Humanitext Reader

伊索克拉底 · 驳卡利马科斯 §49-58

卡里马科斯的临阵脱逃与伪证杀人诬告

第 6 段,共 7 段 · 希腊语

内容简介

发言人揭露了卡里马科斯过去可耻的逃亡与作伪证的历史,重点叙述了他曾通过作假证指称活着的奴隶已死、以此嫁祸无辜公民谋杀的恶劣事件,从而严厉谴责了其虚伪与好作诬告的本质。

§49καὶ μέχρι τῆς ἡμέρας ἐκείνης παρέμεινε μετέχων τῆς πολιτείας, ἐν ᾗ προσβαλεῖν ἠμέλλετε πρὸς τὸ τεῖχος· τότε δʼ ἐξῆλθεν, οὐ τὰ παρόντα μισήσας ἀλλὰ δείσας τὸν ἐπιόντα κίνδυνον, ὡς ὕστερον ἐδήλωσεν.
直到你们即将向城墙发动进攻的那一天,他都一直留在城里参与那段政权;但就在那时,他逃走了,这并不是因为他憎恨当时的状况,而是因为他害怕即将来临的危险,正如他后来所表明的那样。
ἐπειδὴ γὰρ Λακεδαιμονίων ἐθόντων ὁ δῆμος ἐν τῷ Πειραιεῖ κατεκλείσθη, πάλιν ἐκεῖθεν διαδρὰς ἐν Βοιωτοῖς διῃτᾶτο· ὥστʼ αὐτῷ προσήκει μετὰ τῶν αὐτομόλων ἀναγεγράφθαι πολὺ μᾶλλον ἢ τῶν φυγόντων ὀνομάζεσθαι.
因为当拉栖代梦人到来、民众被困在比雷埃夫斯时,他再次从那里逃走,寄居在波奥提亚;因此,将他登记在叛逃者之列,远比将他称为流亡者要合适得多。
§50καὶ τοιοῦτος γεγενημένος καὶ περὶ τοὺς ἐκ Πειραιέως καὶ περὶ τοὺς ἐν ἄστει μείναντας καὶ περὶ πᾶσαν τὴν πόλιν, οὐκ ἀγαπᾷ τῶν ἴσων τυγχάνειν τοῖς ἄλλοις ἀλλὰ ζητεῖ πλέον ἔχειν ὑμῶν, ὥπερ ἢ μόνος ἀδικηθεὶς ἢ βέλτιστος ὢν πολιτῶν ἢ μεγίσταις συμφοραῖς διʼ ὑμᾶς κεχρημένος ἢ πλείστων ἀγαθῶν αἴτιος τῇ πόλει γεγενημένος.
对那些从比雷埃夫斯来的人、对那些留在城里的人、以及对整个城邦,他都表现出这般德行,但他却不满足于获得与其他公民同等的待遇,反而企图从你们身上攫取更多,就好像只有他一个人遭受了不公,或者他是最优秀的公民,或者是因为你们而遭受了最大的不幸,抑或是他为城邦带来了最大的福祉一般。
§51ἠβουλόμην δʼ ἂν ὑμᾶς ὁμοίως ἐμοὶ γιγνώσκειν αὐτόν, ἵνʼ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε.
我倒希望你们能像我一样了解他,这样你们就不会因为他所失去的财产而同情他,反而会因为他所剩留的财产而嫉妒他。
νῦν δὲ περὶ μὲν τῶν ἄλλων ὅσοις ἐπιβεβούλευκε, καὶ δὶκας οἵας δεδίκασται καὶ γραφὰς ἃς εἰσελήλυθε, καὶ μεθʼ ὧν συνέστηκε καὶ καθʼ ὧν τὰ ψευδῆ μεμαρτύρηκεν, οὐδʼ ἂν δὶς τοσοῦτον ὕδωρ ἱκανὸν διηγήσασθαι γένοιτο·
但事实上,关于他所策划的其他种种阴谋、他所打过的官司、他所提起的公诉、他与谁结伙以及他曾对谁作过伪证,即使有两倍于现在的自来水,也绝不够将其一一陈述。
§52ἓν δὲ μόνον ἀκούσαντες τῶν τούτῳ πεπραγμένων ῥᾳδίως καὶ τὴν ἄλλην αὐτοῦ πονηρίαν γνώσεσθε.
不过,只要听一听他所做过的一件事,你们就能轻易看透他其他的恶行。
Κρατῖνος γὰρ ἠμφισβήτησε χωρίου τῷ τούτου κηδεστῇ.
克拉提诺斯曾与这家伙的岳父争夺一块土地。
μάχης δʼ αὐτοῖς γενομένης, ὑποκρυψάμενοι θεράπαιναν ᾐτιῶντο τὸν Κρατῖνον συντρῖψαι τῆς κεφαλῆς αὐτῆς, ἐκ δὲ τραύματος φάσκοντες ἀποθανεῖν τὴν ἄνθρωπον λαγχάνουσιν αὐτῷ φόνου δίκην ἐπὶ Παλλαδίῳ.
在他们发生冲突时,他们藏匿起一名女奴,指控克拉提诺斯打碎了她的头,并声称这女人因伤势过重而死,进而在帕拉迪翁法廷向他提起谋杀诉讼。
§53πυθόμενος δʼ ὁ Κρατῖνος τὰς τούτων ἐπιβουλὰς τὸν μὲν ἄλλον χρόνον ἡσυχίαν ἦγεν, ἵνα μὴ μεταθεῖντο τὸ πρᾶγμα μηδʼ ἑτέρους λόγους ἐξευρίσκοιεν, ἀλλʼ ἐπʼ αὐτοφώρῳ ληφθεῖεν κακουργοῦντες·
克拉提诺斯得知了他们的阴谋,在余下的时间里一直保持沉默,免得他们更改起诉事由或编造出其他的托词,好让他们在作恶时被当场捉住。
