Humanitext Reader

イソクラテス · 銀行家 §1-8

裁判の重大性とパシオンによる預金横領の発端

1 / 7 箇所 · ギリシア語

要旨

告訴人は、多額の財産と自身の名誉がかかった本裁判の重要性と、相手である両替商パシオンと争うことの困難さを述べる。続けて、ボスポロス王サテュロスからの迫害を避けるために財産を隠匿した経緯と、パシオンがその状況を利用して財産を横領しようとしたことを説明する。

§1ὁ μὲν ἀγών μοι μέγας ἐστίν, ὦ ἄνδρες δικασταί.
裁判員の皆さん、私にとってこの裁判は重大なものです。
οὐ γὰρ μόνον περὶ πολλῶν χρημάτων κινδυνεύω, ἀλλὰ καὶ περὶ τοῦ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν·
なぜなら、私は多額の財産を失う危険にさらされているだけでなく、不当に他人の財産を欲していると思われる危険にもさらされているからです。
ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι.
これは、私が最も重んじている事柄です。
οὐσία μὲν γὰρ ἱκανή μοι καταλειφθήσεται καὶ τούτων στερηθέντι·
私には、これらの財産を奪われたとしても、十分な資産が残されるでしょう。
εἰ δὲ δόξαιμι μηδὲν προσῆκον τοσαῦτα χρήματʼ ἐγκαλέσαι, διαβληθείην ἂν τὸν ἅπαντα βίον.
しかし、もし私が、何ら権利もないのにこれほど多額の金を要求していると思われるなら、生涯にわたって悪評を被ることになります。
§2ἔστι δʼ, ὦ ἄνδρες δικασταί, πάντων χαλεπώτατον τοιούτων ἀντιδίκων τυχεῖν.
裁判員の皆さん、このような相手を訴訟の敵とすることは、何よりも困難なことです。
τὰ μὲν γὰρ συμβόλαια τὰ πρὸς τοὺς ἐπὶ ταῖς τραπέζαις ἄνευ μαρτύρων γίγνεται, τοῖς ἀδικουμένοις δὲ πρὸς τοιούτους ἀνάγκη κινδυνεύειν, οἳ καὶ φίλους πολλοὺς κέκτηνται καὶ χρήματα πολλὰ διαχειρίζουσι καὶ πιστοὶ διὰ τὴν τέχνην δοκοῦσιν εἶναι.
なぜなら、銀行家との取引は証人なしで行われるのに対し、被害を受けた者は、多くの友人を持ち、多額の資金を動かし、その職業のゆえに信用できると思われているような人々を相手に、危険を冒して争わねばならないからです。
ὅμως δὲ καὶ τούτων ὑπαρχόντων ἡγοῦμαι φανερὸν πᾶσι ποιήσειν ὅτι ἀποστεροῦμαι τῶν χρημάτων ὑπὸ Πασίωνος.
しかし、このような状況であっても、私がパシオンによって財産を奪われているということを、すべての人に明らかにできると私は信じています。
§3ἐξ ἀρχῆς οὖν ὑμῖν, ὅπως ἂν δύνωμαι, διηγήσομαι τὰ πεπραγμένα.
そこで、事の経緯を、私にできる限り、初めから皆さんにお話しいたします。
ἐμοὶ γάρ, ὦ ἄνδρες δικασταί, πατὴρ μέν ἐστι Σωπαῖος, ὃν οἱ πλέοντες εἰς τὸν Πόντον ἅπαντες ἴσασιν οὕτως οἰκείως πρὸς Σάτυρον διακείμενον, ὥστε πολλῆς μὲν χώρας ἄρχειν, ἁπάσης δὲ τῆς δυνάμεως ἐπιμελεῖσθαι τῆς ἐκείνου.
裁判員の皆さん、私の父はソパイオスであり、ポントスへ航海する者は誰もが知るように、サテュロスと極めて親密な関係にあり、その広大な領地を支配し、彼の全軍を統括しています。
§4πυνθανόμενος δὲ καὶ περὶ τῆσδε τῆς πόλεως καὶ περὶ τῆς ἄλλης Ἑλλάδος ἐπεθύμησʼ ἀποδημῆσαι.
父は、この都市やその他のギリシアの地について聞き、旅に出たいと望みました。
γεμίσας οὖς ὁ πατήρ μου δύο ναῦς σίτου καὶ χρήματα δοὺς ἐξέπεμψεν ἅμα κατʼ ἐμπορίαν καὶ κατὰ θεωρίαν·
そこで私の父は、船2隻に穀物を満載し、私に資金を与えて、交易と見学を兼ねて送り出しました。
συστήσαντος δέ μοι Πυθοδώρου τοῦ Φοίνικος Πασιωνα ἐχρώμην τῇ τούτου τραπέζῃ.
そして、フェニキア人のピュトドロスが私にパシオンを紹介してくれたので、私は彼の銀行を利用していました。
§5χρόνῳ δʼ ὕστερον διαβολῆς πρὸς Σάτυρον γενομένης ὡς καὶ ὁ πατὴρ οὑμὸς ἐπιβουλεύοι τῇ ἀρχῇ, κἀγὼ τοῖς φυγάσι συγγιγνοίμην, τὸν μὲν πατέρα μου συλλαμβάνει, ἐπιστέλλει δὲ τοῖς ἐνθάδʼ ἐπιδημοῦσιν ἐκ τοῦ Πόντου τά τε χρήματα παρʼ ἐμοῦ παραλαβεῖν καὶ αὐτὸν εἰσπλεῖν κελεύειν·
その後、私の父がその支配に対して謀反を企てており、私も亡命者たちと交わっているという讒言がサテュロスに伝わりました。
ἐὰν δὲ τούτων μηδὲν ποιῶ,
サテュロスは私の父を逮捕し、ポントスからこちらに滞在している人々に対して、私から財産を回収し、私自身には帰国するよう命じるよう指令を出しました。
§6παρʼ ὑμῶν ἐξαιτεῖν.
そして、もし私がこれらを一切行わないならば、あなたがたに私の引き渡しを要求するように、とのことでした。
ἐν τοσούτοις δὲ κακοῖς ὤν, ὦ ἄνδρες δικασταί, λέγω πρὸς Πασίωνα τὰς ἐμαυτοῦ συμφοράς·
このような多くの苦難の中で、裁判員の皆さん、私はパシオンに自分の不幸を打ち明けました。
οὕτω γὰρ οἰκείως πρὸς αὐτὸν διεκείμην ὥστε μὴ μόνον περὶ χρημάτων ἀλλὰ καὶ περὶ τῶν ἄλλων τούτῳ μάλιστα πιστεύειν.
私は彼と非常に親しくしており、金銭のことだけでなく、他の事柄についても彼を最も信頼していたからです。
ἡγούμην δʼ εἰ μὲν προοίμην ἅπαντα τὰ χρήματα, κινδυνεύειν, εἴ τι πάθοι ʼκεῖνος, στερηθεὶς καὶ τῶν ἐνθάδε καὶ τῶν ἐκεῖ, πάντων ἐνδεὴς γενήσεσθαι·
私は、もしすべての財産を差し出せば、もし父に万一のことがあった場合、こちらの財産もあちらの財産も失い、すべてに困窮することになると考えました。
εἰ δʼ ὁμολογῶν εἶναι ἐπιστείλαντος Σατύρου μὴ παραδοίην, εἰς τὰς μεγίστας διαβολὰς ἐμαυτὸν καὶ τὸν πατέρα καταστήσειν πρὸς Σάτυρον.
しかし、サテュロスが指令を出したのに、財産があることを認めながら引き渡さないならば、サテュロスに対して、私自身と父を極めて重大な嫌疑に陥らせることになると考えました。
§7βουλευομένοις οὖν ἡμῖν ἐδόκει βέλτιστον εἶναι προσομολογεῖν πάντα ποιεῖν, ὅσα Σάτυρος προσέταττε, καὶ τὰ μὲν φανερὰ τῶν χρημάτων παραδοῦναι, περὶ δὲ τῶν παρὰ τούτῳ κειμένων μὴ μόνον ἔξαρνον εἶναι ἀλλὰ καὶ ὀφείλοντά με καὶ τούτῳ καὶ ἑτέροις ἐπὶ τόκῳ φαίνεσθαι καὶ πάντα ποιεῖν ἐξ ὧν ἐκεῖνοι μάλιστʼ ἤμελλον πεισθήσεσθαι μὴ εἶναί μοι χρήματα.
そこで相談した結果、サテュロスが命じたことをすべて実行するふりをし、表向きの財産は引き渡し、この男に預けている財産については、それを否定するだけでなく、この男や他の人々に対して利息付きの借金があるように見せかけ、私が財産を持っていないと彼らが最も信じるようなあらゆる手段を講じるのが最善であるという結論に達しました。
§8τότε μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐνόμιζόν μοι Πασίωνα διʼ εὔνοιαν ἅπαντα ταῦτα συμβουλεύειν·
裁判員の皆さん、その当時、私はパシオンが好意からこれらのことをすべて助言してくれていると考えていました。
ἐπειδὴ δὲ πρὸς τοὺς παρὰ Σατύρου διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς.
しかし、サテュロスの使者たちとの用件を処理し終えたとき、彼が私の財産を狙っていることに気づきました。
βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντοιν, ἡγησάμενος οὗτος κάλλιστον αὑτῷ καιρὸν παραπεπτωκέναι -- τὰ μὲν γὰρ χρήματα πόλλʼ εἶναι τὰ παρʼ αὑτῷ κείμενα καὶ ἄξιʼ ἀναισχυντίας, ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι, πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις προσομολογοῦντα ὀφείλειν—
私が自分の財産を取り戻してビュザンティオンへ航海しようとしたところ、彼は自分にとってこの上ない好機が訪れたと考えたのです。 彼のもとに預けられている財産は多額で、恥を忘れて奪うに値するものであり、他方、私は多くの人々が聞いている前で財産は一切持っていないと否定しており、誰もが知る形で返済を要求され、他の人々に対しても借金があると認めていたからです――

