§59ὅτε γὰρ ἡ πόλις ἀπώλεσε τὰς ναῦς τὰς ἐν Ἐλλησπόντῳ καὶ τῆς δυνάμεως ἐστερήθη, τῶν μὲν πλείστων τριηράρχων τοσοῦτον διήνεγκον, ὅτι μετʼ ὀλίγων ἔσωσα τὴν ναῦν, αὐτῶν δὲ τούτων, ὅτι καταπλεύσας εἰς τὸν Πειραιᾶ μόνος οὐ κατέλυσα τὴν τριηραρχίαν,
というのも、ポリスがヘレスポントスで船を失い、その力を奪われたとき、私は大部分の三段櫂船装備責任者たちとこれほど異なっていた。 すなわち、少数の者たちとともに自分の船を救ったことであり、また、その救い得た者たち自身の中でも、ピレウスに入港した後に、私だけが三段櫂船装備の奉仕を解かなかったことである。
§60ἀλλὰ τῶν ἄλλων ἀσμένως ἀπαλλαττομένων τῶν λῃτουργιῶν καὶ πρὸς τὰ παρόντʼ ἀθύμως διακειμένων, καὶ τῶν μὲν ἀνηλωμένων αὐτοῖς μεταμέλον, τὰ δὲ λοιπὰ ἀποκρυπτομένων, καὶ νομιζόντων τὰ μὲν κοινὰ διεφθάρθαι, τὰ δʼ ἴδια σκοπουμένων, οὐ τὴν αὐτὴν ἐκείνοις γνώμην ἔσχον, ἀλλὰ πείσας τὸν ἀδελφὸν συντριηραρχεῖν, παρʼ ἡμῶν αὐτῶν μισθὸν διδόντες τοῖς ναύταις κακῶς ἐποιοῦμεν τοὺς πολεμίους.
むしろ、他の人々が喜んで公的な奉仕から身を引き、現状に対して気落ちし、自分たちが費やしたものを悔やみ、残りの財産を隠し、公的なものは破滅したと考えて私的な利益ばかりを追求していたとき、私は彼らと同じ考えを持たなかった。 それどころか、私は弟を説得して共同の三段櫂船装備責任者とし、私たちの懐から水夫たちに給与を支払って敵を苦しめていたのである。
§61τὸ δὲ τελευταῖον πρὸ εἰπόντος Λυσάνδρου, εἴ τις εἰσάγοι σῖτον ὡς ὑμᾶς, θάνατον τὴν ζημίαν, οὕτω φιλοτίμως εἴχομεν πρὸς τὴν πόλιν, ὥστε τῶν ἄλλων οὐδὲ τὸν σφέτερον αὐτῶν εἰσάγειν τολμώντων ἡμεῖς τὸν ὡς ἐκείνους εἰσπλέοντα λαμβάνοντες εἰς τὸν Πειραιᾶ κατήγομεν. ἀνθʼ ὧν ὑμεῖς ἐψηφίσασθʼ ἡμᾶς στεφανῶσαι καὶ πρόσθε τῶν ἐπωνύμων ἀνειπεῖν ὡς μεγάλων ἀγαθῶν αἰτίους ὄντας.
そして最後に、リサンドロスが、もし誰かがあなた方のもとに穀物を運び込むなら、その罰は死刑であると宣言する前に、私たちはポリスに対して非常に献身的な態度を抱いていたので、他の人々は自分自身の穀物さえ運び込む勇気がない中で、私たちは敵のもとへ航行していく船を捕らえてピレウスへと連行した。 これらに対して、あなた方は私たちに冠を授け、名祖の英雄たちの像の前で、私たちが多大な善をもたらした功労者であると布告することを議決したのである。
§62καίτοι χρὴ τούτους δημοτικοὺς νομίζειν, οὐχ ὅσοι κρατοῦντος τοῦ δήμου μετασχεῖν τῶν πραγμάτων ἐπεθύμησαν, ἀλλʼ οἳ δυστυχησάσης τῆς πόλεως προκινδυνεύειν ὑμῶν ἠθέλησαν, καὶ χάριν ἔχειν, οὐκ εἴ τις αὐτὸς κακῶς πέπονθεν, ἀλλʼ εἴ τις ὑμᾶς εὖ πεποίηκε, καὶ πένητας γενομένους ἐλεεῖν οὐ τοὺς ἀπολωλεκότας τὴν οὐσίαν ἀλλὰ τοὺς εἰς ὑμᾶς ἀνηλωκότας.