ἐπειδὴ δʼ ὁ κηδεστὴς μὲν ἦν ὁ τούτου κατηγορηκώς, οὗτος δὲ μεμαρτυρηκὼς ἦ μὴν τεθνάναι τὴν ἄνθρωπον, §54ἐλθόντες εἰς τὴν οἰκίαν ἵνʼ ἦν κεκρυμμένη, βίᾳ λαβόντες αὐτὴν καὶ ἀγαγόντες ἐπὶ τὸ δικαστήριον ζῶσαν ἅπασι τοῖς παροῦσιν ἐπέδειξαν.
而当他的岳父提出指控,而这家伙也作证说那女人确实已经死了的时候,他们前往她被藏匿的屋子,强行将她带走,带到法庭上,向所有在场的人展示她还活着。
ὥσθʼ ἑπτακοσίων μὲν δικαζόντων, τεττάρων δὲ καὶ δέκα μαρτυρησάντων ἅπερ οὗτος, οὐδεμίαν ψῆφον μετέλαβε.
结果,尽管有七百名法官进行审判,还有十四名证人作了与他相同的证词,他却连一票赞成也没有得到。
καί μοι κάλει τούτων μάρτυρας.
请替我传唤这些事情的证人。
"Μάρτυρες " §55τίς οὖν ἀξίως δύναιτο κατηγορῆσαι τῶν τούτω πεπραγμένων;
“证人” 那么,谁能对他的这些所作所为进行相称的指控呢?
ἢ τίς ἂν εὑρεῖν ἔχοι παράδειγμα μεῖζον ἀδικίας καὶ συκοφαντίας καὶ πονηρίας;
或者,谁能找到比这更大的不公、诬告和邪恶的先例呢?
ἔνια μὲν γὰρ τῶν ἀδικημάτων οὐκ ἂν ὅλον τὸν τρόπον δηλώσειε τῶν ἀδικησάντων, ἐκ δὲ τῶν τοιούτων ἔγρων ἅπαντα τὸν βίον τῶν ἐξαμαρτανόντων ῥᾴδιον κατιδεῖν ἐστίν.
因为某些罪行也许无法完全展露出作恶者的本性,但从这样的行径中,却很容易看透这些犯罪者一生的全貌。
§56ὅστις γὰρ τοὺς ζῶντας τεθνάναι μαρτυρεῖ, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ;
因为,一个作证说活人已经死了的人,你们认为他还有什么事是对你们做不出来的呢?
ἣ ὅστις ἐπὶ τοῖς ἀλλοτρίοις πράγμασιν οὕτω πονηρός ἐστι, τί οὐκ ἂν ἐπὶ τοῖς αὑτοῦ τολμήσειεν;
或者,一个在别人的事情上都如此邪恶的人,在他自己的事情上还有什么是不敢企图的呢?
πῶς δὲ χρὴ τούτῳ πιστεύειν ὑπὲρ αὑτοῦ λέγοντι, ὃς ὑπὲρ ἑτέρων ἐπιορκῶν ἐξελέγχεται;
而对于一个被证实为他人作伪证的人,又怎能相信他为自己所说的话呢?
τίς δὲ πώποτε φανερώτερον ἐπεδείχθη τὰ ψευδῆ μαρτυρῶν;
又有谁曾被更昭然地证实是在作伪证呢?
τοὺς μὲν γὰρ ἄλλους ἐκ τῶν λεγομένων κρίνετε, τὴν δὲ τούτου μαρτυρίαν, ὅτι ψευδὴς ἦν, εἶδον οἱ δικάζοντες.
因为你们对其他人是根据口供来判断,而至于他的证言,因其虚假,法官们可是亲眼目睹了的。
§57καὶ τοιαῦθʼ ἡμαρτηκὼς ἐπιχειρήσει λέγειν, ὡς ψευδόμεθα, ὅμοιον ἐργαζόμενος, ὥσπερ ἂν εἴ τῳ Φρυνώνδας πανουργίαν ὀνειδίσειεν ἢ Φιλουργὸς ὁ τὸ Γοργόνειον ὑφελόμενος τοὺς ἄλλους ἱεροσύλους ἔφασκεν εἶναι.
犯下了这般罪行,他却还企图说我们在撒谎,他的这种做法,简直就像是弗里农达斯指责别人奸诈,或者是盗窃了戈耳工头像的菲鲁尔戈斯反称别人是庙宇盗贼一样。
τίνα δὲ προσήκει τῶν μὴ γενομένων παρασχέσθαι μάρτυρας μᾶλλον ἢ τοῦτον, ὃς αὐτὸς ἑτέροις τὰ ψευδῆ τολμᾷ μαρτυρεῖν;
而对于那些从未发生过的事情,又有谁比这个自己就敢为他人作伪证的家伙更适合提供证人呢?
§58ἀλλὰ γὰρ Καλλιμάχου μὲν ἐξέσται πολλάκις κατηγορεῖν, οὕτω γὰρ παρεσκεύασται πολιτεύεσθαι, περὶ δʼ ἐμαυτοῦ τὰς μὲν ἄλλας ἁπάσας παραλείψω λειτουργίας, ἧς δʼ οὐ μόνον ἄν μοι δικαίως ἔχοιτε χάριν ἀλλὰ καὶ τεκμηρίῳ χρήσαισθε περὶ τοῦ παντὸς πράγματος, ταύτης δὲ μνησθήσομαι πρὸς ὑμᾶς.
不过,控告卡里马科斯的机会今后多的是,因为他就是以这种方式来准备参与政治的;但关于我自己,我将略去所有其他的公益服务,而只向你们提及那一项服务,你们不仅应当理所当然地对我心存感激,而且还可以将其作为关于整个案件的证据。