語釈・文法注

  1. 1ὃ ἐγὼ περὶ πλείστου ποιοῦμαι — 関係代名詞 `ὃ` の先行詞は、直前の不定詞句 `τὸ μὴ δοκεῖν ἀδίκως τῶν ἀλλοτρίων ἐπιθυμεῖν`(不当に他人のものを欲していると思われないこと)全体を指す。
  2. 1μηδὲν προσῆκον — 非人称動詞 `προσήκει` の分詞中性形を用いた対格絶対(または副詞的対格)で、「何ら正当な関係(権利)がないのに」という状況を表す。
  3. 6ἐξαιτεῖν — §5の `ἐπιστέλλει`(指令を出す)から続く一連の命令内容を示す不定詞で、「(もし従わないならば)要求するように」というサテュロスの指示を表す。
  4. 8βουλομένου γὰρ ἐμοῦ — 属格絶対(`βουλομένου... ἐμοῦ`)で始まり、主節の主語 `οὗτος` に対する分詞 `ἡγησάμενος` が続くが、ダッシュ(--)以降の対格不定詞句(`τά τε χρήματα... ἐμὲ δὲ...`)によって主節の定動詞が省略されたまま文が中断する破格(アナコルートン)になっている。

この箇所を引用する

イソクラテス, 銀行家 §1-8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg005.humanitext-grc2:1-8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。