行辩护,指出这一决定基于其高超的判断力与对高贵名誉的追求,是极其英明的。

§40οὔπω δὲ κεκριμένου τοῦ μέλλοντος αὐτῇ συνοικήσειν ἀλλʼ ἔτι κοινῆς τῆς τύχης οὔσης οὕτω πρόδηλος ἦν ἅπασιν ἐσομένη περιμάχητος ὥστε συνελθόντες πίστεις ἔδοσαν ἀλλήλοις ἦ μὴν βοηθήσειν, εἴ τις ἀποστεροίη τὸν ἀξιωθέντα λαβεῖν αὐτήν, νομίζων ἕκαστος τὴν ἐπικουρίαν ταύτην αὑτῷ παρασκευάζειν.
在她未来的配偶尚未决定、命运对所有人依然平等开放之时,大家便已极清楚地预见到她将成为争夺的对象,以至于他们聚集在一起,彼此立下誓言:如果有人夺走那配得上娶她的人的妻子,他们定将前去相助;每个人都认为自己是在为自己准备这一援助。
§41τῆς μὲν οὖν ἰδίας ἐλπίδος πλὴν ἑνὸς ἀνδρὸς ἅπαντες ἐψεύσθησαν, τῆς δὲ κοινῆς δόξης ἧς ἔσχον περὶ ἐκείνης οὐδεὶς αὐτῶν διήμαρτεν.
因此,除了一人之外,所有人的个人期望都落空了,但他们对她所抱有的共同看法却无一人落空。
οὐ πολλοῦ γὰρ χρόνου διελθόντος, γενομένης ἐν θεοῖς περὶ κάλλους ἔριδος ἧς Ἀλέξανδρος ὁ Πριάμου κατέστη κριτής, καὶ διδούσης Ἥρας μὲν ἁπάσης αὐτῷ τῆς Ἀσίας βασιλεύειν, Ἀθηνᾶς δὲ κρατεῖν ἐν τοῖς πολέμοις,
因为没过多久,神明之间便发生了一场关于美貌的争执,普里阿摩斯的儿子亚历山大被指定为裁判;赫拉许诺给他整个亚洲的统治权,雅典娜许诺他在战争中获得胜利,而阿佛洛狄忒则许诺将海伦的婚事赐予他。
§42Ἀφροδίτης δὲ τὸν γάμον τὸν Ἑλένης, τῶν μὲν σωμάτων οὐ δυνηθεὶς λαβεῖν διάγνωσιν ἀλλʼ ἡττηθεὶς τῆς τῶν θεῶν ὄψεως, τῶν δὲ δωρεῶν ἀναγκασθεὶς γενέσθαι κριτής, εἵλετο τὴν οἰκειότητα τὴν Ἑλένης ἀντὶ τῶν ἄλλων ἁπάντων, οὐ πρὸς τὰς ἡδονὰς ἀποβλέψας, -- καίτοι καὶ τοῦτο τοῖς εὖ φρονοῦσι πολλῶν αἱρετώτερόν ἐστιν,
尽管他无法对她们的身体做出优劣判别,而是被女神们的容姿所倾倒,但他被迫成为了她们礼物的裁判,于是他选择了与海伦的亲缘关系,而非其他一切。
§43ἀλλʼ ὅμως οὐκ ἐπὶ τοῦθʼ ὥρμησεν, ἀλλʼ ἐπεθύμησε Διὸς γενέσθαι κηδεστής, νομίζων πολὺ μείζω καὶ καλλίω ταύτην εἶναι τὴν τιμὴν ἢ τὴν τῆς Ἀσίας βασιλείαν, καὶ μεγάλας μὲν ἀρχὰς καὶ δυναστείας καὶ φαύλοις ἀνθρώποις ποτὲ παραγίγνεσθαι, τοιαύτης δὲ γυναικὸς οὐδένα τῶν ἐπιγιγνομένων ἀξιωθήσεσθαι, πρὸς δὲ τούτοις οὐδὲν ἂν κτῆμα κάλλιον καταλιπεῖν τοῖς παισὶν ἢ παρασκευάσας αὐτοῖς ὅπως μὴ μόνον πρὸς πατρὸς ἀλλὰ καὶ πρὸς μητρὸς ἀπὸ Διὸς ἔσονται γεγονότες.
这并非因为他贪图享乐——尽管在明智之人看来,这也比许多其他事物更值得选择—— 然而,他并没有盲目趋向于此,而是极度渴望成为宙斯的姻亲,因为他认为这一荣耀远比亚洲的统治权更伟大、更美好;他想到,强大的权力和统治有时也会落入平庸之辈手中,但未来的后代中绝不可能有人配得上拥有这样一位女子,此外,他认为留给孩子们最美好的财产,莫过于通过他的安排,使他们不仅在父系上、而且在母系上也都成为宙斯的后代。
§44ἠπίστατο γὰρ τὰς μὲν ἄλλας εὐτυχίας ταχέως μεταπιπτούσας, τὴν δʼ εὐγένειαν ἀεὶ τοῖς αὐτοῖς παραμένουσαν, ὥστε ταύτην μὲν τὴν αἵρεσιν ὑπὲρ ἅπαντος τοῦ γένους ἔσεσθαι, τὰς δʼ ἑτέρας δωρεὰς ὑπὲρ τοῦ χρόνου μόνον τοῦ καθʼ αὑτόν.
因为他深知,其他的幸运都会迅速转变,而高贵的血统却永远留在相同的人身上,因此这一选择将使整个家族受益,而其他的礼物则仅仅局限于他自己的一生。