しかしながら、民衆の友とみなすべきなのは、民衆が権力を握っているときに国政に参加することを切望した者たちではなく、ポリスが不幸に見舞われたときにあなた方の利害のために進んで危険に身をさらした者たちである。 また、感謝の念を抱くべきなのは、誰か自身が不幸を被ったからではなく、誰かがあなた方に善を施したからである。 そして、貧しくなった人々を憐れむべきなのは、ただ自分の財産を失った人々に対してではなく、あなた方のために財産を費やした人々に対してである。
§63ὧν εἷς ἐγὼ φανήσομαι γεγενημένος, ὃς πάντων ἂν εἴην δυστυχέστατος, εἰ πολλὰ τῶν ἐμαυτοῦ δεδαπανημένος εἰς τὴν πόλιν εἶτα δόξαιμι τοῖς ἀλλοτρίοις ἐπιβουλεύειν καὶ περὶ μηδενὸς ποιεῖσθαι τὰς παρʼ ὑμῖν διαβολάς, ὃς οὐ μόνον τὴν οὐσίαν ἀλλὰ καὶ τὴν ψυχὴν τὴν ἐμαυτοῦ περὶ ἐλάττονος φαίνομαι ποιούμενος τοῦ παρʼ ὑμῖν εὐδοκιμεῖν.
私はそのような者の一人であったことが明らかになるだろう。 もし私が自分の財産の多くをポリスのために費やした上で、他人の財産を狙っていると見なされ、あなた方の間での中傷を何とも思っていないとされるなら、私はすべての人の中で最も不運な者となるだろう。 私は、自分の財産だけでなく自分自身の命さえも、あなた方の間で良い評判を得ることに比べれば、二の次に考えていることが明らかなのだから。
§64τῷ δʼ οὐκ ἂν ὑμῶν μεταμελήσειεν, εἰ καὶ μὴ παραχρῆμα ἀλλʼ ὀλίγον ὕστερον, εἰ τὸν μὲν συκοφάντην ἴδοιτε πλούσιον γεγενημένον, ἐμὲ δʼ ἐξ ὧν ὑπέλιπον λῃτουργῶν, καὶ τούτων ἐκπεπτωκότα;
もしあなた方が、あの誣告者が富裕になるのを見る一方で、私の方が残された財産から公共奉仕を行った結果、それらさえも失うのを見るならば、たとえ即座にではなくとも、少し後になって、あなた方のうち誰が後悔しないだろうか。
καὶ τὸν μὲν μηδὲ πώποτε ὑπὲρ ὑμῶν κινδυνεύσαντα μεῖζον καὶ τῶν νόμων καὶ τῶν συνθηκῶν δυνάμενον, §65ἐμὲ δὲ τὸν οὕτω πρόθυμον περὶ τὴν πόλιν γεγενημένον μηδὲ τῶν δικαίων ἀξιούμενον τυγχάνειν;
また、あなた方のために一度も危険を冒したことのない者が、法律や条約よりも大きな力を持つようになる一方で、ポリスに対してこれほど献身的であった私が、正当な扱いを受けることさえ叶わないとするならば、誰が後悔しないだろうか。
τίς δʼ οὐκ ἂν ὑμῖν ἐπιτιμήσειεν, εἰ πεισθέντες ὑπὸ τῶν Καλλιμάχου λόγων τοσαύτην πονηρίαν ἡμῶν καταγνοίητε, οὓς ἐκ τῶν ἔργων κρίναντες διʼ ἀνδραγαθίαν ἐστεφανώσατε, ὅτʼ οὐδʼ οὕτω ῥᾴδιον ἦν ὥσπερ νῦν τυχεῖν ταύτης τῆς τιμῆς;
また、もしあなた方がカリマコスの言葉に説得されて、私たちの行為に基づいてその卓越性ゆえに冠を授けた(しかも当時は現在ほどその栄誉を得ることが容易ではなかったにもかかわらず)私たちに対して、これほどまでの邪悪さの宣告を下すならば、誰があなた方を非難しないだろうか。
§66τοὐναντίον δʼ ἡμῖν συμβέβηκεν ἢ τοῖς ἄλλοις·
しかし、私たちに起きたことは他の人々とは逆である。
οἱ μὲν γὰρ ἄλλοι τοὺς εἰληφότας τὰς δωρεὰς ὑπομιμνῄσκουσιν, ἡμεῖς δʼ ὑμᾶς τοὺς δεδωκότας ἀξιοῦμεν μνημονεύειν, ἵνʼ ὑμῖν τεκμήριον τῶν εἰρημένων ἁπάντων καὶ τῶν ἐπιτηδευμάτων τῶν ἡμετέρων γένηται.
