Humanitext Reader

イソクラテス · カリマコスを駁す §49-58

カリマコスの敵前逃走と偽証による殺人誣告

6 / 7 箇所 · ギリシア語

要旨

語り手は、カリマコスが過去に重ねてきた卑劣な逃亡と偽証の歴史を暴露し、特に生存する女奴隷を死んだと偽って無実の市民に殺人罪を着せようとした悪名高い事件を挙げて、彼の嘘つきで誣告を好む本性を厳しく批判する。

§49καὶ μέχρι τῆς ἡμέρας ἐκείνης παρέμεινε μετέχων τῆς πολιτείας, ἐν ᾗ προσβαλεῖν ἠμέλλετε πρὸς τὸ τεῖχος·
そして彼は、あなた方が城壁に向けて攻勢をかけようとしていたその日まで、政権に参加し続けた。
τότε δʼ ἐξῆλθεν, οὐ τὰ παρόντα μισήσας ἀλλὰ δείσας τὸν ἐπιόντα κίνδυνον, ὡς ὕστερον ἐδήλωσεν.
しかし、その時になって彼は逃げ出した。 それは、後に明らかになったように、現状を憎んだからではなく、差し迫った危険を恐れたからであった。
ἐπειδὴ γὰρ Λακεδαιμονίων ἐθόντων ὁ δῆμος ἐν τῷ Πειραιεῖ κατεκλείσθη, πάλιν ἐκεῖθεν διαδρὰς ἐν Βοιωτοῖς διῃτᾶτο·
というのも、スパルタ軍の到来によって民衆がピレウスに閉じ込められると、彼は再びそこから逃亡してボイオティアで暮らしていたからである。
ὥστʼ αὐτῷ προσήκει μετὰ τῶν αὐτομόλων ἀναγεγράφθαι πολὺ μᾶλλον ἢ τῶν φυγόντων ὀνομάζεσθαι.
したがって、彼は亡命者と呼ばれるよりも、むしろ脱走兵の中にその名を記録される方がはるかにふさわしい。
§50καὶ τοιοῦτος γεγενημένος καὶ περὶ τοὺς ἐκ Πειραιέως καὶ περὶ τοὺς ἐν ἄστει μείναντας καὶ περὶ πᾶσαν τὴν πόλιν, οὐκ ἀγαπᾷ τῶν ἴσων τυγχάνειν τοῖς ἄλλοις ἀλλὰ ζητεῖ πλέον ἔχειν ὑμῶν, ὥπερ ἢ μόνος ἀδικηθεὶς ἢ βέλτιστος ὢν πολιτῶν ἢ μεγίσταις συμφοραῖς διʼ ὑμᾶς κεχρημένος ἢ πλείστων ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος.
そして、ピレウスから来た人々に対しても、市内に留まっていた人々に対しても、さらにはポリス全体に対しても、このような人物であるにもかかわらず、彼は他者と同等の扱いを受けることでは満足せず、むしろあなた方よりも多くを得ようと努めている。 まるで、自分一人だけが不当な扱いを受けたか、あるいは市民の中で最も優れた者であるか、あるいはあなた方のせいで最大の不幸を被ったか、あるいはポリスにとって最大の善をもたらした張本人であるかのように。
§51ἠβουλόμην δʼ ἂν ὑμᾶς ὁμοίως ἐμοὶ γιγνώσκειν αὐτόν, ἵνʼ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε.
私は、あなた方が私と同じように彼の正体を知っていればよいと思う。 そうすれば、彼が失ったもののために同情するのではないが、手元に残されたもののために彼を羨んだであろうに。
νῦν δὲ περὶ μὲν τῶν ἄλλων ὅσοις ἐπιβεβούλευκε, καὶ δὶκας οἵας δεδίκασται καὶ γραφὰς ἃς εἰσελήλυθε, καὶ μεθʼ ὧν συνέστηκε καὶ καθʼ ὧν τὰ ψευδῆ μεμαρτύρηκεν, οὐδʼ ἂν δὶς τοσοῦτον ὕδωρ ἱκανὸν διηγήσασθαι γένοιτο·
しかし現実には、彼が企てた他の多くの陰謀について、彼が起こした訴訟や彼が起訴した告発について、また彼が誰と結託し、誰に対して偽証したかについては、たとえ今の二倍の水量があっても語り尽くすには足りないであろう。
§52ἓν δὲ μόνον ἀκούσαντες τῶν τούτῳ πεπραγμένων ῥᾳδίως καὶ τὴν ἄλλην αὐτοῦ πονηρίαν γνώσεσθε.
ただ、彼の仕業のうちの一つだけを聞くだけでも、あなた方は彼のその他の悪辣さを容易に理解するだろう。
Κρατῖνος γὰρ ἠμφισβήτησε χωρίου τῷ τούτου κηδεστῇ.
クラティノスが彼の義父と土地をめぐって争った。
μάχης δʼ αὐτοῖς γενομένης, ὑποκρυψάμενοι θεράπαιναν ᾐτιῶντο τὸν Κρατῖνον συντρῖψαι τῆς κεφαλῆς αὐτῆς, ἐκ δὲ τραύματος φάσκοντες ἀποθανεῖν τὴν ἄνθρωπον λαγχάνουσιν αὐτῷ φόνου δίκην ἐπὶ Παλλαδίῳ.
彼らの間で乱闘が起こった際、彼らは一人の女奴隷を隠しておいて、クラティノスが彼女の頭を叩き割ったと非難した。 そして、その傷がもとでこの女が死んだと主張して、パラディオン法廷で彼に対して殺人の訴えを起こしたのである。
§53πυθόμενος δʼ ὁ Κρατῖνος τὰς τούτων ἐπιβουλὰς τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγεν, ἵνα μὴ μεταθεῖντο τὸ πρᾶγμα μηδʼ ἑτέρους λόγους ἐξευρίσκοιεν, ἀλλʼ ἐπʼ αὐτοφώρῳ ληφθεῖεν κακουργοῦντες·
クラティノスは彼らの陰謀を察知すると、彼らが訴えを翻したり別の言い訳をでっち上げたりせず、悪事の現行犯で捕らえられるようにするために、しばらくの間は静かに様子を窺っていた。