§45τῶν μὲν οὖν εὖ φρονούντων οὐδεὶς ἂν τοῖς λογισμοῖς τούτοις ἐπιτιμήσειεν, τῶν δὲ μηδὲν πρὸ τοῦ πράγματος ἐνθυμουμένων ἀλλὰ τὸ συμβαῖνον μόνον σκοπουμένων ἤδη τινὲς ἐλοιδόρησαν αὐτόν·
因此,明智之人绝不会对这些考量横加指责,但有些人在事前毫无深思熟虑、只看结果的人,现在已经开始诽谤他了;从他们对他进行的那些诋毁中,所有人都能很容易地看出他们的愚蠢。
ὧν τὴν ἄνοιαν ἐξ ὧν ἐβλασφήμησαν περὶ ἐκείνου ῥᾴδιον ἅπασι καταμαθεῖν. §46πῶς γὰρ οὐ καταγέλαστον πεπόνθασιν, εἰ τὴν αὑτῶν φύσιν ἱκανωτέραν εἶναι νομίζουσι τῆς ὑπὸ τῶν θεῶν προκριθείσης;
因为如果他们认为自己的判断力比神明所选中的人更称职,那他们岂不是陷入了可笑的境地?
οὐ γὰρ δή που περὶ ὧν εἰς τοσαύτην ἔριν κατέστησαν τὸν τυχόντα διαγνῶναι κύριον ἐποίησαν, ἀλλὰ δῆλον ὅτι τοσαύτην ἔσχον σπουδὴν ἐκλέξασθαι, κριτὴν τὸν βέλτιστον, ὅσηνπερ περὶ αὐτοῦ τοῦ πράγματος ἐπιμέλειαν ἐποιήσαντο.
神明们绝不可能随随便便让一个普通人去裁决他们陷入如此争执的大事,显而易见,神明们在选择最优秀的裁判时所付出的热情,与他们对这件事情本身的重视程度是完全一致的。
§47χρὴ δὲ σκοπεῖν ὁποῖός τις ἦν καὶ δοκιμάζειν αὐτὸν οὐκ ἐκ τῆς ὀργῆς τῆς τῶν ἀποτυχουσῶν, ἀλλʼ ἐξ ὧν ἅπασαι βουλευσάμεναι προείλοντο τὴν ἐκείνου διάνοιαν.
我们应当考察他是一个怎样的人,评判他时不应根据那些落选女神的愤怒,而应根据所有女神在协商之后都选择了他的判断力这一事实。
κακῶς μὲν γὰρ παθεῖν ὑπὸ τῶν κρειττόνων οὐδὲν κωλύει καὶ τοὺς μηδὲν ἐξημαρτηκότας· τοιαύτης δὲ τιμῆς τυχεῖν ὥστε θνητὸν ὄντα θεῶν γενέσθαι κριτὴν, οὐχ οἷόν τε μὴ οὐ τὸν πολὺ τῇ γνώμῃ διαφέροντα.
因为,即使是没有犯任何错误的人,也无法阻止自己受到更强者(神明)的伤害;但是,以凡人之躯获得成为神明裁判的如此荣耀,这对于一个智力并非远超常人的人来说,是绝对不可能的。
§48θαυμάζω δʼ εἴ τις οἴεται κακῶς βεβουλεῦσθαι τὸν μετὰ ταύτης ζῆν ἑλόμενον, ἧς ἕνεκα πολλοὶ τῶν ἡμιθέων ἀποθνῄσκειν ἠθέλησαν.
我很纳闷,如果有人认为选择与她共同生活的人是做出了愚蠢的决定,那么在许多半神都甘愿为她而死的情况下,他怎么会是愚蠢的呢?
πῶς δʼ οὐκ ἂν ἦν ἀνόητος, εἰ τοὺς θεοὺς εἰδὼς περὶ κάλλους φιλονικοῦντας αὐτὸς κάλλους κατεφρόνησε, καὶ μὴ ταύτην ἐνόμισε μεγίστην εἶναι τῶν δωρεῶν, περὶ ἧς κἀκείνας ἑώρα μάλιστα σπουδαζούσας;
如果他明知神明都在为美貌而争夺,自己却轻视美貌,不把女神们自己都最为看重的美貌视为最大的恩赐,那他岂不是太愚蠢了吗?
§49τίς δʼ ἂν τὸν γάμον τὸν Ἑλένης ὑπερεῖδεν, ἧς ἁρπασθείσης οἱ μὲν Ἕλληνες οὕτως ἠγανάκτησαν ὥσπερ ὅλης τῆς Ἑλλάδος πεπορθημένης, οἱ δὲ βάρβαροι τοσοῦτον ἐφρόνησαν, ὅσον περ ἂν εἰ πάντων ἡμῶν ἐκράτησαν.
况且,又有谁会轻视与海伦的婚姻呢?
δῆλον δʼ ὡς ἑκάτεροι διετέθησαν·
当她被掠走时,希腊人无比愤慨,仿佛整个希腊都被洗劫了一般,而蛮族则极其骄傲,仿佛征服了我们所有人。
πολλῶν γὰρ αὐτοῖς πρότερον ἐγκλημάτων γενομένων περὶ μὲν τῶν ἄλλων ἡσυχίαν ἦγον, ὑπὲρ δὲ ταύτης τηλικοῦτον συνεστήσαντο πόλεμον οὐ μόνον τῷ μεγέθει τῆς ὀργῆς ἀλλὰ καὶ τῷ μήκει τοῦ χρόνου καὶ τῷ πλήθει τῶν παρασκευῶν ὅσος οὐδεὶς πώποτε γέγονεν.
双方的心理状态是显而易见的:因为此前双方曾发生过许多争端,但对其他事情他们都保持了克制,唯独为了她,他们发起了一场规模空前的战争,这不仅体现在愤怒的程度,还体现在时间的漫长以及军备的宏大上。