他の人々は恩恵を受け取った人々に対してそれを思い出させるが、私たちはそれを与えてくれたあなた方に記憶しているよう求めるからである。 それは、あなた方にとって、語られたすべてのことと私たちの生き方の証拠となるためである。
§67δῆλον δʼ ὅτι ταύτης τῆς τιμῆς ἀξίους ἡμᾶς αὐτοὺς παρείχομεν, οὐχ ἵνʼ ὀλιγαρχίας γενομένης τἀλλότρια διαρπάζοιμεν, ἀλλʼ ἵνα σωθείσης τῆς πόλεως οἵ τʼ ἄλλοι τὰ σφέτερʼ αὐτῶν ἔχοιεν, ἡμῖν τε παρὰ τῷ πλήθει τῶν πολιτῶν χάρις ὀφείλοιτο·
私たちがこの栄誉に値する人間であることを示したのは明らかである。 それは寡頭制になったときに他人の財産を略奪するためではなく、ポリスが救われたときに他の人々が自分たちの財産を保持し、私たちに対して市民の大多数から感謝の念が負われるためであった。
ἣν ὑμᾶς νῦν ἀπαιτοῦμεν, οὐ πλέον ἔχειν τοῦ δικαίου ζητοῦντες, ἀλλʼ ἀποφαίνοντες μὲν ὡς οὐδὲν ἀδικοῦμεν, ἀξιοῦντες δὲ τοῖς ὅρκοις καὶ ταῖς συνθήκαις ἐμμένειν.
私たちは今、その感謝をあなた方に求めている。 それは正当な権利以上のものを求めているからではなく、私たちが何の不正も行っていないことを示し、誓約と条約を遵守することを求めているからである。
§68καὶ γὰρ ἄν εἴη δεινὸν εἰ τοὺς μὲν ἠδικηκότας τιμωρίας ἀφεῖναι κύριαι γένοιντο, ἐφʼ ἡμῖν δὲ τοῖς εὖ πεποιηκόσιν ἄκυροι κατασταθεῖεν.
というのも、不義を行った者たちを処罰から免れさせる権限を条約が持つ一方で、善いことをした私たちに対しては無効とされるなら、それは恐るべきことだからである。
ἄξιον δὲ τὴν παροῦσαν τύχην διαφυλάττειν, ἐνθυμουμένους, ὅτι ἑτέρας μὲν πόλεις ἐποίησαν ἤδη συνθῆκαι μᾶλλον στασιάσαι, τὴν δʼ ἡμετέραν μᾶλλον ὁμονοεῖν.
そして、現在の幸運な状況を守る価値がある。 なぜなら、条約が他の多くのポリスをむしろ内紛に陥らせたのに対し、私たちのポリスはむしろ一致和合へと導いたということを心に留めるべきだからである。
ὧν χρὴ μεμνημένους ἅμα τά τε δίκαια καὶ τὰ συμφέροντα ψηφίσασθαι.
これらのことを記憶に留め、正義と共通の利益の双方にかなう投票をすべきである。