ἐπειδὴ δʼ ὁ κηδεστὴς μὲν ἦν ὁ τούτου κατηγορηκώς, οὗτος δὲ μεμαρτυρηκὼς ἦ μὴν τεθνάναι τὴν ἄνθρωπον, §54ἐλθόντες εἰς τὴν οἰκίαν ἵνʼ ἦν κεκρυμμένη, βίᾳ λαβόντες αὐτὴν καὶ ἀγαγόντες ἐπὶ τὸ δικαστήριον ζῶσαν ἅπασι τοῖς παροῦσιν ἐπέδειξαν.
そして、彼の義父が告発者となり、彼自身が、あの女が本当に死んだと偽証したとき、彼らは彼女が隠されていた家に行き、彼女を力ずくで連れ出して裁判所に連れて行き、生きている姿を居合わせたすべての人々に示した。
ὥσθʼ ἑπτακοσίων μὲν δικαζόντων, τεττάρων δὲ καὶ δέκα μαρτυρησάντων ἅπερ οὗτος, οὐδεμίαν ψῆφον μετέλαβε.
その結果、七百人の裁判員が裁き、彼と同じことを証言した証人が十四人もいたにもかかわらず、彼は一票の支持も得られなかった。
καί μοι κάλει τούτων μάρτυρας.
これらについての証人たちを私に呼んでくれ。
"Μάρτυρες " §55τίς οὖν ἀξίως δύναιτο κατηγορῆσαι τῶν τούτω πεπραγμένων;
"証人たち "それなら、彼のこれまでの仕業を誰が十分に告発できるだろうか。
ἢ τίς ἂν εὑρεῖν ἔχοι παράδειγμα μεῖζον ἀδικίας καὶ συκοφαντίας καὶ πονηρίας;
あるいは、これ以上の不正、誣告、そして悪辣さの例を誰が見出すことができるだろうか。
ἔνια μὲν γὰρ τῶν ἀδικημάτων οὐκ ἂν ὅλον τὸν τρόπον δηλώσειε τῶν ἀδικησάντων, ἐκ δὲ τῶν τοιούτων ἔγρων ἅπαντα τὸν βίον τῶν ἐξαμαρτανόντων ῥᾴδιον κατιδεῖν ἐστίν.
というのも、一部の悪行だけでは、悪事を行った者の人格のすべてを明らかにすることはできないかもしれないが、このような行為からは、罪を犯した者の生涯のすべてを容易に見透かすことができるからである。
§56ὅστις γὰρ τοὺς ζῶντας τεθνάναι μαρτυρεῖ, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ;
生きている者を死んでいると証言するような男が、あなた方に対して一体何を控えると思うだろうか。
ἣ ὅστις ἐπὶ τοῖς ἀλλοτρίοις πράγμασιν οὕτω πονηρός ἐστι, τί οὐκ ἂν ἐπὶ τοῖς αὑτοῦ τολμήσειεν;
あるいは、他人の事柄においてこれほど邪悪な者が、自分の事柄において何をしでかさないだろうか。
πῶς δὲ χρὴ τούτῳ πιστεύειν ὑπὲρ αὑτοῦ λέγοντι, ὃς ὑπὲρ ἑτέρων ἐπιορκῶν ἐξελέγχεται;
また、他人のために偽証したことが露呈しているこのような男が、自分自身のために語る言葉を、どうして信じるべきだろうか。
τίς δὲ πώποτε φανερώτερον ἐπεδείχθη τὰ ψευδῆ μαρτυρῶν;
そして、これほど明白に偽証していることが暴かれた者が、かつていたであろうか。
τοὺς μὲν γὰρ ἄλλους ἐκ τῶν λεγομένων κρίνετε, τὴν δὲ τούτου μαρτυρίαν, ὅτι ψευδὴς ἦν, εἶδον οἱ δικάζοντες.
というのも、あなた方は他の者たちについては語られる言葉から判断するが、彼の証言については、それが虚偽であったことを裁判員たちが現に目撃したからである。
§57καὶ τοιαῦθʼ ἡμαρτηκὼς ἐπιχειρήσει λέγειν, ὡς ψευδόμεθα, ὅμοιον ἐργαζόμενος, ὥσπερ ἂν εἴ τῳ Φρυνώνδας πανουργίαν ὀνειδίσειεν ἢ Φιλουργὸς ὁ τὸ Γοργόνειον ὑφελόμενος τοὺς ἄλλους ἱεροσύλους ἔφασκεν εἶναι.
かつ、このような罪を犯しておきながら、彼は私たちが嘘をついていると言おうとするだろう。 それは、あたかもフリュノンダスが誰かの悪行を非難したり、ゴルゴンの首を盗み出したピルルゴスが他の者たちを神殿荒らし呼ばわりするのと同様のことを行うものである。
τίνα δὲ προσήκει τῶν μὴ γενομένων παρασχέσθαι μάρτυρας μᾶλλον ἢ τοῦτον, ὃς αὐτὸς ἑτέροις τὰ ψευδῆ τολμᾷ μαρτυρεῖν;
また、実際には起こらなかった事柄の証人を、彼自身が他人のために偽証を敢行するようなこの男以上に、誰が用意するのにふさわしいだろうか。
§58ἀλλὰ γὰρ Καλλιμάχου μὲν ἐξέσται πολλάκις κατηγορεῖν, οὕτω γὰρ παρεσκεύασται πολιτεύεσθαι, περὶ δʼ ἐμαυτοῦ τὰς μὲν ἄλλας ἁπάσας παραλείψω λειτουργίας, ἧς δʼ οὐ μόνον ἄν μοι δικαίως ἔχοιτε χάριν ἀλλὰ καὶ τεκμηρίῳ χρήσαισθε περὶ τοῦ παντὸς πράγματος, ταύτης δὲ μνησθήσομαι πρὸς ὑμᾶς.
しかしながら、カリマコスを告発する機会はこれからも何度でもあるだろう。 彼はそのように国政に携わる用意をしてきたのだから。 だが、私自身のことについては、他のすべての奉仕は省略するが、あなた方が当然私に感謝の念を抱くだけでなく、事件全体に関する確証としても用いることができるような、ただ一つの奉仕についてだけは、あなた方の前で言及することにしよう。