词汇与语法注释

  1. 40νομίζων ἕκαστος — 分配代词 ἕκαστος(每个人)单数形式与主句的复数主语呈同格关系,因此分词 νομίζων 也一致地采用单数阳性主格形式。
  2. 41διδούσης Ἥρας μὲν — 现在时分词 διδούσης(以及后续省略的 διδούσης)带有尝试或企图(提供、许诺)的未完成意向,应理解为“当赫拉试图给予(许诺给)他……时”。
  3. 43καταλιπεῖν ἂν — 在依赖于 νομίζων 的间接引语中,ἂν +不定词相当于直接引语中的潜在/可能性的 ἂν +希求法(οὐδὲν ἂν κτῆμα κάλλιον καταλίποιμι),表示“无法留下比这更美好的财产”。
  4. 47οὐχ οἷόν τε μὴ οὐ τὸν πολὺ τῇ γνώμῃ διαφέροντα — 由于紧跟在否定表达 οὐχ οἷόν τε(不可能)之后,因而使用了双重否定 μὴ οὐ。宾格短语 τὸν πολὺ τῇ γνώμῃ διαφέροντα(在智力上大为杰出的人)是省略的不定式(如 τυχεῖν)的逻辑主语,意为“一个并非远超常人的人要获得(这样的荣誉)是不可能的”。

引用这一段

伊索克拉底, 海伦颂 §40-49. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg009.humanitext-grc2:40-49

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。