词汇与语法注释

  1. 51ἠβουλόμην δʼ ἂν ... ἵνʼ αὐτῷ μὴ τῶν ἀπολωλότων συνήχθεσθε ἀλλὰ τῶν ὑπολοίπων ἐφθονεῖτε — 句中的 ἠβουλόμην ἄν 表示过去未实现的愿望(“我多希望……”),其后的 ἵνα 从句接直说过去时(συνήχθεσθε, ἐφθονεῖτε),用于表示过去未实现的目的或结果(“这样你们就会……而不是……”)。
  2. 52συντρῖψαι τῆς κεφαλῆς αὐτῆς — τῆς κεφαλῆς 为部分属格(partitive genitive),指身体受损的部位(“打破她头部的某处”),这在表示伤害或触碰的动词中是常见的用法。
  3. 57ὥσπερ ἂν εἴ τῳ Φρυνώνδας πανουργίαν ὀνειδίσειεν — ὥσπερ 连同后面的 ἂν εἰ(“就像是……那样”)是一种惯用结构,其中 ἄν 属于被省去的主句。此处与祈愿式 ὀνειδίσειεν 连用,表示一种虚拟的、极不可能的类比(“就好像弗里农达斯竟会去指责某人一般”)。弗里农达斯是当时极其臭名昭著的恶徒。

引用这一段

伊索克拉底, 驳卡利马科斯 §49-58. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0010.tlg002.humanitext-grc2:49-58

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。