語釈・文法注

  1. 51ἠβουλόμην δʼ ἂν ... ἵνʼ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε — ἠβουλόμην ἄν は「〜であればよいのだが(実際はそうではない)」という実現不可能な過去の願望を表し、これに続く ἵνα 節は直説法過去(συνήχθεσθε, ἐφθονεῖτε)を伴って「そうすれば〜であったろうに」という過去の実現しなかった目的・帰結を表す。
  2. 52συντρῖψαι τῆς κεφαλῆς αὐτῆς — τῆς κεφαλῆς は部分属格(partitive genitive)で、頭全体ではなく「頭の一部(傷を負わせた箇所)」、あるいは動詞 συντρίβω が特定の身体部位を指す際に属格を支配する用法。
  3. 57ὥσπερ ἂν εἴ τῳ Φρυνώνδας πανουργίαν ὀνειδίσειεν — ὥσπερ ἂν εἰ(あたかも〜であるかのように)は条件文の帰結の ἄν が前置された慣用表現。ここでは希求法 ὀνειδίσειεν を伴い、実現可能性の低い比喩的な仮定(「万一フリュノンダスが誰かを責めるようなことがあれば」)を表す。フリュノンダスは当時の悪名高い悪漢・詐欺師。

この箇所を引用する

イソクラテス, カリマコスを駁す §49-58. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:49-58

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。